Ancient Greek
Volume 70
Cyrillus Theol., Fragmentum in librum Baruch (in catenis) 70.1457
Not analysed yet
IN LIBRUM BARUCH. Ὅτι σὺ καθήμενος εἰς τὸν αἰῶνα. Ἀεὶ γὰρ καὶ ἐν παντὶ χρόνῳ φθαρτή ἐστιν ἡ πεποιημένη φύσις, καὶ τῶν γεννητῶν ἐν τούτοις τὸ μέτρον. Κάθηται δὲ ἡ πάντων τεχνῖτις καὶ δημιουργὸς σοφία, τουτέστιν ἀκλόνητον ἔχει τὴν ἐν ταυτότητι διαμονήν. Καὶ πάλιν· Ἡμῶν γὰρ κάθισις ἐν τούτοις τὸ ἀκράδαντόν τε καὶ ἱδρυμένον τῆς ὑπάρξεως, καὶ διαμονῆς τῆς ἀνωτάτω πασῶν οὐσίας ὑποδηλοῖ· τὸ δὲ, ἡμᾶς ἀπόλλυσθαι τὸν αἰῶνα, τὸ εἶναι φθαρτοὺς κατὰ πάντα καιρὸν, τό γε ἧκον εἰς τὸν τοῦ πεποιῆσθαι λόγον· εἴπερ ἐστὶν ἀληθὲς ὅτι πᾶν τὸ ἐν γενέσει, καὶ παρενεχθὲν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι, πάντη τε καὶ πάντως ὑπόκειται τῇ φθορᾷ.