# Glaphyra in Pentateuchum Περὶ μοσχοποιίας τοῦ Ἰσραήλ..1

Cyrillus, Glaphyra in Pentateuchum, Part Ex, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΕΞΟΔΟΝ ΒΙΒΛΙΟΝ Γ., Περὶ μοσχοποιίας τοῦ Ἰσραήλ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/glaphyra-in-pentateuchum/%CE%A0%CE%B5%CF%81%E1%BD%B6%20%CE%BC%CE%BF%CF%83%CF%87%CE%BF%CF%80%CE%BF%CE%B9%CE%AF%CE%B1%CF%82%20%CF%84%CE%BF%E1%BF%A6%20%E1%BC%B8%CF%83%CF%81%CE%B1%CE%AE%CE%BB..1

Οἱ νόμον οὐκ ἔχοντες εἰς ἐπικουρίαν, τυφλαῖς καὶ ἀκατασκέπτοις θελημάτων τροπαῖς πρὸς πᾶν ὁτιοῦν ἀποφέρονται, καὶ λίαν εὐκόλως, τῶν ἀπηχθημένων, καὶ ἐν αἰτίᾳ πολλῇ παρὰ τῷ Θεῷ καὶ ἀνθρώποις, κἂν εἰ πολὺ φαίνοιντο νοσοῦντες τὸ ἀμωμήτως ἔχειν· μᾶλλον δὲ κἂν εἴπερ εἴη τι καὶ τῶν ἄγαν ἐκτοπωτάτων, τοῦτο καὶ θαυμάζειν καὶ ἐπαινεῖν ἀξιοῖς, καὶ διακρίνειν οὐκ οἶδεν ὅ τί ποτέ ἐστιν ἀξιόληπτον ἀληθῶς ἢ τὸ ἐναντίον αἰσχρὸν καὶ ὕποπτον. Ὅνπερ γὰρ τρόπον ὀλκάδες αἱ τὴν μεγάλην ταύτην καὶ εὐρύχωρον διαθέουσαι θάλασσαν, εἰ μὲν εὔχειρά τε καὶ ἀριστοτέχνην ἔχοιεν τὸν τοῖς πηδαλίοις ἐφεστηκότα, τὸν ἐπ’ εὐθὺ διᾴττουσι δρόμον. Εἰ δὲ δή τις εἴη τῶν οὐ λίαν εὐτεχνεστάτων, διαῤῥιπτοῦνται πανταχῆ, μονονουχὶ προσνεύουσαι τῷ προσωθοῦντι κύματι, ὅποιπερ ἂν δύναιτο περιελαύνειν αὐτάς· οὕτω καὶ ἡ ἀνθρώπου ψυχὴ, νόμον οὐκ ἔχουσα τὸν ἐφεστηκότα, πρὸς πᾶν αὐτῇ δοκοῦν ἀπονεύει ῥᾳδίως, καὶ τοῖς τῶν ἰδίων ἡδονῶν καταμεθύει κύμασι. Τοῦτο πεπονθότα τὸν Ἰσραὴλ εὑρήσομεν. Βεβηκότα γὰρ οὔπω τὸν νοῦν εἰς εὐσέβειαν ἔχων, οὔτε μὴν ἐρηρεισμένην μετὰ Θεοῦ τὴν καρδίαν, ἀνόπιν ὥσπερ ἰὼν κατεφωρᾶτο πάλιν, καὶ τῆς ἐπαράτου καὶ βδελυρᾶς εἰδωλολατρείας ἠγαπηκὼς τὰ ἐγκλήματα. Τοιγάρτοι περὶ αὐτῶν καὶ αὐτὸς ἔφασκεν ὁ Σωτήρ· Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται δι’ ἀνύδρων τόπων, ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει, καὶ, Ὑποστρέψω, φησὶν, εἰς τὸν ἴδιον τόπον. Καὶ ἐλθὸν εὑρίσκει σχολάζοντα, σεσαρωμένον καὶ κεκοσμημένον· τότε πορεύεται, καὶ λαμβάνει ἕτερα ἑπτὰ πνεύματα πονηρότερα ἑαυτοῦ. Καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου, χείρονα τῶν πρώτων. Εἶτα τούτοις προστιθεὶς, Ἀμὴν, φησὶ, λέγω ὑμῖν, οὕτως ἔσται τῇ πονηρᾷ ταύτῃ γενεᾷ. Ἀπελήλατο μὲν γὰρ ἐν ἀρχαῖς τὸ πνεῦμα τὸ πονηρὸν, ὅτε τεθύκασι τὸν ἀμνὸν εἰς τύπον τοῦ Χριστοῦ· κατεχρίσθησαν τε τῷ αἵματι, καὶ διέδρασαν τὸν ὀλοθρευτήν. Ἀλλ’ ἰδοὺ πάλιν εἰσπέπεκε, καὶ πολὺ χειρόνως ἢ πάλαι, εἴπερ ἐστὶν ἀληθὴς ὁ λέγων περὶ τῶν τὰ τοιάδε νοσεῖν ᾑρημένων· Κρεῖσσον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης, ἢ ἐπιγνοῦσιν εἰς τὰ ὀπίσω ἀνακάμψαι ἀπὸ τῆς δοθείσης αὐτοῖς ἁγίας ἐντολῆς. Συμβέβηκεν αὐτοῖς τὸ τῆς ἀληθοῦς Παροιμίας· Κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέραμα· καὶ, Ὗς λουσαμένη εἰς κύλισμα βορβόρου. Ἐξ αὐτῶν δὲ τῶν τετολμημένων καταθρήσαιτό τις ἂν, ὅτι τῶν ἰδίων ἐμέτων ἥπτοντο πάλιν, καὶ τοῖς ἄνωθεν ἐγκυλινδεῖσθαι βορβόροις ἐξ ὑποστροφῆς ἐμελέτων. Γέγραπται γὰρ, ὅτι Καὶ ἰδὼν ὁ λαὸς ὅτι κεχρόνικε Μωσῆς καταβῆναι ἐκ τοῦ ὄρους, συνέστη ὁ λαὸς ἐπ’ Ἀαρὼν, καὶ λέγουσιν αὐτῷ· Ἀνάστηθι, καὶ ποίησον ἡμῖν θεοὺς, οἳ προπορεύσονται ἡμῶν. Ὁ Μωσῆς οὗτος ὁ ἄνθρωπος ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί γέγονεν αὐτῷ. Καὶ λέγει αὐτοῖς ὁ Ἀαρών· Περιέλεσθε τὰ ἐνώτια τὰ χρυσᾶ τὰ ἐν τοῖς ὠσὶ τῶν γυναικῶν ὑμῶν καὶ τῶν θυγατέρων, καὶ ἐνέγκατέ μοι. Καὶ περιείλοντο πᾶς ὁ λαὸς τὰ ἐνώτια τὰ χρυσᾶ τὰ ἐν τοῖς ὠσὶ τῶν γυναικῶν αὐτῶν, καὶ ἤνεγκαν πρὸς Ἀαρών. Καὶ ἐδέξατο ἐκ τῶν χειρῶν αὐτῶν, καὶ ἔπλασεν αὐτὰ ἐν τῇ γραφίδι, καὶ ἐποίησεν αὐτοῖς μόσχον χωνευτόν. Καὶ εἶπαν· Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου. Καὶ ἰδὼν Ἀαρὼν, ᾠκοδόμησε θυσιαστήριον ἀπέναντι αὐτοῦ, καὶ ἐκήρυξεν Ἀαρὼν, λέγων· Ἑορτὴ τοῦ Κυρίου αὔριον. Καὶ ὀρθρίσας τῇ ἐπαύριον ἀνεβίβασεν ὁλοκαυτώματα, καὶ προσήνεγκε θυσίαν σωτηρίου, καὶ ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. Ὁ μὲν θεσπέσιος Μωσῆς, τοὺς εὖ μάλα μυσταγωγούμενος νόμους, ἐποιεῖτο τὰς διατριβὰς ἐν τῷ ὄρει Σινᾷ. Οἱ δὲ πρὸς τὴν μέλλησιν αὐτοῦ ἀσυνέτως ὀλιγωρήσαντες, φρενοβλαβείαις εἰς τοῦτο κατωλίσθησαν, ὥστε καὶ ὅτι γεγόνασιν ὑπὸ Θεῷ τῷ πάντα ἰσχύοντι τάχα που λοιπὸν μηδὲ εἰδέναι παντελῶς· καίτοι καὶ ἐν εἴδει πυρὸς ἐπ’ ὄρους Σινᾶ τεθεαμένοι, καὶ φωνῆς αὐτήκοοι γεγονότες, καὶ μεσιτεύειν αὐτοῖς λελιπαρηκότες Μωσέα. Ἀλλ’, Ὦ τῆς εἰς λῆξιν ἀσυνεσίας ἔμπλεοι, φαίη τις ἂν αὐτοῖς καὶ κεχρόνικεν ὁ Μωσῆς. Εἶτα τί τοῦτο πρὸς τὸν Θεὸν ἀεὶ συνόντα τοῖς ἐπὶ τῆς γῆς, κἂν εἰ μὴ ὁρῷτο τυχόν; Ἀνακεκραγέτω τοίνυν ὁ θεσπέσιος Δαβίδ· Γενεὰ σκολιὰ καὶ παραπικραίνουσα. Καὶ πρός γε τοῦτο Μωσῆς· Ἐπελάθου Θεοῦ τρέφοντός σε. Ποίων δὲ ἐδεῖτο θεῶν, ὁ παραδόξως οὕτω λελυτρωμένος, δι’ ὃν ἡ χάλαζα καὶ ὁ τριήμερος σκότος τῆς τῶν Αἰγυπτίων κατεχεῖτο γῆς, δι’ ὃν ἀπολώλασι ἐν νυκτὶ μιᾷ τὰ πάντων πρωτότοκα; ᾧ ἡ ἀγρία καὶ ἀνουθέτητος θάλασσα τὴν τῶν διωκόντων ὠμότητα διαδιδράσκειν ἐδίδου; Ἀλλ’ εἴ τις ἕλοιτο τὰ καθ’ ἕκαστα· λέγειν, μακρὸν ἐφ’ ἅπασι δαπανήσει λόγον. Μέλλοντος δὴ οὖν τοῦ πανσόφου Μωσέως, ἐπεφύοντα τῷ Ἀαρών. Ὁ δὲ ἀφόρητον ἤδη πως τεθεαμένος τὴν ἔφοδον (ἀνακεκράγεισαν γάρ· Ποίησον ἡμῖν θεοὺς, οἳ προπορεύσονται ἡμῶν), προσκομίζειν ἐκέλευσε τά τε τῶν γυναικῶν καὶ τῶν θυγατέρων ἐνώτια. Οἱ δὲ προσῆγον εὐθύς· ὅτι πεπτώκασιν εἰς τὴν ἐν Αἰγύπτῳ πλάνησιν, καὶ ταῖς ἀρχαίαις ὠλίσθησαν ἀβουλίαις, δι’ αὐτοῦ τοῦ πράγματος κατέδειξεν Ἀαρὼν, ἐν εἴδει τοῦ μόσχου διαπλάσας αὐτοῖς τὸ προσκυνούμενον ἄγαλμα. Μόσχος γὰρ ἦν ἐν Αἰγύπτῳ τὸ σέβας αὐτοῖς τε τοῖς Αἰγυπτίοις, καὶ τοῖς τὴν ἐκείνων ἀπάτην ἠῤῥωστηκόσιν. Ὁρᾷς οὖν ὅπως ὑποφέρονται εἰς τὸ ἐν ἀρχαῖς. Εἰσέφρησε πάλιν τὸ ἀκάθαρτον πνεῦμα· καὶ γέγονεν αὐτοῖς κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, χείρονα τῶν πρώτων, τὰ λοίσθια. Οἶμαι δὲ ὅτι λίαν