# Fragmenta in sancti Pauli epistulam ii ad Corinthios 348

Cyrillus, Fragmenta in sancti Pauli epistulam ii ad Corinthios, Page 348. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ii-ad-corinthios/348

"τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα γὰρ "ἀντίκειται ἀλλήλοις," κατὰ τὸ γεγραμμένον. φαμὲν οὖν ὅτι πᾶσά πως ἀνάγκη, κατεφθαρμένης τρόπον τινὰ τῆς σαρκὸς, καὶ τῶν ἐν αὐτῇ κινημάτων ἠσθενηκότων, τότε δὴ μάλιστα μειζόνως ἐῤῥῶσθαι τὸ ἕτερον, τουτέστι τὸ φρόνημα τοῦ πνεύματος. αἰτίας ἀπόδοσιν καὶ οἷον ἀνάμνησιν προειρημένου τινὸς εἰσκομίζει τό Διό. ἔφη τοίνυν Εἰ γὰρ "ἡμεῖς "οἱ ζῶντες εἰς θάνατον παραδιδόμεθα διὰ Ἰησοῦν ἵνα καὶ "ἡ ζωὴ τοῦ Ἰησοῦ φανερωθῇ ἐν" ταῖς καρδίαις ἡμῶν, ταύτην ἔχοντες τὴν ἐλπίδα, φησὶ, καὶ τοῖς ἐσομένοις ἐπιγανύμενοι, οὐκ ἐκκακοῦμεν, τῆς μελλούσης δόξης προθεωροῦντες τὸ κάλλος, ἀλλὰ κἂν ἐπέλθοι θλίψις, φέρομεν γενναίως. εἰ γὰρ καὶ ὡς ἄνθρωποι ἀλγοῦμεν καὶ βλάβην τινὰ περὶ τὸ σῶμα ὑπομένωμεν, ἀλλ' οὐχ ἡττώμεθα τούτοις· ὁ γὰρ ἔσω ἡμῶν ἄνθρωπος ἀνακαινοῦται. καὶ κοινὸς μὲν ὁ λόγος. ὅταν τοίνυν τοῖς εἰς ἄσκησιν πόνοις ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, τότε λοιπὸν ἀναγκαίως ὁ ἔσω ἡμῶν ἄνθρωπος ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ. καὶ ἑτέρως γεμὴν τοῖς εἰρημένοις ἐπιβαλεῖς· ἐπειδὴ Ἰουδαίοις τε καὶ Ἕλλησι διεκήρυττον τὸν Ἰησοῦν, δεινοὺς καὶ ἀφορήτους ὑπομεμενήκασι διωγμοὺς, καὶ διέφθαρτο τοῖς εἰς τοῦτο πόνοις τὸ σῶμα αὐτῶν. ἀλλ' ὅσῳ μείζων ὁ πόνος, τοσούτῳ οἶμαί που παρέποιτο ἂν εἰκότως ἀμφιλαφεστέρα τῆς χάριτος ἡ ἀντέκτισις.

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ii ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg005.local001/.
