# Fragmenta in sancti Pauli epistulam ii ad Corinthios 349

Cyrillus, Fragmenta in sancti Pauli epistulam ii ad Corinthios, Page 349. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ii-ad-corinthios/349

Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια. Ἐπιῤῥώννυσι τῶν ἀθλεῖν βουλομένων τὸν νοῦν, τοὺς μὲν ἀγῶνας εὐτελίζων, τοὺς δὲ στεφάνους ὑψῶν τῶν νενικηκότων, καὶ τὸ μὲν ἐλαφρὸν ἐπὶ τῶν θλίψεων τιθεὶς, τὸ δὲ βάρος ἐπὶ τῆς δόξης· τῶν γὰρ ἐν τῷδε τῷ βίῳ τὴν μεμετρημένην ἔφοδον διὰ τὸ πρόσκαιρον κἂν εἰ γένοιτο καθ' ὑπερβολὴν εἰς ὑπερβολήν. ἀλλ' οὖν εἰς αἰώνιον βάρος δόξης ἐκβήσεσθαί φησιν, ἐπειδὴ πέρα λόγου τὰ τοῦ μέλλοντος αἰῶνος ἀγαθά. διὸ οὐ δεῖ σκοπεῖν τὰ βλεπόμενα πρόσκαιρα ἀλλὰ τὰ μὴ βλεπόμενα αἰώνια. Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ κ.τ.λ. Ἐπίγειον ἡμῶν οἰκίαν τοῦ σκήνους, αὐτὸ περιφραστικῶς ὀνομάζει τὸ σκῆνος, ἤτοι τὸ σῶμα· γέγραπται γὰρ ἐν τῷ Ἰώβ "Τοὺς δὲ κατοικοῦντας οἰκίας πηλίνας, ἐξ ὧν καὶ αὐτοὶ "ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμεν." ἴσμεν οὖν ἄρα, φησὶν, ὡς καταλύσαντος τοῦ θανάτου τὴν ἐπίγειον ἡμῶν τοῦ σκήνους οἰκίαν, τουτέστι τὸ σῶμα, διαδέξεται καὶ οὐκ εἰς μακρὰν, κατὰ τὸν τῆς ἀναστάσεως δηλονότι καιρὸν, οἰκητήριον τὸ ἐξ οὐρανοῦ, τουτέστιν ἡ ἀφθαρσία· ἄνωθεν δὲ αὐτὴν εἶναί φησι, πρῶτον μὲν ὅτι θεόσδοτον τὸ χρῆμά ἐστιν· εἶτα πρὸς τούτῳ διά τοι τὸ πάντας τοὺς τὴν ἄνωθεν οἰκοῦντας πόλιν, φημὶ δὴ τὰ τῶν ἁγίων ἀγγέλων συντάγματα, ἐν ἀφθάρτοις τε καὶ ἀνωλέθροις εἶναι σώμασιν· ἀπήλλακται γὰρ τῆς

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ii ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg005.local001/.