οἰκονομικῶς ὁ θεσπέσιος Ἀαρὼν ἐζήτησε τὰ ἐνώτια, μονονουχὶ διὰ τούτου σημαίνων, ὅτι τοῦ καθήκοντος κόσμου τὴν ἑαυτῶν σεσυλήκασιν ἀκοήν· ἔχοντες μὲν οὐκέτι τὸ εὐπειθὲς, παρενηνεγμένοι δὲ μᾶλλον εἰς θεομισῆ καὶ βέβηλον ἀπείθειαν. Θεοῦ γὰρ λέγοντος, Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ, εἶτα τοὺς λόγους κατακροτήσαντες, καὶ τῇ παγκάλῳ ψήφῳ τιμήσαντες, εἰρηκότες τὸ, Πάντα ὅσα εἶπεν ὁ Θεὸς, ποιήσομεν καὶ ἀκουσόμεθα· θεοὺς ἐζήτουν γλυπτούς. Ὁρᾷς ὅπως ἀποβεβλήκασι τὸ εὐήκοον; Καὶ τοῦτο, οἶμαι, τῶν ὤτων ὁ κόσμος. Θέα δὲ, ὅπως καταμειδιᾷ τῶν ἐγχειρημάτων ὁ Ἀαρών. Ἐπιδείξας γὰρ αὐτοῖς τὸ ἐν εἴδει μόσχου πεποιημένον ἄγαλμα, προσεφώνει λοιπόν· Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου. Ἀλλ’ οὐκ ἐν μόσχῳ λελύτρωται (πῶς γὰρ ἢ πόθεν), ἀλλ’ ἐν χειρὶ κραταιᾷ, καὶ ἐν βραχίονι ὑψηλῷ, καὶ ἐν σημείοις καὶ τέρασιν. Οὐκοῦν ὡς εἰς ἀνάμνησιν τῶν παρὰ Θεοῦ γεγονότων, κατειρωνεύεται λέγων· Οὗτοι οἱ θεοί σου, Ἰσραήλ. Προσῆγεν δὲ καὶ θυσίας· ἔφαγον δὲ καὶ πεπώκασιν ὡς ἐν ἑορτῇ, Καὶ ἀνέστησαν παίζειν. Ἕψεται γὰρ ἀποστάσει τῇ παρὰ Θεοῦ τὸ ἐνδεσμεῖσθαι τοῖς σαρκικοῖς, καὶ τρυφὴν ἡγεῖσθαι τὴν ἀκαθαρσίαν, καὶ τέρψιν οἴεσθαι καλὴν καὶ ἡδεῖαν, τὰ ἐφ’ οἷς ἦν αὐτοὺς κατοιμώζειν ἄξιον. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος, τοῖς σαρκικοῖς ἐγκλήμασιν ἐναρίθμιον ἐτίθει τὴν ἀκάθαρτον εἰδωλολατρείαν· Φανερὰ γάρ ἐστι τὰ ἔργα τῆς σαρκὸς, ἅτινά ἐστι, πορνεία, ἀκαθαρσία, ἀσέλγεια, εἰδωλολατρεία. Προμνήστρια γὰρ καὶ τῶν ἔτι χειρόνων ἡ πλάνησις· καὶ τὸ ἔξω φέρεσθαι Θεοῦ, νοσεῖν ἀναγκάζει τὰ πάντων αἴσχιστα τῶν κακῶν. Οἱ μὲν γὰρ ἐχόρευον, ἀνιέντες, οἶμαί που, τὰς ἐπιδείπνους ᾠδὰς, δρῶντές τε καὶ λέγοντες ἃ τῶν μεθυόντων ἐστὶν ἐγκλήματα. Ἀγνοοῦντι δὲ τὰ τετολμημένα τῷ θεσπεσίῳ Μωσῇ φανερὰ καθίστησι Θεὸς, οὕτω λέγων· Βάδιζε, τὸ τάχος ἐντεῦθεν κατάβηθι· ἠνόμησε γὰρ ὁ λαὸς, ὃν ἐξήγαγες ἐκ γῆς