# Fragmenta in sancti Pauli epistulam ii ad Corinthios 360

Cyrillus, Fragmenta in sancti Pauli epistulam ii ad Corinthios, Page 360. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ii-ad-corinthios/360

μει χρώμενος ἀλλὰ θείᾳ τε καὶ ἀποῤῥήτῳ· Θεῷ γὰρ ἂν πρέποι καὶ μόνῳ τὸ δύνασθαι πάντα δρᾶν· ὡς καὶ αὐτοῦ τοῦ θανάτου καταλῦσαι τὸ κράτος, καὶ τὸ τῇ φθορᾷ κάτοχον σῶμα τῇ τῆς ἀφθαρσίας στεφανῶσαι χάριτι. οὐκοῦν ὑπέμεινεν ἑκὼν τὸ ἀσθενῆσαι βραχὺ κατά γε τὴν τῆς σαρκὸς φύσιν· καθάπερ ἀμέλει πεινῆσαί τε καὶ διψῆσαι καὶ κοπιάσαι λέγεται, καὶ μὴν καὶ ἀποθανεῖν διὰ τὴν οἰκονομίαν· ζῇ γεμὴν ἐκ δυνάμεως Θεοῦ, καὶ οὐ παρ' ἑτέρου τὸ πάντα δύνασθαι λαβὼν, ἀλλ' οἴκοθεν ἔχων καὶ οὐσιωδῶς ἐνυπάρχων· Θεὸς γάρ ἐστιν κατὰ φύσιν ὁ σαρκὶ παθὼν δι' ἡμᾶς· Οὐκοῦν εἰ σκανδαλίζονται διὰ τὸν σταυρὸν, θαυμαζέτωσαν διὰ τὴν ἀνάστασιν· κἂν εἰ λέγοιτο ζῆν ἐκ δυνάμεως Θεοῦ, οὐδὲν ἧττον νοήσεις τὴν τοῦ Θεοῦ δύναμιν αὐτὸν τὸν Υἱόν.

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ii ad Corinthios. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg005.local001/.
