# Glaphyra in Pentateuchum Περὶ τοῦ Ἰούδα..1

Cyrillus, Glaphyra in Pentateuchum, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Ζ., Περὶ τοῦ Ἰούδα.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/glaphyra-in-pentateuchum/%CE%A0%CE%B5%CF%81%E1%BD%B6%20%CF%84%CE%BF%E1%BF%A6%20%E1%BC%B8%CE%BF%CF%8D%CE%B4%CE%B1..1

Ἰούδα, σὲ αἰνέσουσιν οἱ ἀδελφοί σου. Αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου. Προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου. Σκύμνος λέοντος Ἰούδα· ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης, ἀναπεσὼν ἐκοιμήθης ὡς λέων, καὶ ὡς σκύμνος. Τίς ἐγερεῖ αὐτόν· Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ. Καὶ αὐτὸς προσδοκία ἐθνῶν. Δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ, καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ. Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ. Χαροποὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου, καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα. Σαφὴς εὖ μάλα τῆς εὐλογίας ἡμῖν ἔν γε τουτοισὶ διαφαίνεται ὁ τρόπος, τῆς τοῦ Σωτῆρος ἡμῶν οἰκονομίας τὴν προαγόρευσιν τοῖς ἀκροωμένοις εἰσκεκομικώς. Προκαταβάλλεται δὲ ὥσπερ ταῖς εὐφημίαις ἀρχὴν, τήν τε τοῦ ὀνόματος σημασίαν, καὶ μέν τοι τὸ προὖχον ἐν δόξῃ παρὰ τὰς ἑτέρας τῆς Ἰούδα φυλῆς. Εἰ γὰρ δή τις ἕλοιτο διατρανοῦν τὸν Ἰούδα φωνὴν ἤτοι τοὔνομα, διερμηνεύσειεν ἂν αἶνον, ἢ ὕμνησιν, ἢ ὑμνούμενον. Ἔχει δὲ ὁ λόγος τὴν ἀναφορὰν, εἰς τὸν ἐκ τῆς Ἰούδα φυλῆς τὸν κατὰ σάρκα Χριστόν. Πέφηνε γὰρ ἐξ Ἰούδα, καὶ Ἰεσσαὶ, καὶ Δαβὶδ, καὶ ἡ πρὸς τὴν τῆς σαρκὸς γένεσιν παραληφθεῖσα Παρθένος. Προαναθρήσας δὴ οὖν ὁ προφήτης εἰς τὸν ἐκ τῆς Ἰούδα φυλῆς, ἀληθὲς ὄνομά σοι, φησὶ, καθὰ καὶ αὐτὴ τῶν πραγμάτων ἡ δύναμις ἐνδείξειεν ἄν. Ἔσῃ γὰρ ὑμνητὸς, καὶ τὴν τῷ Θεῷ πρέπουσαν ἀποίσεις δόξαν. Ἁρμόσει γὰρ ἂν οὐχ ἑτέρῳ τὸ δοξολογεῖσθαι πρέπειν, πλὴν ὅτι μόνῳ τῷ γε ἀληθῶς ὄντι τε καὶ ἐγνωσμένῳ Θεῷ. Εἰ γὰρ πέφηνας ἄνθρωπος, καὶ κεκένωκας ἑαυτὸν, ἀλλ’ οὖν ἔσῃ γνώριμος σεπτὸς καὶ ἀοίδιμος. Οἱ δὲ ἀδελφοὶ διὰ τὸ ἀνθρώπινον οὐχ ὡς ἀνθρώπῳ προσκείσονται, ἀλλ’ ἐν ἀδελφοῖς τεθέντα κατακροτήσουσιν ὡς Δεσπότην, ὑμνήσουσιν ὡς δημιουργὸν, καίτοι τελοῦντα μετ’ αὐτῶν ἐν κτίσμασιν ἐπιγνώσονται τὸν τῶν ὅλων βασιλέα καὶ Κύριον, καίτοι τῇ τοῦ δούλου μορφῇ κατεσκιασμένον. Ὅτι δὲ ἁπάντων κρατήσει τῶν ἀνθεστηκότων, καὶ περιέσται ῥᾳδίως ὁ Ἐμμανουὴλ τῶν ἐχθρῶν, προανεφώνει, λέγων· Αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου. Τοῦτο καὶ αὐτὸς διὰ φωνῆς τοῦ Δαβὶδ προκεχρησμῴδηκεν ὁ Χριστός. Ἔφη γάρ· Ὅτι καταδιώξω τοὺς ἐχθρούς μου, καὶ καταλήψομαι αὐτοὺς, καὶ οὐκ ἀποστραφήσομαι, ἕως ἂν ἐκλίπωσιν. Ἐκθλίψω αὐτοὺς, καὶ οὐ μὴ δύνωνται στῆναι· πεσοῦνται ὑπὸ τοὺς πόδας μου Οὐκοῦν ἐπὶ νώτου τῶν ἐχθρῶν αἱ χεῖρες ἔσονται, φησὶν, ὡς διώκοντος μᾶλλον ἢ φεύγοντος· οὐχ ὡς πληττομένου μᾶλλον, ἀλλ’ ὡς αὐτοῦ καταπαίοντος. Ἀληθὲς γὰρ τὸ ἐν βίβλῳ τῶν Ψαλμῶν ὑμνούμενον, ὅτι Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν. Εἰ γὰρ καὶ αὐτὸς δίδωσιν ἡμῖν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δυνάμιν τοῦ ἐχθροῦ, πῶς οὐκ ἀναγκαῖον ὁμολογεῖν ὅτι πρὸ ἡμῶν αὐτὸς ὑπὸ χεῖρας κειμένους ἕξει τοὺς ἀντεξάγειν ἐθέλοντας, καὶ ἀνοσίως ἀντεγειρομένους; Ὅτι τοίνυν τὸ φεύγειν οὐκ οἶδε, διώκειν δὲ μᾶλλον, καὶ ὧν ἂν βούλοιτο κρατεῖν, καὶ τοῦτο ἀμογητί· νενίκηκε γὰρ τὸν κόσμον· προκαταμεμήνυκε λέγων ὁ θεσπέσιος Ἰακώβ· Αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου, καὶ προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου. Καὶ τίς ἂν νοοῖτο πάλιν ἡ διαφορὰ τῶν αἰνούντων ἀδελφῶν, καὶ τῶν τοῦ πατρὸς υἱῶν, οἳ τοῖς προσκυνοῦσι συντετάξονται; Πῶς οὐκ ἀναγκαῖον εἰπεῖν; Ἐπεγράφετο τοίνυν εἰς πατέρα τῷ Χριστῷ καίτοι πατὴρ κατὰ ἀλήθειαν οὐκ ὢν ὁ μακάριος Ἰωσήφ. Ἦσαν δὲ αὐτῷ υἱοὶ καὶ θυγατέρες ἐκ πρώτων γάμων. Ἐπειδὴ δὲ ἦσαν τάχα που καὶ συνέστιοι τῷ Χριστῷ, σημεῖα ποιοῦντα βλέποντες, καὶ οὐ σφόδρα τοῖς νομικοῖς εἴκοντα νεύμασι διά τοι τὸ εἰς τροφὰς ἀδιάφορον, καὶ τὸ μὴ λίαν ἑλέσθαι τιμᾷν τὴν ἐν Σαββάτοις ἀργίαν· ἔφασκε γάρ· Οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον· καὶ ὅτι Κύριός ἐστι τοῦ Σαββάτου ὁ Υἱὸς τοῦ ἀνθρώπου· ἐμερίζοντο τῇ γνώμῃ, καὶ οὔτε τιμᾷν ὁλοτρόπως ἤθελον, διά γε τὸ δοκεῖν οὐκ ἀπλημμελῶς ἔχειν αὐτῷ τὰ περὶ τὸν νόμον, οὔτε μὴν ἀθαύμαστον ἐᾷν ἠξίουν τὸν οὔτω λαμπρόν. Καὶ γοῦν προσῄεσαν αὐτῷ ποτε λέγοντες ἐναργῶς· Εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ. Οὐδεὶς γάρ τι ἐν κρυπτῷ ποιεῖ, καὶ ζητεῖ αὐτὸς ἐν παῤῥησίᾳ εἶναι. Προσέθηκε δὲ τούτοις ὁ εὐαγγελιστής· Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. Ἀλλ’ οἱ ταῦτα λέγοντες ἐν ἀρχαῖς, προϊόντος τοῦ χρόνου πεπιστεύκασιν. Πεπληροφόρηνται γὰρ ὅτι καὶ Θεὸς κατὰ φύσιν ἐστὶ, καὶ εἰ γέγονεν ἐν σαρκὶ, καὶ πέφηνεν ἄνθρωπος. Τοῦτό τοι καὶ ὁ μακάριος προφήτης Ἱερεμίας, προεγνωκὼς ἐν πνεύματι, πρὸς αὐτόν φησι τὸν Ἐμμανουήλ· Ὅτι καὶ οἱ ἀδελφοί σου, καὶ ὁ οἶκος τοῦ πατρός σου, καὶ οὖτοι ἠθέτησάν σε, καὶ αὐτοὶ ἐβόησαν ἐκ τῶν ὀπίσω σου. Ἐπισυνήχθησαν, μὴ πιστεύσῃς εἰς αὐτοὺς, ὅτι λαλήσουσι πρὸς σὲ κακά. Οἱ γὰρ πάλαι τοῖς ἄλλοις ὁμοῦ κατακεκραγότες αὐτοῦ, συνηνέχθησαν ἐν πίστει, χρηστὰ λελαλήκασι περὶ αὐτοῦ. Ἰάκωβος γοῦν ὁ μακάριος ταῖς δώδεκα φυλαῖς ἐπιστέλλει λέγων· Ἰάκωβος Θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος. Οὐκοῦν αἰνέσουσιν ὡς Θεὸν καὶ οἱ διὰ πίστεως καὶ ἁγιασμοῦ τοῦ διὰ πίστεως κεκλημένοι πρὸς ἀδελφότητα· προσκυνήσουσι δὲ οὐδὲν ἧττον καὶ οἱ τοῦ πατρὸς υἱοί. Πρόδηλον δὲ ὅτι οἱ προσκυνοῦντες αἰνέσουσι, καὶ οἱ τὸν αἶνον ὑφαίνοντες, οὐδὲν ἧττον ἔσονται προσκυνηταί. Καὶ γάρ ἐστι σκύμνος λέοντος ἐξ Ἰούδα Χριστὸς, Υἱὸς ὢν Θεοῦ πάντα ἰσχύοντος, ᾧ τὸ ἀμαχὶ πρόσεστι νικᾷν καὶ τὸ μόνῳ δύνασθαι καταπλήττειν λόγῳ τοὺς ἀνθεστηκότας· ὡς γάρ φησιν ὁ προφήτης· Λέων ἐρεύξεται, καὶ τίς οὐ φοβηθήσεται; Σκύμνος οὖν λέοντος ὁ Χριστός· καθάπερ ἀπὸ βλαστοῦ καὶ ἐκ ῥίζης εὐγενοῦς ἀναφὺς, τῆς ἁγίας Παρθένου. Καὶ γάρ ἐστιν αὐτὸς ἡ τῆς δυνάμεως ῥάβδος, ἢν ἐκ Σιὼν ἡμῖν ἀπέστειλεν ὁ Θεὸς ἡ πάντας παρακαλοῦσα καὶ ἀνέχουσα βακτηρία, ἡ εὐθύτητός τε καὶ βασιλείας, ἡ ὀρθῶς μὲν καὶ πράως τὰς τῶν ἁγίων ἀγέλας διαποιμαίνουσα, συντρίβουσα