Αἰγύπτου. Παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ ἧς ἐνετείλω αὐτοῖς. Ἐποίησαν ἑαυτοῖς μόσχον, καὶ προσεκύνησαν αὐτῷ, καὶ τεθύκασιν αὐτῷ, καὶ εἶπαν· Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου. Καὶ νῦν ἔασόν με, καὶ θυμωθεὶς ὀργῇ εἰς αὐτοὺς, ἐκτρίψω αὐτοὺς, καὶ ποιήσω σε εἰς ἔθνος μέγα. Καὶ ἐδεήθη Μωσῆς ἐναντίον Κυρίου τοῦ Θεοῦ αὐτοῦ. Ἀκούεις ὅπως ἐλαφρὸν καὶ εὐπαράφορον ὄντα τὸν Ἰσραὴλ, καὶ πολὺ λίαν εὐπετῆ εἰς ἀπόστασιν; Οὐδὲ λαὸν ἴδιον ὀνομάζειν ἀξιοῖ· ἀλλὰ καίτοι διορισάμενος τὸν νόμον αὐτὸς, Μωσεῖ τὸ χρῆμα προσνέμει. Παρέβησαν γὰρ, φησὶ, ταχὺ ἐκ τῆς ὁδοῦ ἧς ἐνετείλω αὐτοῖς. Ταύτῃτοι καὶ ὁ Χριστὸς τοῖς τὰ ἴσα πεφρονηκόσι, καὶ τῆς ἀσεβείας τὴν δόκησιν ὑποπλαττομένοις, ἀγαθουργεῖν δὲ κατ’ ἀλήθειαν οὐ μεμελετηκόσιν, ἐπὶ τοῦ θείου βήματος ἐρεῖν ἔφη τὸν Κριτήν· Ἀπόστητε ἀπ’ ἐμοῦ, ἐργάται ἀνομίας, οὐκ οἶδα ὑμᾶς. Οὐκοῦν Θεῷ γνώριμοι, καὶ λαὸς αὐτοῦ κατὰ ἀλήθειαν εἶεν ἂν, οἱ τῆς εἰς αὐτὸν ἀγάπης ἀδιασπάστως ἐχόμενοι, καὶ τὸ ἐν πίστει γνήσιον ἀποσώζοντες, καὶ ἐρηρεισμένοι πρὸς ἀγαθουργίαν, καὶ τὰ ἐκ τῆς ἐλαφρίας ἐγκλήματα παρωθούμενοι. Πλὴν ἐλιπάρει Μωσῆς, καὶ ἀνακόπτεσθαι τὴν ὀργὴν τὴν κατὰ πάντων ἠξίου. Ἔδει γὰρ, ἔδει τὸν μεσιτεύοντα μιμεῖσθαι Χριστὸν, ὃς τὴν ἄνωθεν ἐφ’ ἡμᾶς οὖσαν ὀργὴν διὰ πολλὴν ἁμαρτίαν ἀπεσόβησεν, ὡς Υἱὸς τὴν ἐν πίστει δικαίωσιν τοῖς ἡμαρτηκόσι δωρούμενος. Τύπος οὖν ἄρα τῆς διὰ Χριστοῦ μεσιτείας, καὶ τοῦτο δὴ πάλιν. Καὶ ὁ μὲν θεσπέσιος Μωσῆς ταῖς ἱκεσίαις ἀποστᾷ τὸ ἀπότομον τῆς ὀργῆς· εἶτα κάτεισιν ἐκ τοῦ ὄρους. Ἐπειδὴ δὲ χορευόντων ἐπύθετο, καὶ τὰς τῶν μεθυόντων εἰς οὖς ἐδέχετο φωνὰς, καταῤῥήγνυσι τὰς πλάκας ἐγκεκολαμμένων αὐτοῖς τῶν νόμων, οὐκέτι παιδαγωγίας ἀξιῶν ὡς ἀπειθεῖς καὶ ἀγνώμονας, ἢ ὀλιγογνώμονας, καὶ κομιδῇ μὲν εὐπάροιστον ἐφ’ ἃ μὴ προσῆκεν ἔχοντας νοῦν, ταχεῖαν δὲ οὕτω τὴν ἀπόστασιν πεποιημένους. Ἐπειδὴ δὲ ἧκεν εἰς τὴν συναγωγὴν, συντρίβει τὸν μόσχον. Εἶτα καθιεὶς εἰς