# Glaphyra in Pentateuchum Περὶ τοῦ Γάδ.

Cyrillus, Glaphyra in Pentateuchum, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Ζ., Περὶ τοῦ Γάδ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/glaphyra-in-pentateuchum/%CE%A0%CE%B5%CF%81%E1%BD%B6%20%CF%84%CE%BF%E1%BF%A6%20%CE%93%CE%AC%CE%B4.

Γὰδ πειρατήριον πειρατεύσει αὐτόν· αὐτὸς δὲ πειρατεύσει αὐτὸν κατὰ πόδας. Ἡρμήνευσε πάλιν τὸ τί ἂν βούλοιτο δηλοῦν ὁ Γάδ· πειρασμὸς γὰρ, ἢ πειρατήριον. Πρέποι δ’ ἂν, οἶμαι, καὶ διὰ τούτου νοεῖσθαι τὸν θεοστυγῆ τε καὶ ἀλαζόνα τῶν Γραμματέων τε καὶ Φαρισαίων ἐσμόν· οἳ τὸ θεῖόν τε καὶ εὐαγγελικὸν παρωθούμενοι κήρυγμα, καὶ τῶν ἀναγκαίων τιμῶντες εἰς ὄνησιν οὐδὲν, ἐπέβρυχον τοὺς ὀδόντας Χριστῷ, διδάσκοντι μὲν τὰ ὑπὲρ σκιὰν καὶ νόμον, εὐδοκιμοῦντι δὲ λίαν καὶ τεθαυμασμένῳ, καταπλήττοντί τε οὐδὲν ἧττον τοὺς ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν τῇ τῶν τετερατουργημένων ὑπερβολῇ, καὶ ταῖς εἰσηγήσεσι ταῖς εἰς πᾶν ὁτιοῦν τῶν ἀρεσκόντων Θεῷ συνεισφέροντι τὰ παράδοξα. Καὶ γοῦν ὅτε, κατὰ τὴν τοῦ προφήτου φωνὴν, τὴν Βηθανίαν ἀφεὶς, εἰσέφρησεν εἰς Ἱεροσόλυμα, αὐτὸς πραῢς ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον, οἱ μὲν προηγούμενοι παῖδες εὐφημοῦντες ἔφασκον· Ὡσαννὰ τῷ υἱῷ Δαβίδ. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Τῶν δὲ συνθεόντων τινὲς τὰ ἱμάτια κατεστρώννυον ἐν ταῖς ὁδοῖς, καὶ οὐκ ἀθαύμαστον ἐποιοῦντο τὴν εἰσβολήν· οἱ δὲ διεῤῥήγνυντο, καὶ ὀξυτέροις τοῦ φθόνου πληττόμενοι κέντροις, προσελάλουν ἀλλήλοις, μονονουχὶ δὲ καὶ κατῃτιῶντο μέλλοντας ἔτι περὶ τὸ χρῆναι φονᾷν. Ἔφασκον γὰρ, ὅτι Θεωρεῖτε ὅτι οὐκ ὠφελεῖ οὐδέν. Ἴδε ὁ κόσμος ὅλος ὀπίσω αὐτοῦ ἀπῆλθεν. Ἐπειδὴ δὲ τὴν τῶν ἤδη πεπιστευκότων πληθὺν ἐδεδίεσαν, χειρῶν μὲν τέως ἐφείδοντο, καὶ τῆς εἰς προὖπτον ἐπιβολῆς. Ἵνα δὲ τοῖς Ῥωμαίων προσκρούσειε στρατηγοῖς, ἐπιπέμπουσί τινας τῶν ἰδίων μαθητῶν μετὰ τῶν καλουμένων Ἡρωδιανῶν λέγοντας· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἰ, καὶ ἀμέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων. Ἔξεστι δοῦναι κῆνσον Καίσαρι, ἢ οὔ; Ἀλλ’ ἠλέγχοντο παραχρῆμα, λέγοντος αὐτοῖς τοῦ Χριστοῦ, μετὰ τὴν τῶν δηναρίων δεῖξιν· Ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. Οἱ δὲ δὴ, πρὸς τοῦτο κατερυθριάσαι δέον καὶ ἀποσχέσθαι λοιπὸν τοῦ πειράζειν αὐτὸν, πεῖραν αὐτοῦ καθίεσαν καὶ ἑτέραν. Ποιήσας μὲν γὰρ ὡσεὶ φραγέλλιον ἐκ σχοινίου, πάντας ἐξέβαλεν ἐκ τοῦ ἱεροῦ τοὺς πωλοῦντας τὰ πρόβατα καὶ τὰς βοῦς, λέγων· Ἄρατε ταῦτα ἐντεῦθεν· Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου, οἶκον ἐμπορίου. Οἱ δὲ ἀγανακτοῦντες παραγίνονται· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, καὶ τίς ἔδωκέ σοι τὴν ἐξουσίαν ταύτην; Τί οὖν πρὸς τοῦτο ὁ Χριστός; Ἐρωτήσω, φησὶ, κἀγὼ ὑμᾶς λόγον, καὶ εἴπατέ μοι· Τὸ βάπτισμα Ἰωάννου πόθεν ἦν; ἐξ οὐρανοῦ, ἢ ἐξ ἀνθρώπων; Οἱ δὲ διελογίζοντο, φησὶν, ἐν ἑαυτοῖς, ὅτι Ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν· Διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; Ἐὰν εἴπωμεν, ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον. Πάντες γὰρ ὡς προφήτην εἶχον τὸν Ἰωάννην. Καὶ λέγουσι, φησίν· Οὐκ οἴδαμεν. Τί οὖ πρὸς ταῦτα Χριστός· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. Οὐκοῦν πειρατήριον ὁ Γὰδ, τουτέστιν, οἱ ἀεὶ πειράζοντες Φαρισαῖοι. Πλὴν ἀντεπειράζοντο καταπόδας, τουτέστιν, εὐθύς. Χριστὸς γὰρ ἦν ὁ κατὰ τὴν τοῦ προφήτου φωνὴν δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ σοφίᾳ αὐτῶν, καὶ τὰς τῶν πολυπλόκων βουλὰς περιστὰς ἀστείως εἰς ἀντίστροφον ζήτησιν.

---

Cyrillus Alexandrinus, Glaphyra in Pentateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg097.local001/.