δὲ καθάπερ σκεῦος κεραμέως τοὺς ὑπ’ αὐτῷ νέμεσθαι μὴ ἀνεχομένους. Αὐτὸς ἡ ῥάβδος ἡ Ἀαρὼν, ἡ τόπον ἔχουσα τὴν θείαν σκηνὴν, καὶ εἰς τὰ Ἄγια τῶν ἁγίων εἰσενηνεγμένη, ἡ ἐξανθήσασα κάρυα· ὅπερ ἐστὶν ἀναστάσεως σύμβολον. Ξύλον γὰρ τὸ ἐκ καρύας, ἀϋπνίας ἐστί πως ἐμποιητικόν. Ἐκτετίμηται δὲ τὸ τῆς ἀναστάσεως μυστήριον ἐν Ἐκκλησίαις Θεοῦ. Διὰ τοῦτο καὶ ὁ μακάριος Ἰακὼβ βλαστὸν ὀνομάσας, εὐθὺς διαμέμνηται τῶν ἐν τέλει τῆς οἰκονομίας, καί φησι· Ἀναπεσὼν ἐκοιμήθης ὡς λέων, τουτέστιν, οὐκ ἀβούλητον ὑπέστης θάνατον, ἀλλὰ καί τοι πάντας ἑλεῖν ὡς λέων καὶ καταπτοῆσαι δυνάμενος, καὶ τῆς τῶν θηρευόντων ἐκδῦναι χειρὸς, ἐθελοντὴς ἀνεκλίθης, καὶ οὐ, καθάπερ ᾠήθησαν οἱ σταυροῦν ᾑρημένοι, θανάτῳ κατισχημένος, ἀλλ’ οἷον ὕπνῳ χρησάμενος, καὶ καταμύσας βραχύ. Τίς οὖν αὐτὸν ἐγερεῖ; φησί. Ὅμοιον ὡς εἰ λέγοι, κατεκλίθη μὲν ἑκὼν, πλὴν οὐ τῆς παρ’ ἑτέρου δεήσεται συνεργίας εἰς ἀνάστασιν. Παναλκὴς γὰρ αὐτὸς ὡς δύναμις τοῦ Πατρός· καὶ οὐκ ἀνικάνως ἔχων, εἴς γε τὸ δύνασθαι, καὶ μάλα ῥᾳδίως, τὸν ἑαυτοῦ ζωοποιῆσαι ναόν. Τοῦτό τοι καὶ ἔφασκεν Ἰουδαίοις προσλαλῶν· Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Ὅτι τοίνυν οὐδεὶς ἂν γένοιτο πρὸς τοῦτο αὐτῷ συνεργὸς, ἀρκέσει δὲ μόνος αὐτὸς ὡς ἰσχὺς τοῦ γεγεννηκότος, ὑποδηλώσειεν ἂν οὐκ ἀσυμφανῶς ὁ λόγος. Ἀλλὰ τίς δὴ ἄρα καὶ ὁ τῆς ἐπιδημίας ἔσται καιρὸς, ἐμφανίζει λέγων· Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται. Καὶ αὐτὸς προσδοκία ἐθνῶν. Ἦρχον μὲν γὰρ Ἰουδαῖοι, καὶ ἐξ αἵματος Ἰσραὴλ ἦσαν οἱ παρ’ αὐτοῖς ἡγούμενοι· μέχρις ἂν Ἡρώδης ὁ Ἀντιπάτρου παῖς, Παλαιστινὸς ὢν, τετράρχης ὠνόμασται, καὶ μετεποιήσατο τῆς ἀρχῆς· ἐφ’ οὗ καὶ αὐτὸς γεγέννηται Χριστὸς, ἡ τῶν ἐθνῶν προσδοκία. Ὅτι γὰρ σέσωσται ἡ τῶν ἐθνῶν πληθὺς γεννηθέντος αὐτοῦ, μακρῶν οὐ δεήσει πρὸς ἀπόδειξιν λόγων, αὐτοῦ διακεκραγότος τοῦ πράγματος. Πλὴν ὅτι προεισέφρησε μὲν διὰ πίστεως ὁ ἐξ ἐθνῶν ἀρτιγενής τε καὶ νέος λαὸς, εἰσκληθήσεται δὲ μετ’ αὐτὸν καὶ ὁ Ἰσραὴλ, ἐδίδαξε λέγων εὐθύς· Δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ. Προσέδησε