ὕδωρ, πεπότικεν αὐτὸ, φησὶ, τοὺς υἱοὺς Ἰσραήλ· μονονουχὶ διὰ τούτου σημαίνων, ὅτι καὶ αὐτῶν ἡπάτων καὶ σπλάγχνων τῶν ἐν αὐτοῖς ἅψεται τὸ δυσσέβημα· οἶμαι δὲ ὅτι κἀκεῖνο τάχα που καταμηνύων αὐτοῖς, ὅτι τῆς βεβήλου καὶ βδελυρᾶς εἰδωλολατρείας ἐκμεμεστωμένην ἔχουσι τὴν καρδίαν. Προσκαλεσάμενος δὲ τοὺς ἐξειλεγμένους, ἀναιρεῖν ἐκέλευε τοὺς ὅτι μάλιστα τῶν ἄλλων αἰτιωτάτους, καὶ ἀδελφοῦ, καὶ γείτονος, καὶ γνωρίμων ἠφειδηκότας. Καὶ δὴ καὶ πεπτώκασι χιλιάδες τρεῖς καὶ εἴκοσιν. Ἐπειδὴ δὲ συμμέτρους ἐζήτησε δίκας τοὺς ἀναίδην οὕτω δεδυσσεβηκότας, ὑπονοστεῖ πρὸς Θεὸν, καὶ τὰς ὑπὲρ τῶν ἑτέρων ποιεῖται λιτάς. Τότε δὴ μόλις αὐτῷ κατανεύει Θεὸς, συνέσεσθαι λέγων ἥκιστα μὲν αὐτὸς, συναποστελεῖν δὲ μᾶλλον αὐτοῖς ἄγγελον ἐπιστάτην καὶ καθηγησόμενον τῆς ὁδοῦ. Καὶ πρός γε δὴ τούτῳ κατοιμώζει μὲν ὁ λαός· προσέταττε δὲ Θεὸς, ἀφελέσθαι τὰς στολὰς καὶ πάντα τὸν κόσμον, ἰέναι τε οὕτως ἐν κατηφείᾳ. Οὗ καὶ εἰς πέρας ἐνηνεγμένου, λαβὼν, φησὶ, Μωσῆς τὴν σκηνὴν αὐτοῦ, ἔπηξεν ἔξω τῆς παρεμβολῆς. Καὶ οὕτω μὲν τῆς ἱστορίας ὡς ἐν βραχέσιν ὁ λόγος. Εὐρήσομεν δὲ τοὺς ἐξ Ἰσραὴλ τὰ ἴσα τετολμηκότας, ὅτε καθ’ ἡμᾶς γέγονεν ἄνθρωπος ὁ Μονογενής. Ἐκάλει μὲν γὰρ εἰς βασιλείαν οὐρανῶν, καθὰ πάλαι διὰ Μωσέως εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ἐλευθερώσειν δὲ ἐπηγγέλλετο τοὺς εἰς αὐτὸν πιστεύοντας. Ἠλευθέρου γὰρ καὶ τοὺς ἐξ αἵματος Ἰσραὴλ τῆς Αἰγύπτου πλεονεξίας καταδεξαμένους ἐν πίστει τὴν δι’ αἵματος σωτηρίαν. Τεθύκασι γὰρ τὸν ἀμνὸν, ὡς ἐν τύποις, ἔτι τοῦ Χριστοῦ πληροῦντος τὸ μυστήριον. Ἀλλ’ οἱ νόμον ἔχοντες τὸν παιδαγωγοῦντα καλῶς διὰ σκιᾶς καὶ τύπων ἐπὶ Χριστὸν, ἢ τοὺς τοῦ Μωσέως ἄνω τε καὶ κάτω προϊσχόμενοι λόγους, καὶ αὐτοῦ Μωσέως ἠφειδηκότες (ἐτράποντο γὰρ εἰς διδασκαλίαν καὶ ἐντάλματα ἀνθρώπων), τῆς ὑπὸ Θεῷ λατρείας ἀπεσείοντο τὸν ζυγόν. Προσήκαντο γὰρ οὐδαμῶς τὸν δι’ οὗ τῶν ὅλων κρατεῖ, τουτέστι Χριστόν. Καὶ τίς ἡ πρόφασις; Ἀπονενεύκασι