# Glaphyra in Pentateuchum Περὶ τοῦ καλύμματος τοῦ ἐν τῷ προσώπῳ Μωσέως..1

Cyrillus, Glaphyra in Pentateuchum, Part Ex, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΕΞΟΔΟΝ ΒΙΒΛΙΟΝ Γ., Περὶ τοῦ καλύμματος τοῦ ἐν τῷ προσώπῳ Μωσέως.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/glaphyra-in-pentateuchum/%CE%A0%CE%B5%CF%81%E1%BD%B6%20%CF%84%CE%BF%E1%BF%A6%20%CE%BA%CE%B1%CE%BB%CF%8D%CE%BC%CE%BC%CE%B1%CF%84%CE%BF%CF%82%20%CF%84%CE%BF%E1%BF%A6%20%E1%BC%90%CE%BD%20%CF%84%E1%BF%B7%20%CF%80%CF%81%CE%BF%CF%83%CF%8E%CF%80%E1%BF%B3%20%CE%9C%CF%89%CF%83%CE%AD%CF%89%CF%82..1

Ἆρά γε γινώσκεις ἃν ἀναγινώσκεις; Πρέποι ἂν εἰκότως τοῖς Ἰουδαίων ἐπιφθέγγεσθαι δήμοις, οἳ πρὸς τοῦτο ἥκειν ἀποπληξίας νοηθεῖεν ἂν, ὡς ἀκαρδίους λοιπὸν παρά γε τοῖς ἱεροῖς ὀνομάζεσθαι λόγοις. Ἰδοὺ γὰρ, φησὶ, λαὸς μωρὸς καὶ ἀκάρδιος. Ὀφθαλμὸς αὐτοῖς, καὶ οὐ βλέπουσιν· ὦτα αὐτοῖς, καὶ οὐκ ἀκούονται. Ὅτι δὲ ἀνόνητος παντελῶς καὶ ὁ νόμος αὐτοῖς γέγονεν ὁ διὰ Μωσέως, διὰ τὸ τῆς ἐνούσης αὐτοῖς ἀσυνεσίας μέγεθος καὶ αὐτὸς ἡμῖν ὁ Χριστὸς παρέδειξε λέγων· Ἐρευνᾶτε τὰς Γραφὰς, καὶ ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν. Καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ. Καὶ οὐ θέλετε ἐλθεῖν πρός με, ἵνα ζωὴν ἔχητε. Πώρωσις μὲν γὰρ ἀπὸ μέρους ἐγένετο τῷ Ἰσραὴλ, καὶ διὰ τοῦ πνεύματος φωτισμὸν οὐκ ἔχοντες, ὀκνηροὶ μὲν ἦσαν περὶ τὴν πίστιν, δυσμετακόμιστοι δὲ κομιδῇ πρὸς τὸ δεῖν ἑλέσθαι καὶ φρονεῖν τὰ εἰς σωτηρίαν χρήσιμα. Ἀλλ’ οὐκ ἔξω δίκης εἶεν ἂν, ὅτι, μετὰ τὸ ἑλέσθαι τὸ ὠφελοῦν, ἐτράποντο μᾶλλον εἰς ἀνουθέτητον ἀπείθειαν· καὶ τὸ φῶς ἔχοντες τὸ ἐξ οὐρανοῦ καὶ ἄνωθεν, ἠγάπησαν μᾶλλον τὸ ὡς ἐν νυκτὶ βαδίζειν καὶ σκότῳ. Τοῦτο καὶ ὁ προφήτης ὑπεσήμηνεν λέγων περὶ αὐτῶν· Ὑπομεινάντων αὐτῶν φῶς, ἐγένετο αὐτοῖς σκότος· μείναντες αὐγὴν, ἐν ἀωρίᾳ περιεπάτησαν. Μεμενήκασι γὰρ τραχεῖς καὶ ἐξήνιοι, καὶ ὀλίγου παντελῶς ἀξιοῦντες λόγου τὰ λυσιτελῆ, καὶ δι’ ὧν εἰκὸς καὶ λίαν ἀμογητὶ διαδρᾶναι τὸ ἀδικοῦν. Ἐπεφώνει μὲν γὰρ ὁ Χριστός· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Καὶ, Ἕως οὗ τὸ φῶς ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτία ὑμᾶς καταλάβῃ. Οἱ δὲ ἦσαν ἐν ἴσῳ τοῖς οὐκ ἔχουσι νοῦν, ἢ φρένας. Τοιγάρτοι καὶ κατελήφθησαν ὑπὸ τῆς σκοτίας, καὶ διατελοῦσιν ὡς ἐν νυκτὶ, ἀμέτοχοι παντελῶς τῆς θείας αὐγῆς, καὶ τὸ φῶς τὸ θεῖον οὐκ ἔχοντες· οὐ συνιᾶσι γὰρ παντελῶς τὴν θεόπνευστον Γραφήν. Καὶ διὰ ποίαν αἰτίαν, σαφηνιεῖ λέγων ἡμῖν ὁ θεσπέσιος Παῦλος· Ἄχρι γὰρ τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς Παλαιᾶς Διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται. Ἀλλ’ ἕως σήμερον ἡνίκα ἀναγινώσκεται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. Ἡνίκα δ’ ἂν ἐπιστρέψῃ πρὸς Κύριον, παραιρεῖται τὸ κάλυμμα. Ὁ δὲ Κύριος τὸ πνεῦμά ἐστιν. Οὗ δὲ τὸ πνεῦμα Κυρίου, ἐκεῖ ἐλευθερία. Ἄθρει δὴ οὖν τὸ μυστήριον ἐν τοῖς ἱεροῖς καὶ ἀρχαιοτέροις προσαναλάμπον γράμμασιν. Ἔχει δὲ οὕτως· Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Γράψον σεαυτῷ τὰ ῥήματα ταῦτα· ἐπὶ γὰρ τῶν λόγων τούτων τεθήσομαί σοι διαθήκην καὶ τῷ Ἰσραήλ. Καὶ ἦν ἐκεῖ Μωσῆς ἔναντι Κυρίου τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας. Ἄρτον οὐκ ἔφαγε, καὶ ὕδωρ οὐκ ἔπιε. Καὶ ἔγραψε τὰ ῥήματα ταῦτα ἐπὶ τῶν πλακῶν τῆς διαθήκης, τοὺς δέκα λόγους. Ὡς δὲ κατέβη Μωσῆς ἀπὸ τοῦ ὄρους, καὶ αἱ δύο πλάκες ἐπὶ τῶν χειρῶν Μωσῆ. Καταβαίνοντος δὲ αὐτοῦ ἐκ τοῦ ὄρους, Μωσῆς οὐκ ᾔδει ὅτι δεδόξασται ἡ ὄψις τοῦ χρωτὸς τοῦ προσώπου αὐτοῦ ἐν τῷ λαλεῖν αὐτὸν αὐτῷ. Καὶ εἶδεν Ἀαρὼν καὶ πάντες οἱ πρεσβύτεροι Ἰσραὴλ τὸν Μωσῆν. Καὶ ἦν δεδοξασμένη ἡ ὄψις τοῦ χρωτὸς τοῦ προσώπου αὐτοῦ, καὶ ἐφόβήθησαν ἐγγίσαι αὐτῷ. Καὶ ἐκάλεσεν αὐτοὺς Μωσῆς, καὶ ἐπεστράφησαν πρὸς αὐτὸν Ἀαρὼν καὶ πάντες οἱ ἄρχοντες τῆς Συναγωγῆς. Καὶ ἐλάλησε πρὸς αὐτοὺς Μωσῆς, καὶ μετὰ ταῦτα προσῆλθον πρὸς αὐτὸν πάντες οἱ υἱοὶ Ἰσραήλ. Καὶ ἐνετείλατο αὐτοῖς λέγων πάντα ὅσα ἐλάλησε πρὸς αὐτὸν Κύριος ἐν τῷ ὄρει Σινᾷ. Καὶ ἐπειδὴ κατέπαυσε λαλεῖν πρὸς αὐτοὺς, ἐπέθηκεν ἐπὶ τὸ πρόσωπον αὐτοῦ κάλυμμα. Ἡνίκα δ’ ἂν εἰσεπορεύετο Μωσῆς ἐναντίον Κυρίου, λαλεῖν αὐτῷ, περιῄρει τὸ κάλυμμα, ἕως τοῦ ἐκπορεύεσθαι. Καὶ ἐξελθὼν ἐλάλει πᾶσι τοῖς υἱοῖς Ἰσραὴλ, ὅσα ἐνετείλατο αὐτῷ ὁ Κύριος. Καὶ εἶδον οἱ υἱοὶ Ἰσραὴλ τὸ πρόσωπον Μωσέως ὅτι δεδόξασται. Καὶ περιέθηκε Μωσῆς κάλυμμα ἐπὶ τὸ πρόσωπον αὐτοῦ, ἕως ἂν εἰσέλθῃ συλλαλεῖν αὐτῷ. Καταγράφει μὲν γὰρ τοῖς ἐκ λίθων πυξίοις τὸν νόμον ὁ τῶν ὅλων Θεός. Ἐπειδὴ δὲ τῇ τοῦ θείου φωτὸς προσβολῇ κατηγλάϊστο λοιπὸν τὸ Μωσέως πρόσωπον, ἐν ἡμέραις τεσσαράκοντα προσεδρεύοντος, καὶ τῶν ἀνθρωπίνων ἠφειδηκότος αὐτῶν, ἀγνοοῦσι πρὸς τὴν θέαν οἱ ἀπόλεκτοι τῶν ἐξ Ἰσραὴλ, καὶ πρό γε τῶν ἄλλων Ἀαρών. Ἀποφοιτῶντας δὲ ἤδη καὶ εἰς φυγὴν τραπομένους, ἐπιστρέφει Μωσῆς, προσελάλει τε οὕτω τοῖς υἱοῖς Ἰσραὴλ, προκαθιστὰς τοῦ προσώπου τὸ κάλυμμα, καὶ τοῦ θείου φωτὸς τὴν προσερχομένην ἀκτῖνα τοῖς κατασκιάσμασι μόλις φορητὴν τοῖς ὄχλοις ἀποτελῶν. Ἀλλ’ ἡνίκα, φησὶν, εἰσῄει πρὸς τὸν Θεὸν, περιῃρεῖτο τὸ κάλυμμα. Σύνες δὲ οὖν ὅπως ταῖς Ἰουδαίων διανοίαις ἀχώρητόν πώς ἐστι καὶ αὐτοῦ τοῦ νόμου τὸ φῶς. Εἰ δὲ νοοῖτο πνευματικῶς τὰ ἐν αὐτῷ γεγραμμένα· ἀποστρέψει γὰρ ἕτερον οὐδὲν, ἢ τὸ τοῦ Χριστοῦ μυστήριον, καὶ ταῖς τῶν ἀκροωμένων καρδίαις τὸ θεῖόν τε καὶ διειδέστατον ἐνίησι φῶς. Ἀλλ’ οὐκ ἂν τῶν οὕτω σεπτῶν ἀκροᾶσθαι λόγων οἱ ἐξ Ἰσραὴλ, οὐδ’ ἂν συνεῖεν ἀμογητὶ τοῦ μυστηρίου τὸ βάθος. Καὶ μὴν ὁ Νικόδημος ὅτε τὴν διὰ πνεύματος ἀναγέννησιν ἠκροᾶτο λέγοντος τοῦ Χριστοῦ, ψυχρῶς τε καὶ ἀδρανῶς ἀναπεφώνηκε, λέγων· Πῶς δύναται ἄνθρωπος ἀναγεννηθῆναι γέρων ὤν; Μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν καὶ γεννηθῆναι; Προσετίθει δὲ τούτοις, ἀναπείθοντος αὐτὸν τοῦ Χριστοῦ τὸ χρῆναι πίστει τιμᾷν τὰ ὑπὲρ νοῦν καὶ λόγον· Πῶς δύναται ταῦτα γενέσθαι; καίτοι τοῦ νόμου διὰ μυρίων ὅσων σχημάτων προαναγράφοντος τὸ μυστήριον. Οὐκοῦν ἀπαράδεκτον Ἰουδαίοις καὶ αὐτὸ τοῦ νόμου φῶς, καὶ οὐχὶ δὴ μόνοις τοῖς ἀδρανέσι καὶ ἀγελαίοις, ἀλλὰ καὶ αὐτοῖς τοῖς ἀπολέκτοις καὶ ἱεροῖς. Ἀκήκοας γὰρ ὅτι τὴν Μωσέως πεφόβηνται δόξαν σὺν τοῖς πρεσβυτέροις Ἀαρών. Ἐτίθει δὴ οὖν ὁ Μωσῆς χρησίμως σφόδρα τὸ κάλυμμα. Κατασκίασμα γὰρ ὁ νόμος ἔχει, τὸ παχὺ τοῦ γράμματος, καὶ τῆς ἱστορίας τὸ οὐ σφόδρα λαμπρόν. Ἀλλ’ ἐν ὄψει, φησὶ, Θεοῦ εἰσερχόμενος ὁ Μωσῆς, περιῄρει τὸ κάλυμμα. Τοῦτό τοι καὶ ἐφ’ ἡμῶν αὐτῶν