# Glaphyra in Pentateuchum Περὶ τοῦ Νεφθαλείμ..1

Cyrillus, Glaphyra in Pentateuchum, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Ζ., Περὶ τοῦ Νεφθαλείμ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/glaphyra-in-pentateuchum/%CE%A0%CE%B5%CF%81%E1%BD%B6%20%CF%84%CE%BF%E1%BF%A6%20%CE%9D%CE%B5%CF%86%CE%B8%CE%B1%CE%BB%CE%B5%CE%AF%CE%BC..1

Νεφθαλεὶμ στέλεχος ἀνειμένον, ἐπιδιδοὺς τῷ γεννήματι κάλλος. Ἐφαρμόσειεν ἂν, οἶμαί τις, καὶ οὐκ ἀπὸ σκοποῦ, καὶ τόδε δὴ πάλιν αὐτῷ που τάχα τῷ Ἐμμανουὴλ, καὶ μὴν εἰ βούλοιτο, καὶ αὐτοῖς τοῖς ἐν πίστει δεδικαιωμένοις, καὶ ἡγιασμένοις ἐν πνεύματι. Ἐλέγετο μὲν γὰρ πρὸς τὴν τῶν Ἰουδαίων μητέρα, φημὶ δὴ τὴν Ἱερουσαλὴμ, διὰ φωνῆς Ἱερεμίου· Ἐλαίαν ὡραίαν, εὔσκιον τῷ εἴδει, ἐκάλεσε Κύριος τὸ ὄνομά σου. Εἰς φωνὴν περιτομῆς αὐτῆς ἀνήφθη πῦρ ἐπ’ αὐτήν. Μεγάλη ἡ θλίψις ἐπὶ σέ. Ἠχρειώθησαν οἱ κλάδοι αὐτῆς, καὶ Κύριος τῶν δυνάμεων ὁ καταφυτεύσας σε, ἐλάλησεν ἐπὶ σὲ κακά. Ὅτε γὰρ ἔδει τῆς καθηκούσης αὐτὴν ἐπιμελείας τυχεῖν (σημαίνει γὰρ, οἶμαι, τουτὶ, καὶ ἕτερον οὐδὲν, ἡ περιτομὴ), τότε καὶ ἠχρειῶσθαι καὶ ἐμπεπρῆσθαί φησιν αὐτὴν, ὅτι μὴ παρόντα τὸν γεωργὸν ἐπιγινώσκειν ἤθελε, τὸν, οἷά τινι δρεπάνῃ τῇ τομωτάτῃ, τοῦ πνεύματος ἐνεργείᾳ τῶν ἀχρείων ἡμᾶς ἀπαλλάττοντα, τουτέστι, τῶν γεωδεστέρων καὶ σαρκικῶν, ἵνα τὴν εἰς πᾶν ὁτιοῦν τῶν τεθαυμασμένων ἔφεσίν τε καὶ προθυμίαν ἐκτέκωμεν. Ἔστι γοῦν ἀκοῦσαι λέγοντος ἐναργῶς τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστι. Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν, αἴρει αὐτό· καὶ πᾶν τὸ καρπὸν φέρον καθαίρει αὐτὸ, ἵνα καρπὸν πλείονα φέρῃ. Ῥίζα μὲν γὰρ οἷά τις, καὶ ἀμπέλου στέλεχος ἐμβεβοθρευμένης ἀσφαλῶς, τῶν εἰς καινότητα ζωῆς ἐνηνεγμένων ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Κλημάτων δὲ δίκην ἡμεῖς καθ’ ἕνωσιν τὴν ἐν πνεύματι προσπεφύκαμέν τε καὶ ἀπηρτήμεθα νοητῶς, ἀγάπῃ τῇ εἰς αὐτὸν συνδούμενοι, καὶ ἐνσπαταλῶντες πιότητι τῇ παρ’ αὐτοῦ, καὶ τῇ θείᾳ τρεφόμενοι χάριτι πρὸς καρποφορίαν ἀρετῆς. Ἐπισκέπτεται δὲ τὰ καθ’ ἡμᾶς σὺν Υἱῷ καὶ αὐτὸς ὁ Πατήρ. Ἀλλ’ ἔστι που δῆλον, ὅτι κἂν εἰ ἄμπελος νοοῖτο Χριστὸς, γεωργὸς δὲ ὁ Πατὴρ, ἐν Χριστῷ δὴ πάντως τὸ ἀχρεῖον ἀποκερεῖ, καὶ φροντίδος ἀξιοῖ τὸ ὡς ἄριστα ἔχειν δυνάμενον καὶ καρποφοροῦν ἐν αὐτῷ. Ὅτε τοίνυν ἐχρῆν ἐν ἀμείνοσιν ὁρᾶσθαι γεγενημένην τὴν τῶν Ἰουδαίων μητέρα, τὴν εὔσκιόν τε καὶ ὡραίαν ἐλαίαν, ὡς ὁ προφήτης φησὶ, τότε καὶ ἀπόλωλε, καὶ ἀνήφθη πῦρ ἐν αὐτῇ. Τοιγάρτοι καὶ ὁ σοφὸς Ἰωάννης, Ἤδη δὲ καὶ ἡ ἀξίνη, φησὶ, πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται. Ὅτι δὲ ἔμελλε ταῖς εἰς λῆξιν ἡκούσαις κακοῦ περιπεσεῖσθαι συμφοραῖς ἡ διαβόητος πόλις. προανεχρησμῴδησε λέγων ὁ προφήτης Ζαχαρίας· Καὶ ἔσται ὁ κοπετὸς τῆς Ἱερουσαλὴμ ὡς κοπετὸς ῥοῶνος ἐν πεδίῳ ἐκκοπτομένου. Καὶ πάλιν ὡς πρὸς αὐτήν· Διάνοιξον, ὁ Λίβανος, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου. Ὀλολυζέτω πίτυς, διότι πέπτωκε κέδρος. Ὅτι μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν. Ὀλολύξατε, δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος. Λίβανος μὲν γὰρ ὄρος ἐστὶ τῇ κέδρῳ κατάκομον. Εὐῶδες δὲ τὸ φυτὸν, καὶ τῶν ὅτι μάλιστα τεθαυμασμένων εἰς κάλλος. Λιβάνῳ δὴ οὖν παρεικάζει τὴν Ἱερουσαλὴμ, οὐκ ἀθαύμαστον ἔχουσαν τὴν τῶν ἱερέων πληθὺν, τό γε ἧκον, φημὶ, πρὸς τὰς ἐκ νόμου τιμάς. Τέθειντο γὰρ ἡγούμενοι, καὶ οἷάπερ ἐν δρυμοῖς ἁδρά τε καὶ εὐθυμηκέστατα ξύλα, τὸ τῶν ἄλλων ἁπάντων ἀνέχοντες μέτρον, καὶ πολὺ τῶν ὑπὸ χεῖρα λαῶν ὑπερκείμενοι. Ἀλλ’ ἐμπέπρησται μὲν Ἱερουσαλὴμ, τουτέστιν, ὁ Λίβανος. Οἱ δὲ ἐν αὐτῇ λαμπροὶ, καὶ περιφανέστατοι, καὶ τὸ ἐν εὐκλείαις ἕχοντες ὕψος, τεθρηνήκασιν ἀλλήλους, πίπτοντές τε καὶ ἀπολλύμενοι, καὶ ὥσπερ τισὶ δρυτόμοις περιπεσόντες εὐσθενεστάτοις τοῖς Ῥωμαίων στρατηγοῖς. Ἀλλ’ ὅ γε Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, δι’ ὧν ἐκεῖνοι κακοὶ κακῶς ἀπολώλασι, στέλεχος γέγονεν ἀνειμένον. Ἐντρυφᾷ γὰρ ἀεὶ ταῖς ἀκαταλήκτοις εἰς τὸ ἄνω φοραῖς, καὶ ὅλης, ὡς ἔπος εἰπεῖν, τῆς ὑπ’ οὐρανὸν κατευρύνεται. Καὶ αὐτὸ δὴ τοῦτο προανεφώνει σαφῶς ὁ Θεὸς διὰ φωνῆς Ἰεζεχιὴλ οὕτω λέγων· Καὶ λήψομαι ἐκ τῶν ἐπιλέκτων τῆς κέδρου, ἐκ κορυφῆς καρδίας αὐτῶν ἀποκνιῶ, καὶ καταφυτεύσω ἐγὼ ἐπὶ ὄρος ὑψηλὸν, καὶ κρεμάσω αὐτὸ ἐν ὄρει μετεώρῳ τοῦ Ἰσραήλ. Καὶ καταφυτεύσω, καὶ ἐξοίσει βλαστὸν, καὶ ποιήσει καρπὸν, καὶ ἔσται εἰς κέδρον μεγάλην, καὶ ἀναπαύσεται ὑποκάτω αὐτοῦ πᾶν θηρίον, καὶ πᾶν πετεινὸν ὑπὸ τὴν σκιὰν αὐτοῦ ἀναπαύσεται. Καὶ τὰ κλήματα αὐτοῦ ἀποκατασταθήσεται, καὶ γνώσονται πάντα τὰ ξύλα τοῦ πεδίου, ὅτι ἐγὼ Κύριος, ὁ ταπεινῶν ξύλον ὑψηλὸν, καὶ ὑψῶν ξύλον ταπεινὸν, καὶ ξηραίνων ξύλον χλωρὸν, καὶ ἀναθάλλων ξύλον ξηρόν. Ἐγὼ Κύριος ἐλάλησα, καὶ ποιήσω. Συνίης οὖν ὅτι τὰ ἐπίλεκτα τῆς κέδρου λαβὼν, καταπεφύτευκεν ἡμῖν τὸ τῆς ζωῆς ξύλον ὁ Θεὸς καὶ Πατὴρ, τουτέστι Χριστόν. Ἐπίλεκτα δὲ τῆς κέδρου φησὶ τὴν Ἰούδα φυλὴν, τὴν κατάρχουσαν ἀεὶ, καὶ τῶν ἄλλων εὐκλεεστέραν· ἐξ ἧς ἀνέφυ καὶ Ἰεσσαὶ, καὶ Δαβὶδ, καὶ ἡ ἁγία Παρθένος, ἢ τὸν Ἰησοῦν ἐκτέτοκεν. Ὅτι δὲ καὶ ἐπὶ ξύλου κεκρέμασται δι’ ἡμᾶς τὸ ἐκ τῆς ἀπολέκτου κέδρου ληφθὲν, καὶ φυτόν ἐστι καλόν τε καὶ εὐανθέστατον, πῶς ἔστιν ἀμφιβάλλειν; Ἀνεβλαστήσαμεν δὲ καὶ ἡμεῖς διὰ βουλῆς τοῦ Πατρὸς, τὰ πάλαι ξηρὰ καὶ καρπὸν οὐκ ἔχοντα ξύλα, ξηρῶν γεγονότων καὶ αὐανθέντων τρόπον τινὰ τῶν ὡς ἐν ὑγρότητι καὶ ζωῇ τοῦ νόμου, τουτέστι, τῶν ἐξ Ἰσραήλ. Καὶ οἱ μὲν ἦσαν ὑψηλοὶ, ταπεινοὶ δὲ ἡμεῖς καὶ κατεῤῥιμμένοι. Ἀλλ’ ὑψώθημεν ἐν Χριστῷ διὰ πίστεως. Οἱ δὲ τῆς ἀρχαίας κατώλισθον δόξης, καὶ γεγόνασι ταπεινοί. Θεὸς οὖν ἐστιν ὁ τῶν ὅλων Κύριος, ὁ καὶ ἰδίοις νεύμασι ταπεινῶν τὰ ὑψηλὰ, καὶ ἀνακομίζων ὑψοῦ τὰ ταπεινὰ, καὶ ξηραίνων ξύλον χλωρὸν, καὶ ἀναθάλλων ξύλον ξηρόν. Ὅτι γὰρ ἢ ἀκάνθης καὶ τριβόλου διενεγκόντες οὐδὲν, οἱ ἐκ τῆς ἀρχαίας Συναγωγῆς μονονουχὶ καὶ τῆς ἁγίας ἀποκείρονται γῆς, ἀντανέφυ δὲ ὥσπερ ἡ τῶν ἐν πίστει πληθὺς, καὶ τοῖς τῶν δένδρων εὐοσμοτάτοις παρεικάζεται, μαθήσῃ, λέγοντος τοῦ Θεοῦ· Καὶ ποιήσω τὴν ἔρημον εἰς ἕλη, καὶ τὴν γῆν ἐν ὑδραγωγοῖς. Θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον, καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπάρισσον, καὶ λεύκην. Καὶ μεθ’ ἕτερα· Καὶ ἔσται ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη. Διὰ μὲν γὰρ τῆς κέδρου νοήσεις τὴν εἰς ἀφθαρσίαν ἐλπίδα τῶν πεπιστευκότων· σήπεσθαι γὰρ οὐκ οἶδεν ἡ κέδρος. Διὰ δὲ τῆς πύξου, τὸ μήτε ἐν κουφότητι νοῦ, μήτε μὴν ἐν ἐλαφρίᾳ φρενῶν, τοὺς ἐν Χριστῷ νοεῖσθαι πρέπον. Συνετοὶ γὰρ ἄπαντες, ἐπείτοι νοῦν ἔχουσι τὸν Χριστόν. Ναστὸν δὲ ξύλον τὸ πύξινον, καὶ πολλὴν ἔχον ἐν ἑαυτῷ τὴν πύκνωσιν. Διὰ δὲ τῆς μύρτου, τὸ εὔοσμον ἐν ἁγιασμῷ, καὶ τὸ ἀειθαλὲς ἐν χάριτι. Διὰ δέ γε τῆς κυπαρίσσου, τὸ ὑψηλὸν καὶ εὐῶδες. Ὑψηλὸν δέ φημι κατά γε τὴν ἀρετὴν καὶ τὸ ὡς ἐν δόγμασι περιφανές. Διὰ δὲ τῆς λεύκης, τὸ οἱονεὶ λαμπρόν τε καὶ ἔκλευκον εἰς δικαιοσύνην. Λαμπροὶ γὰρ οἱ ἐν Χριστῷ, τῇ παρ’ αὐτοῦ καταγλαϊζόμενοι χάριτι. Στέλεχος δὴ οὖν ἀνειμένον Νεφθαλεὶμ, ἢ αὐτὸς ὁ Χριστὸς, ἢ οἱ Χριστοῦ γνώριμοι. Ἐπειδὴ δέ φησι· Ἐπιδιδοὺς τῷ γεννήματι κάλλος· ὑποδηλώσειεν ἂν, ὡς ἐγᾦμαι, τοιοῦτόν τι πάλιν. Ἐν ἀρχαῖς μὲν γὰρ ὁ Χριστὸς, ἐν τῷ καθ’ ἡμᾶς ὁρώμενος σχήματι, ὅτι Θεὸς κατὰ φύσιν ἐστὶ, καὶ εἰ γέγονε σὰρξ, οὐκ ἐπιστεύετο. Καὶ γοῦν λιθόλευστον μὲν ποιεῖν οἱ Ἰουδαῖοι ἀπετόλμων, ἐπίκλημα καὶ γραφὴν ἐπιῤῥιπτοῦντες αὐτῷ τὸ, Ὅτι σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν. Εὑρήσομεν δὲ καὶ αὐτοὺς τοὺς ἁγίους ἀποστόλους κατατεθηπότας μὲν ὡς τερατουργὸν, πλὴν οὔπω σαφῶς τὸ περὶ αὐτοῦ συνιέντας μυστήριον. Τοιγάρτοι κατηυνάζετο μὲν ἡ θάλασσα, καὶ πνευμάτων ἀγρίων ἀνεκόπτετο φορὰ, Χριστοῦ γενέσθαι προστάττοντος. Οἱ δὲ, φησὶ, διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες· Ποταπός ἐστιν οὗτος, ὅτι καὶ ἡ θάλασσα, καὶ οἱ ἄνεμοι ὑπακούουσιν αὐτῷ; Ὁρᾷς ὅπως, ὅπερ ἦν κατὰ φύσιν, τουτέστι Θεὸς, καὶ εἰ γέγονε σὰρξ, οὔπω τοῖς κατὰ κόσμον ἐγνωρίζετο, καὶ ἦν ἐν δόξαις ταῖς οὔπω λαμπραῖς; Ἐπειδὴ δὲ πρὸς ἐπίδοσιν ἐν ἡμῖν ἡ περὶ αὐτοῦ κεχώρηκε γνῶσις, ἐπιστεύθη λοιπὸν, ὅτι Θεὸς κατὰ φύσιν ἐστὶ, καὶ αὐτῷ πᾶν γόνυ κάμψει, προσκυνούσης αὐτὸν τῆς ὑπ’ οὐρανόν. Οὐκοῦν προϊούσης εἰς τελειότητα τῆς περὶ αὐτοῦ γνώσεως ἐν ἡμῖν, ὡραῖος ὢν κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τότε δὴ, τότε διαγινώσκεται. Εἰ δὲ δὴ καὶ ἐφ’ ἡμῶν νοοῖτο τυχὸν τὸ, Ἐπιδιδοὺς τῷ γεννήματι κάλλος, οὐκ ἀσυμφανὴς ὁ λόγος. Προκόπτοντες γὰρ ἀεὶ κατὰ ἀρετὴν, καὶ τῶν ἀμεινόνων ἐφικνούμενοι, ἤτοι τοῖς ἔμπροσθεν ἐπεκτεινόμενοι, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνὴν, εἰς κάλλος ἀεὶ τὸ περιφανέστερον ἀναθρώσκομεν· κάλλος δέ φημι τὸ πνευματικὸν, ἵνα καὶ ἡμῖν λέγηται λοιπόν· Ἐπεθύμησεν ὁ Βασιλεὺς τοῦ κάλλους σου.

---

Cyrillus Alexandrinus, Glaphyra in Pentateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg097.local001/.
