# Glaphyra in Pentateuchum Περὶ τοῦ Ἰσάχαρ..1

Cyrillus, Glaphyra in Pentateuchum, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Ζ., Περὶ τοῦ Ἰσάχαρ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/glaphyra-in-pentateuchum/%CE%A0%CE%B5%CF%81%E1%BD%B6%20%CF%84%CE%BF%E1%BF%A6%20%E1%BC%B8%CF%83%CE%AC%CF%87%CE%B1%CF%81..1

Ἰσάχαρ τὸ καλὸν ἐπεθύμησεν, ἀναπαυόμενος ἀνὰ μέσον τῶν κλήρων. Καὶ ἰδὼν τὴν ἀνάπαυσιν ὅτι καλὴ, καὶ τὴν γῆν ὅτι πίων, ὑπέθηκε τὸν ὦμον αὐτοῦ εἰς τὸ πονεῖν, καὶ ἐγενήθη ἀνὴρ γεωργός. Μισθὸς δὴ πάλιν ὁ Ἰσάχαρ ἑρμηνεύεται. Εἴη δ’ ἂν ὡς ἀπό γε τοῦ σημαινομένου τύπος οἷά τις καὶ εἰκὼν οὐκ ἀσυμφανὴς τῶν ὡς ἐν τάξει μισθοῦ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἀπονεμηθέντων Χριστῷ· Αἴτησαι γὰρ, φησὶν ὁ Δαβὶδ, παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Ψάλλει δέ που καὶ πάλιν τοὺς δοθέντας, οἶμαί που. τῷ Ἐμμανουὴλ, μονονουχὶ καταδεικνύς· Ἰδοὺ ἡ κληρονομία Κυρίου, υἱοί· ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρός. Δέδονται γὰρ, φησὶ, τῷ Ἐμμανουὴλ μισθὸς οἷά τις οἱ πεπιστευκότες ἀπό τε τῶν ἐξ αἵματος Ἰσραὴλ, καὶ τῆς ἑτέρας πληθύος, φημὶ δὴ τῆς ἐξ ἐθνῶν. Κύριον δὲ ὀνομάσας τὸν Ἰησοῦν, καὶ καρπὸν αὐτὸν ἔφησε γενέσθαι γαστρὸς, διά τοι τὴν καθ’ ἡμᾶς ὁμοίωσιν. Γεγέννηται γὰρ ἐκ γυναικὸς, καὶ καρπὸς νηδύος ἐδείχθη παρθενικῆς. Οὐκοῦν τοὺς πιστεύοντας ἀποκεκέρδηκεν ὁ Χριστὸς, καὶ περὶ αὐτῶν τάχα που πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν φησι· Οὓς δεδωκάς μοι ἐκ τοῦ κόσμου, σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδωκας. Οὗτοι δὴ οὖν τὸ καλὸν ἐπεθύμησαν, τουτέστι πᾶν ὅπερ ἂν λέγοιτό τε καὶ ἔστιν ἀληθῶς ἐξαίρετον, καὶ τῶν ὅτι μάλιστα φιλτάτων Θεῷ. Τοῦτο ποιοῦνται περὶ πολλοῦ, καὶ κατορθοῦν σπουδάζουσιν, ὡς ἐκ διανοίας ἀγαθῆς ἀναφωνοῦντες λέγειν· Τὰ κρίματα Κυρίου ἀληθινὰ, δεδικαιωμένα ἐπὶ τὸ αὐτὸ ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν. Καλὸν δὲ πρὸς τούτῳ, τὸ ἐπιθυμεῖν ὑπ’ αὐτῷ γενέσθαι Χριστῷ. Ὃ δὴ καὶ ἡ νύμφη φησὶν ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων· Ἐν τῇ σκιᾷ αὐτοῦ ἐπεθύμησα, καὶ ἐκάθισα. Ὁ γνώμης τοίνυν εἰς τοῦτο προήκων λαὸς, κατασκέψεται μὲν ἀκριβῶς τοὺς περὶ Θεοῦ κλήρους, τουτέστι, τὰ ἐν ἐλπίσιν ἀγαθὰ τοῖς εὐσεβοῦσιν ἐπηγγελμένα. Περὶ ὧν καὶ ὁ θεῖος ἔφη Δαβίδ· Ἐν ταῖς χερσί σου οἱ κλῆροί μου. Καταλύσει δὲ ὥσπερ ἐν αὐτοῖς, καὶ ἐπαναπαύσεται πάντη τε καὶ πάντως, ὅτι τεύξεται προσδοκῶν. Ἐπαινέσας δὴ οὖν τὴν ἑαυτοῦ βουλήν τε καὶ κρίσιν, καὶ οὐ μετρίου θαύματος τὴν ἔν γε τούτοις ἀξιώσας ἀνάπαυσιν, τουτέστι, τὴν εἰς αἰῶνα τιμὴν, τὴν ὡς ἐν ἁγιασμῷ τελείῳ ἔχοντι ζωὴν, τὴν ἀτελεύτητον δόξαν, τὴν ἀναπόβλητον βασιλείαν, καὶ ὅσα καὶ νοῦ καὶ γλώττης ἐπέκεινα, τληπαθὴς ἔσται λοιπόν. Ἑωρακὼς γὰρ ὅτι πίων ἡ γῆ, τὸν ὦμον ὑποθήσει, φησὶ, καὶ ἀγαπήσει τὸν πόνον. Δέχεται δὲ τὸ παράδειγμα παρὰ τῶν ὡς ἄριστα γηπονεῖν εἰωθότων, οἳ φιλεργέστατοί τέ εἰσι καὶ σκαπάνης φίλοι, καὶ μὴν καὶ ἀρότροις ἐνιδροῦν σπουδάζουσιν, εἰ δὴ πιείρας λάβοιντο γῆς, ἐννοοῦντες, οἶμαί που, καρπὸν τὸν ἀμφιλαφῆ, καὶ τὰ ἐξ αὐτῆς ἐσόμενα. Παροτρύνει δέ πως εἰς τοῦτο καὶ ὁ σοφὸς ἡμᾶς Ὠσηὲ, λέγων· Σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς· φωτίσατε ἑαυτοῖς φῶς γνώσεως. Ἐκζητήσατε τὸν Κύριον ἕως οὗ ἔλθῃ γεννήματα δικαιοσύνης ὑμῖν. Ἐκηύξατο δὲ καὶ ὁ μακάριος Παῦλος εἰπών· Ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν, χορηγήσει καὶ πληθυνεῖ τὸν σπόρον ὑμῶν, καὶ αὐξήσει τὰ γεννήματα τῆς δικαιοσύνης ὑμῶν, ἵνα πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν.

---

Cyrillus Alexandrinus, Glaphyra in Pentateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg097.local001/.