γὰρ εἰς ἀπάτην κοσμικὴν, καὶ τὰς ἐν τῷδε τῷ βίῳ τέρψεις τῆς προὐργιεστέρας ποιοῦνται σπουδῆς, προσκεκρούκασιν εἰκότως. Κεκλημένοι γὰρ εἰς τοὺς γάμους, οὐκ ἤθελον ἐλθεῖν, γυναίων τε καὶ ἀγρῶν προϊσχόμενοι κτήσεις. Καὶ ἦν μὲν ἤδη καιρὸς, δυσσεβείας εἰς τόδε κατολισθήσαντες, τὴν εἰς ἅπαν ὀργὴν ὑπομεῖναι τὸν Ἰσραήλ. Ἀλλὰ τῶν ἁγίων λιταὶ σεσώκασι τὸ κατάλειμμα· πλὴν εἰς πολλοὺς ἡ δίκη. Πεπτώκασι γὰρ, μαχαίραις καὶ πολέμῳ πικρῷ δαπανώμενοι, ἐγνώκασι μόλις ὅτι ἐν αὐτοῖς ἐκβέβηκε κακοῦ τῆς εἰς Χριστὸν παροινίας τὰ ἐγκλήματα. Ἀποβεβληκότες δὲ ὥσπερ τῆς ἀρχαίας ἐκείνης εὐκλείας τὴν περιστολὴν, καὶ πάντα κόσμον πνευματικὸν, πολὺ νοσοῦσι τὸ ἄχαρι, καὶ γυμνοὶ μὲν ἁπάσης διατελοῦσι δόξης. Ὅτι δὲ καὶ αὐτὸς αὐτῶν ἀποπεφοίτηκεν ὁ Χριστὸς, ὑπέφηνεν ὁ Μωσῆς, μακρὰν τῆς παρεμβολῆς μεθιστὰς τὴν ἑαυτοῦ σκηνὴν καταλελειμμένην. Πῶς γὰρ ὁ Χριστὸς τὰς τῶν Ἰουδαίων ἀγέλας, ἤτοι τὰς παρεμβολὰς, καὶ τῆς ἐκείνων πληθύος ἀποδεδραμηκὼς τρόπον τινὰ καὶ ἀποτάτω χωρῶν, σκηνὴν ἀκατάσειστον τὴν ἐξ ἐθνῶν ἀνέδειξεν. Ἐκκλησίαν· ἢν καὶ ἰδίαν αὐτὸς ἀποφαίνων, διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς ὧδέ πού φησι· Ὧδε κατοικήσω, ὅτι ᾑρετισάμην αὐτήν. Ἔδει τοίνυν καὶ κόσμου καὶ δόξης ὁρᾶσθαι λοιπὸν ἀπημφιεσμένους, τοὺς οὐκ ἔχοντας τὸν Ἐμμανουὴλ, τὸν τῆς δόξης Κύριον, τὸν τοῖς ἀγαπῶσιν αὐτὸν, τὸν ἐκ πίστεως καὶ ἀρετῶν περιτιθέντα κόσμον· ὡς ἐπὶ τούτῳ δὴ λίαν ἡσθέντας εἰπεῖν· Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ. Ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης. Ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ. Ἐκπρεπὲς γὰρ δὴ λίαν τὸ κάλλος, δῆλον δὲ ὅτι τὸ ἐν Χριστῷ τὸ νοητόν· δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἀγίῳ Πνεύματι νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Cyrillus Alexandrinus, Glaphyra in Pentateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg097.local001/.
