Ancient Greek
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Ζ., Περὶ τοῦ Δάν.
Cyrillus Theol., Glaphyra in Pentateuchum Περὶ τοῦ Δάν..1
Not analysed yet
Δὰν κρινεῖ τὸν λαὸν αὐτοῦ, ὡσεὶ καὶ μία φυλὴ ἐν Ἰσραήλ· καὶ γενηθήτω Δὰν ὄφις, ἐφ’ ὁδῷ ἐγκαθήμενος ἐπὶ τρίβου, δάκνων πτέρναν ἵππου, καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπίσθια, τὴν σωτηρίαν περιμένων παρὰ Κυρίου. Ἕπεται πάλιν τῇ τοῦ ὀνόματος ἐτυμολογίᾳ ὁ λόγος. Κριτὴς γὰρ ἤτοι κρίσις ὁ Δάν. Ἐμφήνειε δ’ ἂν ὡς ἐφ’ ἑαυτῷ καὶ οὗτος πάλιν τὸν εὐκλεᾶ καὶ περίοπτον τῶν ἁγίων ἀποστόλων χορόν· οἳ εἰς ἀρχὴν τέθεινται τῶν πεπιστευκότων, καὶ τὸ κρίνειν ἔλαχον, κατανέμοντος αὐτοῖς τὸ χρῆμα Χριστοῦ. Καὶ γοῦν ὁ θεσπέσιος Παῦλός φησι· Οὐκ οἴδατε ὅτι ἀγγέλους κρινοῦμεν, μήτιγε βιωτικά; Κριτὴς μὲν οὖν εἶς καὶ νομοθέτης κατὰ τὰς Γραφὰς ὁ Χριστός. Εἰ δὲ πρεσβεύουσιν ὑπὲρ Χριστοῦ οἱ ἀπόστολοι, καὶ ἐν αὐτοῖς τέθειται τῆς καταλλαγῆς ὁ λόγος, οὐδὲν τὸ παράδοξον, εἰ καὶ νοοῖντο κριταὶ καθ’ ὁμοιότητα τοῦ Χριστοῦ. Διακέκραγε δέ που καὶ ὁ μέγας ἡμῖν Ἡσαΐας, τήν τε αὐτοῦ τοῦ Χριστοῦ θεοπρεπῆ βασιλείαν, καὶ τὴν αὐτῶν τῶν ἁγίων ἀποστόλων ἀνάῤῥησιν ἐμφανῆ καθιστάς· Ἰδοὺ δὴ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ ἄρχοντες μετὰ κρίσεως ἄρξουσι. Πάλαι μὲν γὰρ ἐβασίλευον τῆς Ἱερουσαλὴμ οἱ ἐκ τῆς Ἰούδα φυλῆς· τετάχαντο δὲ πρὸς τὸ κρίνειν οἱ τῇ ἁγίᾳ σκηνῇ προσεδρεύοντες, καὶ τὸν τῆς ἱερωσύνης λαχόντες κλῆρον· Χείλη γὰρ ἱερέως φυλάξεται κρίσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ. Ἐπειδὴ δὲ τῆς ἐν νόμῳ σκιᾶς οἱονεὶ συνεσταλμένης, καὶ τῆς ἐν πνεύματί τε καὶ ἀληθοῦς λατρείας εἰσκεκομισμένης διὰ Χριστοῦ, λαμπροτέρων ἔδει τῷ κόσμῳ κριτῶν, εἰσκέκληνται πρὸς τοῦτο λοιπὸν οἱ θεσπέσιοι μαθηταὶ, καὶ εἰς τὸν τῶν κατὰ νόμον καθηγητῶν εἰσέφρησαν κλῆρον. Τοιγάρτοι πρὸς μὲν τὴν Ἰουδαίων μητέρα, φημὶ δὴ τὴν Ἱερουσαλὴμ, ἐλέγετο παρὰ τοῦ Θεοῦ διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς· Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησαν υἱοί σου, τουτέστιν, Οἱ σοὶ χρηματίζοντες υἱοὶ, τὴν τῶν πατέρων τάξιν διέλαχον. Πρὸς δέ γε τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· Καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν. Ὃ δὴ καὶ εἰς πέρας ἐνηνεγμένον ἴδοι τις ἄν. Ἄρχοντας γὰρ πεποιήμεθα, καὶ κριτὰς ἐσχήκαμεν οἰκουμενικοὺς, τοὺς ἁγίους μαθητὰς, ὧν ταῖς ὑποθήκαις καὶ αὐτὸ τὸ Χριστοῦ λαλεῖται μυστήριον, ἐπείπερ εἰσὶν αὐτοὶ καὶ ταμίαι τοῦ σώζοντος λόγου, καὶ τῶν πρακτέων εἰσηγηταί· τὸ μὲν ὅσον ἐστὶ τοῖς παιδευομένοις ἀσυντελὲς εἰς ὄνησιν ὡς κίβδηλον ἀποκρίνοντες, εἰσποιεῖσθαί γε μὴν ὅτι πρέποι τὸ πεφυκὸς ὠφελεῖν συμβουλεύοντες. Δὰν τοίνυν