Ancient Greek
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Ζ., Περὶ τοῦ Ζαβουλών.
Cyrillus Theol., Glaphyra in Pentateuchum Περὶ τοῦ Ζαβουλών..1
Not analysed yet
Ζαβουλὼν παράλιος, κατοικήσει καὶ αὐτὸς παρ’ ὅρμον πλοίων, καὶ παρατενεῖ ἕως Σιδῶνος. Φθάσαντες ἤδη προείπομεν, ὅτι τὸν τῆς προκειμένης ἡμῖν προφητείας βασανίζοντες λόγον, καὶ ὅπως ἂν ἔχοι καὶ διαπεραίνοιτο καλῶς, καταθρεῖν σπουδάζοντες, τοῦτο μὲν ὡς ἐξ ὁμοιότητος τῶν ἤδη προειργασμένων πεποιῆσθαί φαμεν, τοῦτο δὲ καὶ ἐξ αὐτῆς εὖ μάλα τῆς τῶν ὀνομάτων ἑρμηνείας, μονονουχὶ πλαστουργούμενον, καὶ τὴν τῶν ἐσομένων ἰδέαν προαναφαίνοντα διαδείξειεν ἂν, οἶμαι, τὶς νοῦν ἔχων. Ὃ δὴ μάλιστα κατιδεῖν ἐξέσται πάλιν ἐπί τε τοῦ Ζαβουλὼν, καὶ τῶν ἐφεξῆς. Διερμηνεύεται γὰρ εὐοδία τε καὶ εὐλογία παρά γε τοῖς τὰ τοιαῦτα διατρανοῦν εὖ μάλα κατειθισμένοις. Εὐλογημένους δὴ οὖν τινας ἄρα τῶν ἐξ Ἰσραὴλ εὑρήσομεν, καὶ τὴν ἐφ’ ἅπασι τοῖς ἁνδάνουσι Θεῷ εὐοδίαν πεπλουτηκότας· πλὴν ὅτι τοὺς διὰ πίστεως τῆς εἰς Χριστὸν δεδικαιωμένους, καὶ τῇ τοῦ ἁγίου Πνεύματος λελαμπρυσμένους χάριτι· ὡς καὶ ἰσχύσαι λοιπὸν οὐ ψευδοεποῦντας ἀνακραγεῖν· Εὐλογημένοι ἡμεῖς τῷ Κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἁρμόσαι δ’ ἂν οἶμαι καὶ περὶ αὐτῶν τὸν μακάριον προφήτην Ἡσαΐαν εἰπεῖν· Ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν. Ἡ γὰρ ὁδὸς Κυρίου κρίσις. Τοὺς ὧδε λαμπροὺς καὶ εὐλογημένους εἰς τὴν ἱεράν τε καὶ θείαν αὐλὴν εἰσκαλεῖσθαι προστέταχεν ὁ τῶν ὅλων Θεὸς, οὕτω λέγων· Ἀνοίξατε πύλας· εἰσελθέτω λαὸς φυλάσσων δικαιοσύνην, καὶ φυλάσσων ἀλήθειαν, ἀντιλαμβανόμενος ἀληθείας, καὶ φυλάσσων εἰρήνην. Ἀλλ’ ἵνα μὴ τοῖς διὰ μέσου σκανδάλοις προσπταίοντες, ὄκνον εἰσδέξαιντο τὸν ἐπ’ ἀγαθοῖς, εὐοδίαν ὥσπερ γενέσθαι προστέταχε, καὶ καταψιλοῦσθαι τὴν εἰσδρομὴν, οὕτω λέγων τοῖς ἁγίοις ἱερουργοῖς· Πορεύεσθε διὰ τῶν πυλῶν μου, καὶ τοὺς λίθους τῆς ὁδοῦ διαῤῥίψατε. Οὐκοῦν εἶεν ἂν εὐλογημένοι τε καὶ εὐοδούμενοι, τὴν εἰς Χριστὸν πίστιν οἱ τετιμηκότες ἐξ Ἰσραήλ. Κατοικήσειν γε μὴν αὐτοὺς ἤτοι τὸν Ζαβουλὼν τὴν τῇ θαλάσσῃ γείτονα χώραν διεβεβαιοῦτο σαφῶς. Οἱονεί πως ἐκεῖνο λέγων, ὅτι τοῖς ἔθνεσιν ἀναμὶξ ἔσται λοιπὸν ὁ Ἰσραὴλ, ἄτε δὴ καὶ εἰς μίαν ποίμνην συνενηνεγμένων τῶν δύο λαῶν, καὶ ὑπὸ χεῖρα τὴν ἑνὸς τοῦ κατὰ φύσιν ἀγαθοῦ γεγονότων ἀρχιποιμένος, τουτέστι Χριστοῦ. Ὅτι δὲ τὸ αἴνιγμα ἀληθὲς, πληροφορήσει ῥᾳδίως τῆς θεοπνεύστου Γραφῆς ὁ λόγος, τοῖς ἐξ ἐθνῶν ἀπονέμων τὴν πρόσοικον τῇ θαλάττῃ χώραν. Ἔφη γὰρ οὕτως· Χώρα Ζαβουλὼν, γῆ Νεφθαλεὶμ ὁδὸν θαλάσσης, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν οἰκοῦντες, Γαλιλαία τῶν ἐθνῶν. Ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, φῶς ἴδε μέγα. Συνίης ὅπως χώραν Ζαβουλὼν τὴν τῶν ἐθνῶν ἀπεκάλει, οἲ καὶ φῶς τεθέανται μέγα, δῆλον δὲ ὅτι διὰ Χριστοῦ. Συμπεφώτισται δὴ οὖν τοῖς τὴν παραλίαν κατοικοῦσιν, ὁ σύνοικος Ἰσραήλ. Εἴη δ’ ἂν, οἶμαι, τουτὶ τὸ εὐοδοῦσθαι παρὰ Θεοῦ. Ὅτι γὰρ τῷ φωτίζεσθαι πάντη τε καὶ πάντως ἕποιτο ἂν τὸ καὶ εὐοδοῦσθαι δεῖν, εἰσόμεθα πάλιν τοῦ Σωτῆρος λέγοντος τοῖς Ἰουδαίων δήμοις· Ἕως τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ σκοτία ὑμᾶς καταλάβῃ. Ὁ πάλαι τοίνυν λαὸς καταμόνας οἰκῶν, ὁ τοῖς ἔθνεσιν ἀναφύρεσθαι παραιτούμενος, αὐτοῖς ἔσται συγκάτοικος, διαστάντος πρὸς διαφορὰν οὐδενός· διά τε τὸ λελύσθαι παρὰ Χριστοῦ τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ τὸν νόμον τῶν ἐντολῶν ἐνδείγμασι κατηργῆσθαι, καὶ τοὺς δύο λαοὺς ἐκθέσθαι λοιπὸν εἰς ἔνα καινὸν ἄνθρωπον ἐν Χριστῷ διὰ Πνεύματος. Ἔσται δὲ, φησὶ, καὶ παρ’ ὅρμον πλοίων, τουτέστιν, ὡς ἐν λιμένι τυχὸν ἀσφαλεῖ, καὶ ἀκύμονι, καὶ εἰς Χριστὸν ἀνάπτων τῆς ἐλπίδος τὰ πείσματα. Ἐκ πολλῆς γὰρ ὥσπερ ἀποφοιτήσας ζάλης, ἐνορμισθήσεται λοιπὸν τῇ παρ’ αὐτῷ χάριτι, καθάπερ ἀμέλει καὶ ἐν λιμέσιν ὁλκάδες. Τὸ δὲ δὴ καὶ μέχρις αὐτῆς παρατείνεσθαι τῆς Σιδῶνος εἰπεῖν, ὑποδηλοῦν ἔοικεν ὅτι τοσαύτη πρὸς ἕνωσιν πνευματικὴν συνδρομὴ τῶν δύο γενήσεται λαῶν, ὡς τοὺς ἐξ αἵματος Ἰσραὴλ καὶ αὐτὰς ἐμπλῆσαι τὰς πόλεις, τὰς ἐν πολλῇ παρὰ Θεῷ γεγενημένας αἰτίᾳ καὶ διαβολῇ, ὡς ἀποπλανώσας ποτὲ καὶ διαρπαζούσας τρόπον τινὰ τοὺς σεβομένους αὐτόν. Ἔφη γάρ που διὰ φωνῆς προφητῶν· Καὶ τί ὑμεῖς ἐμοὶ, Τύρος καὶ Σιδὼν, καὶ πᾶσα Γαλιλαία ἀλλοφύλων; Μὴ ἀνταπόδομα καὶ ὑμεῖς ἀνταποδίδοτέ μοι, ἢ μνησικακεῖτε καὶ ὑμεῖς ἐπ’ ἐμοί; Ὀξέως καὶ ταχέως ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς κεφαλὰς ὑμῶν, ἀνθ’ ὧν τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου ἐλάβετε, καὶ τὰ ἐπίλεκτά μου καὶ τὰ καλὰ εἰσηνέγκατε εἰς τοὺς ναοὺς ὑμῶν. Καὶ τοὺς υἱοὺς Ἰούδα καὶ τοὺς υἱοὺς Ἰσραὴλ ἀπέδοσθε τοῖς υἱοῖς τῶν Ἑλλήνων, ὅπως ἐξώσητε αὐτοὺς ἐκ τῶν ὁρίων αὐτῶν. Ἄθρει δὴ οὖν ὅπως αἱ πάλαι δειναὶ καὶ πολεμιώταται πόλεις, καὶ ὀλέθρου πρόξενοι τοῖς ἐξ Ἰσραὴλ, παντὸς ἐλευθέρους δείματος εἰσδέξονται τοὺς πεπιστευκότας, συνδέοντος ἐν εἰρήνῃ πρὸς ὁμοψυχίαν τοὺς δύο λαοὺς τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, καὶ καταλύοντος μὲν τὴν ἔχθραν, συγκατοικίζοντος δὲ τοῖς ἔθνεσιν ἐν ἀγάπῃ τὸν Ἰσραήλ. Οἶμαι δὴ οὖν ὦδέ τε καὶ οὐ καθ’ ἕτερον τρόπον τὸν Ζαβουλὼν κατοικήσειν παράλιον.