Ancient Greek
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Ζ., Περὶ τοῦ Ἀσήρ.
Cyrillus Theol., Glaphyra in Pentateuchum Περὶ τοῦ Ἀσήρ.
Not analysed yet
Ἀσὴρ πίων αὐτοῦ ὁ ἄρτος, καὶ αὐτὸς δώσει τροφὴν ἄρχουσι. Πλοῦτός τοι πάλιν ὁ Ἀσήρ. Ὧδε γὰρ ἔχει τοῦ σημαινομένου ἡ δήλωσις. Εἴη δ’ ἂν, οἶμαί που, κἀνταῦθα νοούμενος, ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι, τουτέστι Χριστὸς, ὁ ἐν ἀγρῷ κρυπτόμενος θησαυρὸς, ὁ πολυτίμητος μαργαρίτης, ὁ καὶ ἐν προσώπῳ τῆς σοφίας ἐναργέστατα λέγων· Πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει, καὶ κτῆσις πολλῶν, καὶ δικαιοσύνη. Αὐτὸς ὁ τὴν γῆν ἐπισκεψάμενος, καθά φησιν ὁ Δαβίδ· Ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν. Γράφει δέ που καὶ ὁ σοφώτατος Παῦλος ἡμῖν περὶ αὐτοῦ· Εὐχαριστῶ τῷ Θεῷ μου πάντοτε περὶ ὑμῶν, ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει. Συνεπτώχευσε γὰρ ἡμῖν, καίτοι πλούσιος ὢν ὁ Θεὸς, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν. Τούτῳ δὴ πάντως ἐστὶ καὶ πίων ὁ ἄρτος, τουτέστι, λιπαρὸς ἄγαν καὶ τροφιμώτατος. Τρέφει γὰρ ἡμᾶς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, οὐ μάννα τὸ αἰσθητὸν καθιεὶς, καθὰ καὶ πάλαι τοῖς ἐξ Ἰσραὴλ, ἀλλ’ ἑαυτὸν ταῖς τῶν πιστευόντων ἐνοικίζων ψυχαῖς διὰ τοῦ ἁγίου Πνεύματος. Τοιγάρτοι καὶ ἔφασκε τοῖς Ἰουδαίων δήμοις· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν. Ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ. Καὶ πάλιν· Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. Ἄρτος δὲ καὶ ἑτέρως νοεῖται ζωοποιὸς κατά τι τῶν ἀποῤῥητοτέρων. Δίδωσι δὲ τοῖς ἄρχουσι τροφήν. Φαίην γὰρ ἂν, ὅτι Θρόνοι τε καὶ Ἐξουσίαι, Ἀρχαὶ καὶ Δυνάμεις, ἄγγελοι καὶ ἀρχάγγελοι, καὶ πᾶσα κτίσις ἁγία καὶ λογικὴ, τροφὴν ποιεῖται Χριστόν. Καὶ ὡς ἂν νοεῖσθαι τὸ χρῆμα πρέποι. Ἀλλὰ καὶ τοῖς τῶν ἐπὶ γῆς ποιμνίων καθηγηταῖς διανέμει τροφὰς, δῆλον δὲ ὅτι τὰς πνευματικὰς, τὴν τῶν θείων μυστηρίων ἀποκάλυψιν, τὴν ἀπάσης εἴδησιν ἀρετῆς, ἵνα καὶ αὐτοὶ τοὺς ὑπεζευγμένους ἀποτρέφοιεν λαοὺς τοῖς εἰς ζωὴν παιδεύμασι. Τοιγάρτοι καὶ πρὸς αὐτοὺς, Δωρεὰν ἐλάβετε, φησὶ, δωρεὰν δότε. Καὶ μὴν καὶ ἑτέρωθι· Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν καταστήσει ὁ Κύριος αὐτοῦ ἐπὶ τῆς οἰκίας αὐτοῦ, τοῦ δοῦναι ἐν καιρῷ τὸ σιτομέτριον; Ἀμὴν λέγω ὑμῖν· μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ Κύριος αὐτοῦ εὑρήσει οὕτως ποιοῦντα. Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν. Τοῦτο ποιοῦντας εὑρήσομεν τοὺς τῶν Ἐκκλησιῶν διδασκάλους, καὶ πρό γε δὴ τούτων τοὺς ἁγίους ἀποστόλους. Ἐπιστέλλει γοῦν ὁ μακάριος Παῦλός τισιν· Ἐπιποθῶ γὰρ ὑμᾶς ἰδεῖν, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν εἰς τὸ στηριχθῆναι ὑμᾶς. Παρακεκλῆσθαι δὲ καὶ αὐτοὶ λέγουσι παρὰ Θεοῦ, τοῖς ἄνωθεν ἀγαθοῖς ἀναπιμπλάντος αὐτοὺς δηλονότι, καὶ ταῖς διὰ Πνεύματος χορηγίαις πλουσίως καταπιαίνοντος. Ἀσὴρ δὴ οὖν ἄρα Χριστὸς, ἢ οἱ Χριστὸν πλουτήσαντες, ὧν ἂν νοοῖτο καὶ πίων ὁ ἄρτος.