φησὶ, τουτέστιν, οἵπερ ἂν ὅλως προχειρισθεῖεν κατὰ καιροὺς ἐπὶ τὸ κρίνειν ἔθνη καὶ λαοὺς, οὕτω κατάρξουσι δυνατῶς καὶ σὺν εὐκλείᾳ πολλῇ, καθάπερ ἀμέλει καὶ μία φυλὴ τῶν ἐξ Ἰσραήλ. Φησὶ δὲ, οἶμαι, τὴν βασιλεύουσαν τὴν Ἰούδα πάντως, καὶ οὐχ ἑτέραν. Ὅτι γὰρ ἐκτετίμηνται, καὶ εἰς ἄκρον ἥκουσι δόξης, παρά γε τοῖς τοῦ Σωτῆρος προσκυνηταῖς, οἱ παρ’ αὐτοῦ προκεχειρισμένοι τῆς ὑφ’ ἡλίῳ καθηγηταὶ πῶς ἔστιν ἀμφιβάλλειν; Πλὴν ὅτι τὸ ἄρχειν αὐτοῖς οὐκ ἀταλαίπωρον ἔσται παντελῶς, ἔμελλον δὲ πολλῶν καὶ ἀναριθμήτων πειρᾶσθαι κακῶν· παραποδισθήσονται δὲ ὅτι καὶ οὐκ εἰς ἅπαν εὑρήσουσι τῆς ἀποστολῆς τὸν δρόμον κινδύνων ἀπηλλαγμένον, ὡς ἐν τύπῳ παραδείγματος ὑπεμφήνειεν, εἰπὼν, ὅτι Γενηθήτω Δάν· ἀντὶ τοῦ, ἔσται τὸ Δὰν ὁ τῶν διωκόντων δῆμος, ὡς ὄφις ἐν ὀδῷ καθήμενος ἐπὶ τρίβου δάκνων πτέρναν ἵππου, τουτέστι, δεινὰ καὶ ἄφυκτα δόγματα διδούς. Τοιγάρτοι τῶν ἔχεων δήγματα δυσδιάφυκτά πώς εἰσιν, εἰ καὶ εἰς αὐτὴν γένοιντο τὴν πτέρναν. Αὐτὸς γάρ σου, φησὶ, τηρήσει κεφαλὴν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν. Ἐπεβούλευσαν δὲ οὕτω τινὲς τοῖς ἁγίοις ἀποστόλοις, ὡς καὶ αὐτὸν ἐπαγαγεῖν τὸν τῆς σαρκὸς θάνατον. Καὶ δή τι τοιοῦτον ὑποστῆναί φαμεν αὐτοὺς, ὁποῖον ἂν πάθῃ τυχὸν ἱππεὺς, ὀκλάσαντος ἵππου, καὶ ἀνόπιν ὥσπερ ὑφιζηκότος. Ὑπτιασθήσεται γὰρ ὁ ἐπιβάτης, καὶ εἰς γῆν, οἶμαι, πεσὼν, περιμενεῖ τὸν σώζοντα. Περιμενοῦσι δὲ οἱ θεσπέσιοι μαθηταὶ τὸν τῆς ἐαυτῶν δόξης τε καὶ σωτηρίας καιρὸν, καθ’ ὃν εἰσκεκλήσονται εἰς βασιλείαν ἀκλόνητον καὶ αἰώνιον, ἐπιφωνοῦντος αὐτοῖς τοῦ Χριστοῦ· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς τοῦ κόσμου. Τετελέκασι γὰρ τὸν δρόμον, τετηρήκασι δὲ καὶ τὴν πίστιν. Οὐκοῦν τὸν ἀμάραντον τῆς δόξης ἀποκομιοῦνται στέφανον. Εἰ δὲ δὴ βούλοιτό τις οὐχὶ τῷ Δὰν ἔσεσθαί τινας ὡς ὄφεις ἐγκαθημένους ὁδῷ, ἀλλ’ αὐτὸν ἑτέροις ἐπιβουλεύσειν τὸν Δάν· ἐκεῖνο ἐροῦμεν, ὅτι τὸ κρίνειν τε καὶ καθηγεῖσθαι λαῶν ἔχοντες οἱ Γραμματεῖς τε καὶ Φαρισαῖοι, πικροτάτων ἔχεων ἐπεφύοντο δίκην τῷ Χριστῷ, καὶ οἱονεί πως ἱππέα διὰ ψιλῆς τε καὶ λείας ᾄττοντα τρίβου, δήγμασι παρακόπτοντες ἀνοσίως ἡλίσκοντο. Ἀλλ’ εἰ καὶ πέπτωκεν ὁ ἱππεὺς, ἐθελοντὴς ἀνατλὰς τὸν τῆς σαρκὸς θάνατον· ἀλλ’ οὖν καὶ ἀναβιώσεται, συλλήπτορα καὶ ἐπαρωγὸν ποιούμενος τὸν Πατέρα. Δύναμις γὰρ ὢν τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Υἱὸς, τὸν ἴδιον αὐτὸς ἐξωοποίησε ναόν. Ταύτῃτοι σεσῶσθαι λέγεται παρὰ τοῦ Πατρὸς κεκινδυνευκὼς ὡς ἄνθρωπος, καίτοι κατὰ φύσιν ὑπάρχων Θεὸς, καὶ ὅλην αὐτὸς εἰς τὸ εὖ εἶναι συνέχων ὁρατήν τε καὶ ἀόρατον κτίσιν. Οὕτω που συνιεὶς καὶ ὁ θεσπέσιος Παῦλος, περὶ αὐτοῦ φησι· Καὶ γὰρ εἰ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως Θεοῦ.