Ancient Greek · ~2 min
Volume 69
Cyrillus Theol., Fragmentum in Proverbia 69.1277
Not analysed yet
ΕΚ ΤΗΣ ΕΡΜΗΝΕΙΑΣ ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΑΣ ΠΑΡΟΙΜΙΑΣ Κύριος ἔκτισέ με. Κυρίλλου. Τὸ «ἔκτισέ με,» ἂν περὶ θεότητος ἐκλάβῃς, ἀντὶ τοῦ Κατέστησέ με· ὡς τὸ, «Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός.» Καὶ, «Ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ.» Οὐ γὰρ οὐσιωδῶς, ἵνα κτίσῃ τοὺς ἤδη γεγενημένους, ἀλλ' ἵνα καταστήσῃ. Κατέστησεν οὖν με ἀρχὴν τῶν προνοητικῶν αὐτοῦ καὶ ποιητικῶν ἔργων. Καὶ τῷ Δαβὶδ γὰρ λέγει· «Ἐγὼ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ.»