ἀληθὲς εὑρήσομεν. Ἐνηνεγμένοι γὰρ ὥσπερ ἐν προσώπῳ τοῦ Θεοῦ καὶ Πατρὸς, προσκομίζοντος ἡμᾶς τοῦ Χριστοῦ, κατασκιασμάτων δίχα τὴν Μωσέως ὀψόμεθα δόξαν, πνευματικῶς νοοῦντες τὸν νόμον. Μεταμορφούμεθα γὰρ ἀπὸ δόξης εἰς δόξαν, κατὰ τὸ γεγραμμένον. Ὅτι γὰρ ἐν δόξῃ τὸ Χριστοῦ μυστήριον, πῶς ἔστιν ἀμφιβάλλειν, διακεκραγότος ὡδὶ τοῦ μακαρίου Παύλου σαφῶς περί τε τῆς Πρώτης καὶ Δευτέρας Διαθήκης· Εἰ γὰρ ἡ διακονία τῆς κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης ἐν δόξῃ; Κατήργηται μὲν γὰρ ἡ τοῦ νόμου σκιὰ, καίτοι τῇ δόξῃ τετιμημένη τῇ διὰ Μωσέως, ἤγουν τῇ ἐν προσώπῳ Μωσέως. Μένει δὲ ἀσάλευτα τὰ διὰ Χριστοῦ, καὶ πλουτεῖ πάντως τὴν ἀμείνω τῆς ἀρχαιοτέρας δόξαν τε καὶ χάριν. Περιῃρημένων τοιγαροῦν τῶν ἐν νόμῳ κατασκιασμάτων, τὴν δόξαν Θεοῦ κατοπτριζόμεθα, κατὰ τὸ γεγραμμένον. Εἰ ἀκούσωμεν ἐν τύπῳ σφαζόμενον τὸν ἀμνὸν, εὐθέως γινώσκωμεν τὸ μυστήριον, γνωρίζοντες ἀμνὸν, ὃς δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν ἀνέθηκεν ἑαυτὸν εἰς ὀσμὴν εὐωδίας τῷ Θεῷ καὶ Πατρί. Κἂν σποδὸς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζῃ πρὸς τὴν τῆς σαρκὸς καθαρότητα· πάλιν οὐδὲν ἧττον νοήσωμεν τὴν διὰ Χριστοῦ κάθαρσιν, ἣ δι’ ὕδατός τε καὶ πνεύματος, οὐ σαρκικῶν ἡμᾶς ἀπαλλάττουσα ῥύπων, ἀλλὰ τῶν ἐν πνεύματι καὶ ψυχῇ μολυσμῶν τὸν μῶμον ἐκπλύνουσα. Ἡγιάσμεθα γὰρ ἐν Χριστῷ. Προσεποίσομεν δὲ καὶ τοῦτο χρησίμως. Μέχρι γὰρ τούτου τῶν ἐν τῇ Ἐξόδῳ κεφαλαίων τὴν ἀφήγησιν συμμετρεῖν ἐγνώκαμεν, οὐ πρὸς τὴν τῶν ἐφεξῆς καταναρκήσαντες ἑρμηνείαν, ἀλλ’ ὅτι τοὺς Περὶ τῆς ἐν πνεύματί τε καὶ ἀληθείᾳ προσκυνήσεως συντιθέντες λόγους, ταῖς καθηκούσαις ἐρεύναις ὑποβεβλήκαμεν αὐτήν τε τῆς ἁγίας σκηνῆς τὴν κατασκευὴν, καὶ ἕκαστα τῶν ἐν αὐτῇ κειμένων, ἁγιαστηρίου τε, φημὶ, καὶ τῆς κιβωτοὺ, τραπέζης, καὶ λυχνίας, ὡς ἐλλελοιπέναι δοκεῖν τῇ τῶν ἀναγκαίων ἀφηγήσει μηδέν. Δεδαπανήκαμεν γὰρ εἰς τοῦτόν γε ἔννατον καὶ δέκατον λόγον. Θεῷ δὲ ἡμῶν δόξα εἰς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Cyrillus Alexandrinus, Glaphyra in Pentateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg097.local001/.