γὰρ ὥσπερ ἑαυτῷ διὰ πίστεως, ἡ ἄμπελος ἡ ἀληθινὴ, τουτέστι Χριστὸς, τὸν ἐξ ἐθνῶν λαὸν, ὃν τῷ πώλῳ παρεικάζει. Προσέδησε δὲ ὅτι τῇ ἕλικι τῆς ἀμπέλου, τουτέστιν, ἀγάπῃ τῇ παρ’ ἑαυτοῦ, τὸν πῶλον τῆς ὄνου αὐτοῦ, φημὶ δὴ τὸν ἐκ τῆς ἀρχαιοτέρας τῆς Ἰουδαίων μητρὸς, ἤτοι τῆς Συναγωγῆς πεπιστευκότα λαὸν, πῶς ἂν ἐνδοιάσειέ τις, ἀπάσης, ὡς ἔπος εἰπεῖν, τῆς θεοπνεύστου Γραφῆς λαλούσης ἡμῖν τὸ μυστήριον; Ὅτι δὲ ἔμελλεν αἵματι τῷ ἰδίῳ τὴν ἑαυτοῦ καταφοινίξαι σάρκα, προσηλούμενος τῷ ξύλῳ, καὶ τῇ λόγχῃ διανενυγμένος, ἐνέφηνεν, εἰπών· Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ. Καὶ γοῦν ὁ θεσπέσιος Ἡσαΐας, τὴν εἰς οὐρανοὺς ἀναφοίτησιν τοῦ Χριστοῦ διηγούμενος, τοὺς ἁγίους ἔφησεν ἀγγέλους εἰπεῖν, ἤτοι τὰς ἄνω δυνάμεις· Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ; Ἐρύθρημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ. Καὶ πάλιν· Ἵνα τί σου ἐρυθρὰ τὰ ἱμάτια; καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ. Ὅτι δὲ κἂν εἰ γέγονεν ἐν νεκροῖς, κἂν εἰ τὰς τῶν Ἰουδαίων παροινίας ἀνέτλη, ῥαπίσματα καὶ ὀνειδισμοὺς, οὐ πολὺς αὐτῷ τῶν τοιούτων ὁ λόγος, πεπονθότι δι’ ἡμᾶς, καὶ ἀνασώσαντι τὴν ὑπ’ οὐρανόν· ἔστι δὲ μᾶλλον ἐν ταῖς αὐτῷ φιλαιτάταις ἀεὶ καὶ συνήθεσιν εὐθυμίαις, παραδείξειεν ἂν εἰπών· Χαροποὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου. Νοηθείη γὰρ ἂν ἐν τούτοις, καθάπερ ἐγὼ οἶμαι, τὸ οἱονεὶ φιλομειδὲς, καὶ τὸ ἀεί πως εὔθυμόν τε καὶ ἱλαρὸν τῆς θεότητος αὐτοῦ. Ἱλαρὸς γάρ πως ἀεὶ τοῖς πεπωκόσιν ὁ νοῦς, καὶ τῶν καταλυπεῖν εἰωθότων ὅτι μάλιστα καταφρονητής. Ἐπειδὴ δὲ ἐξ ὀδόντων ὥσπερ πρόεισιν ὁ λόγος, λευκοὺς εἶναι καὶ αὐτούς φησι, ὡς καθαρόν τε καὶ ἔκλευκον τὸν ἀπὸ γλώττης ἱέντας λόγον. Ἁμαρτοεπὴς γὰρ οὐδαμῶς, εὐθυρήμων δὲ μᾶλλον καὶ ἀληθὴς ὁ Χριστός· καὶ πᾶν, εἴ τι φθέγξαιτο, τοῦτό ἐστιν ἁγιοπρεπὲς, καὶ τεθαυμασμένον, καὶ πλείστην ὅσην ἐμποιοῦν τοῖς· ἀκροωμένοις τὴν εἰς ψυχήν τε καὶ νοῦν λαμπρότητα.

---

Cyrillus Alexandrinus, Glaphyra in Pentateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg097.local001/.
