# Fragmenta in sancti Pauli epistulam ii ad Corinthios 356

Cyrillus, Fragmenta in sancti Pauli epistulam ii ad Corinthios, Page 356. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ii-ad-corinthios/356

ἱερᾶσθαι προστεταγμένων "Ἁμαρτίας λαοῦ μου φάγονται, "καὶ ἐν ταῖς ἀδικίαις αὐτῶν λήψονται τὰς ψυχὰς αὐτῶν·" ἤσθιον γὰρ τὰ ὑπὲρ ἁμαρτιῶν θύματα κατὰ τὸν νόμον, οἱ τῶν θείων θυσιαστηρίων ἐπιμεληταὶ καὶ διάκονοι. μέγα τοίνυν πρὸς ἐντροπὴν τοῖς ἐθέλουσι ῥᾳθυμεῖν τὸ διενθυμεῖσθαι σοφῶς ὅτι τοῖς ἁμαρτωλοῖς συγκατεδικάσθη καὶ συγκεκρέμαται δι' ἡμᾶς ὁ μὴ εἰδὼς ἁμαρτίαν ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ· δεδικαιώμεθα γὰρ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς "οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ὧν ἐποιήσαμεν "ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος" διὰ πίστεως τῆς ἐν Χριστῷ. Αὐτὸς δὲ ἐγὼ Παῦλος παρακαλῶ ὑμᾶς διὰ τῆς πραότητος καὶ ἐπιεικείας τοῦ Χριστοῦ κ.τ.λ. Πολλοὶ ἦσαν τῶν Ἀθήνῃσι σοφῶν, τοῖς ἐν Κορίνθῳ συνδιαιτώμενοι, οἳ μωρίαν ἡγοῦντο τὸν τοῦ Σωτῆρος σταυρὸν, καὶ τὸν τῆς θεοπνεύστου γραφῆς διαγγέλλοντα λόγον, ἀγύρτην καὶ σπερμολόγον ὁμοῦ τοῖς ἄλλοις ἁγίοις καὶ αὐτὸν ὠνόμαζον τὸν μακάριον Παῦλον· ἕτεροι δέ τινες τῶν ἐκ περιτομῆς κατεπεφύοντο πάλιν τῶν πεπιστευκότων, ἐπαινοῦντες τὴν περιτομὴν καὶ τὰς νομικὰς θυσίας, ἐξεστηκότα τε λέγοντες τὸν μακάριον Παῦλον, ὡς τοῖς ἀρχαίοις θεσπίσμασιν ἀνοσίως πολεμεῖν ᾑρημένον. πρὸς δὲ τοὺς τοιούτους παρωτρύνοντο μὲν καὶ μάλα εἰκότως τῶν Κορινθίων οἱ ζηλωταὶ, χεῖρας δὲ αὐτοῖς ἐπιφέρειν ἤθελον, ὡς ἐχθροῖς τοῦ θείου κηρύγματος· ἐπειδὴ δὲ ἦν ἀκαλλὲς λίαν τὸ χρῆμα, καὶ τῆς ἁγίοις πρεπούσης ἐπιεικείας ὡς ἀπωτάτω· "Δοῦλον γὰρ "Κυρίου οὐ δεῖ μάχεσθαι, κατὰ τὸ γεγραμμένον, ἀλλ' ἤπιον

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ii ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg005.local001/.
