# Glaphyra in Pentateuchum Περὶ τῆς Μωσέως ὀπτασίας τῆς ἐν τῷ βάτῳ..1

Cyrillus, Glaphyra in Pentateuchum, Part Ex, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΕΞΟΔΟΝ ΛΟΓΟΣ ΠΡΩΤΟΣ., Περὶ τῆς Μωσέως ὀπτασίας τῆς ἐν τῷ βάτῳ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/glaphyra-in-pentateuchum/%CE%A0%CE%B5%CF%81%E1%BD%B6%20%CF%84%E1%BF%86%CF%82%20%CE%9C%CF%89%CF%83%CE%AD%CF%89%CF%82%20%E1%BD%80%CF%80%CF%84%CE%B1%CF%83%CE%AF%CE%B1%CF%82%20%CF%84%E1%BF%86%CF%82%20%E1%BC%90%CE%BD%20%CF%84%E1%BF%B7%20%CE%B2%CE%AC%CF%84%E1%BF%B3..1

Οἱ μακάριοι προφῆται περὶ τῶν καθ’ ἡμᾶς οὐ μετρίως πεφροντικότες, ἅτε δὴ πνευματοφόροι καὶ ἀκριβῆ τῶν πραγμάτων ποιούμενοι τὴν κατάσκεψιν, συλλήπτορα καὶ ἐπαρωγὸν ἀναδείκνυσθαι παρεκάλουν τοῖς ἐπὶ τῆς γῆς τὸν τοῦ Θεοῦ Λόγον, αὐτῷ δὲ καὶ μόνῳ τὸ ἀνασώσειν δύνασθαι τοὺς εἰς λῆξιν ἥκοντας κακῶν ἀναθέντες ὡς Θεῷ. Γεγόνασι μὲν γὰρ τῶν ἀρίστων εἰσηγηταὶ, καὶ τὴν τῆς σωτηρίας παραδεικνύντες ὀδὸν σοφοί τε καὶ ἀγχίνοοι. Καὶ τί γὰρ οὐχὶ λαχόντες τῶν ἐπαινουμένων, εἰκότως κατεθαυμάζοντο; Ἀλλ’ ἦσαν οὐχ οἷοί τε καθ’ ἡμῶν τυραννίδος ἀποσοβῆσαι τὸν Σατανᾶν, οὔτε μὴν τὰ βέβηλα τῶν δαιμονίων ἐλάσαι στίφη, οἳ τοὺς ἀθλίους ἡμᾶς πολυτρόπως κατεληΐζοντο, μονονουχὶ καὶ ἐν τάξει τῶν δορυκτήτων ποιούμενοι, καὶ ζυγῷ δουλείας καταφορτίζοντες τὰ αὐτοῖς δοκοῦντα φρονεῖν τε καὶ δρᾷν ἀνοσίως ἠνάγκαζον· δασμολόγοι δὲ ὥσπερ δεινοί τε καὶ ἄτεγκτοι προσάγειν ἐκέλευον τὰ τῆς λατρείας αὐτοῖς, καὶ ὡς ἐπὶ ὀφλήματος τάξει, τὸ καταμιαίνεσθαι δεῖν τοῖς περὶ γῆν σπουδάσμασι, καὶ διὰ τοῦτο μόνα φρονεῖν ἑλέσθαι τὰ σαρκικά. Ἧν οὖν ἄρα τῆς ἀῤῥήτου φύσεως ἀποτέλεσμα λαμπρὸν, τὴν ἀλαζόνα καὶ βέβηλον τοῦ διαβόλου κατασεῖσαι πλεονεξίαν, καὶ δουλείας μὲν ἀπαλλάξαι τῆς οὕτω βλαβερωτάτης καὶ μυσαρωτάτης τοὺς ἐπὶ τῆς γῆς, ἀποφῆναι δὲ λοιπὸν τῆς ἀρετῆς ἐργάτας. Ὅτι δὲ τοῦτο οὕτω μέγα καὶ πολύευκτον ἀγαθὸν ὑπάρξειν ἔμελλε κατὰ καιροὺς τοῖς ἐπὶ τῆς γῆς, καθέντος ἑαυτὸν εἰς κένωσίν τε καὶ ἀνθρωπότητα τοῦ Μονογενοῦς, διὰ τῶν ἱερῶν Γραμμάτων οὐδὲν ἧττον εἰσόμεθα. Ἔχει δὲ οὕτως· Μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν ὁ βασιλεὺς Αἰγύπτου, καὶ κατεστέναξαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων, καὶ ἐβόησαν, καὶ ἀνέβη ἡ φωνὴ αὐτῶν πρὸς τὸν Θεὸν ἀπὸ τῶν ἔργων, καὶ εἰσήκουσεν ὁ Θεὸς τῶν στεναγμῶν αὐτῶν, καὶ ἐμνήσθη ὁ Θεὸς τῆς διαθήκης αὐτοῦ πρὸς Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακώβ. Καὶ ἐπεῖδεν ὁ Θεὸς τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἐγνώσθη αὐτοῖς. Κατεβιάζοντο μὲν γὰρ οἱ Αἰγύπτιοι τοὺς ἐξ Ἰσραὴλ τὸν τῆς ἀναγκαίου θητείας ἐπιῤῥιπτοῦντες ζυγὸν, καὶ πικροὺς αὐτοῖς καὶ ἀφιλοικτείρμονας ἐργοδιώκτας ἐπιστήσαντες, οἳ κατώδυνον αὐτῶν τὴν ζωὴν, καθὰ γέγραπται. Οἱ δὲ ταῖς ἄγαν πλεονεξίαις πεπιεσμένοι κλαίοντες καὶ κατοιμώζοντες τῆς ἄνωθεν ἡμερότητος ἀξιοῦσθαι, λοιπὸν ἐλιπάρουν οἱ τάλανες. Ἀλλ’ ἐπεσκέπτετο Θεὸς, καὶ εἰσεῖδε, φησὶ, τοὺς υἱοὺς Ἰσραὴλ, καὶ ἐγνώσθη αὐτοῖς. Ὅτε τοίνυν ἐσμὲν ἐν ἀγνοίᾳ Θεοῦ, τότε καὶ τοῖς ἀδικοῦσιν ὑποκεισόμεθα, καὶ τοῖς τῆς ἁμαρτίας βορβόροις ἐνκυλινδούμεθα, πικροὺς καὶ ὠμοὺς τῶν τοιούτων ἔχοντες ἐπιστάτας, τοὺς ἀκαθάρτους δαίμονας. Ἕψεται δὲ καὶ πάντως τοῦ γνῶναι Θεὸν τῆς ἐλευθερίας ἡ χάρις. Ἀλλ’ ἐκεῖνα μὲν ἐπράττετο τυπικῶς· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, καθὼς γέγραπται. Καὶ ἐφ’ ἑνὸς μὲν ἔθνους τῶν ἐξ αἵματος Ἰσραὴλ ὁ τύπος. Διδάξει δ’ εὖ μάλα καὶ σαφῶς ὅτι τοῖς ἀκαθάρτοις πνεύμασι καὶ τῷ διαβόλῳ σκοπὸς, συνωθεῖν ἐπείγεσθαι τοὺς ἐπὶ γῆς εἰκαίοις ἐνιδροῦν σπουδάσμασι, καὶ τὰ σαρκὸς ἔργα πληροῦν· ἴνα μὴ σχολαῖον ἔχοντες νοῦν καὶ ἀναμύοντα πρὸς τὰ ἄνω, τὸν τῶν ὅλων εἰδεῖεν Θεόν· οὕτω τε λοιπὸν καὶ εἰς τὸ αὐτῷ δοκοῦν ἐπευθύνοντο, καὶ τῆς ἐπ’ αὐτῷ δουλείας ἀπονεύουσι ζυγόν. Ἐπειδὴ δὲ ἔνεστι τῇ ἀνθρωπείᾳ φύσει τὸ φιλελεύθερον, οὐκ ἐπαινοῦμεν ἔσθ’ ὅτε τὰ πάθη· καταμυσαττόμεθα δὲ πολλάκις ἀνανήφοντες βραχὺ, καὶ τῶν τῆς σαρκὸς ἡδονῶν τὸ ἄχαρι, τὴν ἄνωθεν καὶ παρὰ Θεοῦ διψῶμεν ἐπικουρίαν, καὶ τῆς ἀβουλήτου δουλείας οὐ μετρίαν ποιούμεθα τὴν καταβοήν. Τοῦτο, οἶμαι, ἔστι τὸ καταστενάξαι πρὸς Θεὸν τοὺς υἱοὺς Ἰσραήλ. Ἐπειδὴ δέ ἐστιν ἀγαθὸς, ἀπέστειλεν ἡμῶν Σωτῆρα καὶ Λυτρωτὴν ἐξ οὐρανοῦ τὸν Υἱὸν, ὃς γέγονε καθ’ ἡμᾶς, τουτέστιν ἄνθρωπος. Καὶ τὸ χρῆμα ἡμῖν αἰνιγματωδῶς προανεφώνει πάλιν τὸ Γράμμα τὸ ἱερόν. Ἔφη γὰρ οὕτως· Καὶ Μωσῆς ἧν ποιμαίνων τὰ πρόβατα Ἰοθὸρ τοῦ πενθεροῦ αὐτοῦ τοῦ ἱερέως Μαδιάμ· καὶ ἦγε τὰ πρόβατα εἰς τὴν ἔρημον, καὶ ἦλθεν εἰς τὸ ὄρος τοῦ Θεοῦ Χορέβ. Καὶ ὤφθη αὐτῷ ἄγγελος Κυρίου ἐν φλογὶ πυρὸς ἐκ τοῦ βάτου. Καὶ ὁρᾷ ὅτι ὁ βάτος κατακαίεται πυρὶ, ὁ δὲ βάτος οὐ κατεκαίετο. Εἶπε δὲ Μωσῆς· Παρελθὼν ὄψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο, ὅτι οὐ κατακαίεται ὁ βάτος. Ὡς δὲ εἶδε Κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν ὁ Κύριος ἐκ τοῦ βάτου λέγων· Μωσῆ, Μωσῆ. Ὁ δὲ εἶπε· Τί ἐστι; Καὶ εἶπε· Μὴ ἐγγίσῃς ὧδε. Λῦσον τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου, ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας, γῆ ἁγία ἐστί. Καὶ εἶπεν αὐτῷ· Ἐγώ εἰμι ὁ Θεὸς τοῦ πατρός σου, ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ. Ἀπέστρεψε δὲ Μωσῆς τὸ πρόσωπον αὐτοῦ· εὐλαβεῖτο γὰρ καταβλέψαι ἐνώπιον τοῦ Θεοῦ. Νόμον μὲν γὰρ εἰς βοήθειαν ἔδωκεν ὁ Θεὸς, κατὰ τὴν τοῦ προφήτου φωνὴν (προαπέφηνε γὰρ οἰκονομικῶς Μωσέα παιδαγωγὸν), μονονουχὶ δὲ πρὸς ἀνάδειξιν τῶν τελειοτέρων ἐποιεῖτο τὴν σκιάν· πλὴν ὅτι κατὰ καιροὺς ἀναβλέψειν ἔμελλεν ἡ ἀλήθεια. Καὶ τέλος ἦν τῆς παιδαγωγίας, τὸ Χριστοῦ μυστήριον, ὅπερ διὰ τῆς ὀπτασίας εὖ μάλα κατεπαιδεύετο. Φυτὸν μὲν γὰρ ὁ βάτος ἐστὶ θαμνοειδές τε καὶ ἄκαρπον, καὶ ἀκάνθαις ὀλίγα παραχωροῦν. Πολλὴ δὲ αὐτὸν περιεχεῖτο φλόξ. Ἐν εἴδει γὰρ πυρὸς ἅγιος ἄγγελος ἐπλήρου τὸ χρῆμα· καὶ ἦρτο μὲν, ὑψοῦ δὲ λίαν ἡ φλὸξ, ἠδίκει δὲ ὅλως τὸν ἐν ᾧ πέφηνε βάτον, οὐδέν. Ἀνόσιον ἀληθῶς καὶ πέρα λόγου παντὸς τὸ δρώμενον ἦν. Πῦρ ἀκάνθαις συμβαῖνον καὶ ἡμεροτάτοις αὐτὴν περιθάλπον προσβολαῖς, μονονουχὶ τῆς ἐμφύτου δυνάμεως κατημεληκὸς, καὶ ῥᾴθυμον κομιδῇ τοῖς φθείρεσθαι δυναμένοις ἐνιζηκός. Τοιγάρτοι Μωσῆς ὁ θεσπέσιος κατατεθήπει τὴν ὄψιν. Τίς οὖν ὁ λόγος; Πυρὶ τὴν θείαν παρεικάζει φύσιν τὸ ἰερὸν Γράμμα, διά τοι τὸ παναλκὲς, καὶ τὸ παντὸς δύνασθαι καταθλεῖν εὐκόλως, ξύλοις καὶ πόαις ταῖς ἐν ἀγρῷ τὸν ἀπὸ γῆς ἄνθρωπον. Τοιγάρτοι φησὶ, ποτὲ μέν· Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστίν· ποτὲ δὲ αὖ· Ἄνθρωπος ὡσεὶ χόρτος· αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει. Ἀλλ’ ὥσπερ ἐστὶν οὐ φορητὸν ἀκάνθαις τὸ πῦρ, οὕτω καὶ θεότης ἀνθρωπότητι. Πλὴν ἐν Χριστῷ συνέβη καὶ γέγονεν οἰστή. Κατῴκηκε γὰρ ἐν αὐτῷ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, καθὰ καὶ ὁ σοφὸς μεμαρτύρηκε Παῦλος. Καὶ ὁ φῶς οἰκῶν ἀπρόσιτον, τουτέστι Θεὸς, τῷ ἐκ παρθένου ναῷ κατηυλίζετο, καθεὶς ἑαυτὸν εἰς ἀξιάγαστον ἡμερότητα, καὶ οἱονεὶ περιστέλλων τὴν ἄκρατον τῆς ἰδίας φύσεως προσβολὴν, ἵνα γένηται χώρητος, καθάπερ ἀμέλει καὶ ἀκάνθας τὸ πῦρ. Ὅτι δὲ τὸ φθείρεσθαι πεφυκὸς, τουτέστι, τὴν σάρκα φθορᾶς ἀπετέλει κρείττονα, διαδείξειεν ἂν αἰνιγματωδῶς τὸ ἐπὶ τῷ βάτῳ πῦρ ἀδιαλώβητον παντελῶς τηρῆσαν τὸ ξύλον. Ὅτι δὴ τὸν ἴδιον ἐζωποίει ναὸν, καὶ ἄφθαρτον ἀπετέλει καὶ θανάτου κρείττονα, ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ ἐκ Θεοῦ Λόγος, πῶς ἂν ἐνδοιάσειέ τις; Ἐφείδετο τοίνυν τῆς ἀκάνθης τὸ πῦρ, καὶ οἰστὴ γέγονεν ἡ φλὸξ σμικρῷ καὶ ἀσθενεστάτῳ ξύλῳ. Κεχώρηκε γὰρ, ὡς ἔφην, θεότης ἀνθρωπότητι. Καὶ τοῦτο γέγονεν ἐν Χριστῷ τὸ μυστήριον. Κατῴκηκε δὲ καὶ ἐν ἡμῖν ὁ τοῦ Θεοῦ Λόγος, οὐ ποινὰς αἰτῶν, οὐ δίκας εἰσπραττόμενος, ἀλλὰ χρησταῖς καὶ ἡμεροτάταις περιαστράπτων προσβολαῖς. Ὡς γὰρ αὐτός πού φησιν, Οὐκ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ. Οὐ κατεκαίετο τοίνυν ὁ βάτος περιεχομένης αὐτῷ τῆς φλογός. Οὐ γὰρ ἐξῃτήμεθα δίκας τῶν ἡμαρτημένων, καθάπερ ἔφην ἀρτίως· περιλάμπει δὲ μᾶλλον ἡμᾶς ὁ Χριστὸς διὰ τοῦ ἁγίου Πνεύματος, καὶ ἔστιν ἐν ἡμῖν δι’ αὐτοῦ, καὶ ἐν αὐτῷ κράξομεν, Ἀββᾶ ὁ Πατήρ. Κατατεθηπὼς δὲ τὴν ὄψιν ὁ μακάριος Μωσῆς, προσετίθει λοιπὸν ἐκεῖνο, λέγων· Παρελθὼν ὄψομαι τὸ ὄραμα τοῦτο τὸ μέγα, τί ὅτι οὐ κατακαίεται ὁ βάτος. Ἀλλ’ εἴργει λέγων εὐθὺς ὁ μακάριος ἄγγελος ὡς ἐκ προσώπου τοῦ Θεοῦ· Μὴ ἐγγίσῃς ὦδε· λῦσαι τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου. Ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας, γῆ ἁγία ἐστί. Τὴν ἕρημον τὴν ἄνυδρον, τὴν ἀκανθοτόκον, ἐν ᾗ καὶ ὁ βάτος, γῆν ἁγίαν ἀποκαλεῖ. Χῶρος δὲ ἅπα, ἅγιος ἐν ᾧπερ ἂν εἴη Χριστός. Εὖ δὲ δὴ λίαν καὶ ἐν ἐρήμῳ φαίνεται, τύπον ἐπεχούσῃ τῆς ἐξ ἐθνῶν ἐκκλησίας, πρὸς ἢν καὶ ὁ λόγος φησὶν ἱερός· Εὐφράνθητι, ἔρημος διψῶσα· ἀγαλλιάσθω ἔρημος, καὶ ἀνθείτω ὡς κρίνον. Ὑπισχνεῖτο δέ που καὶ ὁ Θεὸς, ποιήσειν τὴν ἔρημον εἰς ἔλη, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς. Πεπλεόνακε γὰρ ἐφ’ ἡμᾶς τοὺς ἐξ ἐθνῶν κεκλημένους τοῦ Σωτῆρος ἡ χάρις, καὶ ποταμὸς οἷά τις τοῖς ἄνωθεν ἐπικλύζων νάμασι καταμεθύσκει πλουσίως. Τοῦτό τοι καὶ ὁ θεσπέσιος ἡμῖν Δαβίδ· Ἔθετο ποταμοὺς εἰς ἔρημον, καὶ γῆν καρποφόρον εἰς ἅλμην ἀπὸ κακίας τῶν ἐνοικούντων ἐν αὐτῇ. Ἐν ἐρήμῳ τοίνυν ὁ βάτος, καὶ ἁγία λοιπὸν ἡ τοῦτον ἔχουσα γῆ, καὶ ἱερὰ τῷ Θεῷ. Καὶ προσιὼν ὁ Μωσῆς ἀνακόπτεται, καὶ τοῦ ποδὸς ἀναλύειν προστάττεται τὸ ὑπόδημα. Νεκρότητος δὲ καὶ φθορᾶς τὸ χρῆμα σημεῖον, εἴπερ ἐστὶ πᾶν ὑπόδημα ζώου λείψανον τεθνειῶτος ἤδη καὶ κατεφθαρμένου. Ἀπρόσιτος οὖν ὁ Χριστὸς τοῖς ἐν νόμῳ, καὶ τῇ παιδαγωγικῇ λατρείᾳ. Προαπονίζεσθαι γὰρ ἀνάγκη τὸν μολυσμὸν, καὶ τὸν ἐκ τῆς ἁμαρτίας προαποτρίβεσθαι ῥῦπον. Καὶ ἔστιν ἀμήχανον, αἷμα ταύρων ἀφαιρεῖν ἁμαρτίαν. Δικαιοῦται γὰρ οὐδεὶς ἐν νόμῳ. Κατηργημένης δὲ οὔπω τῆς ἁμαρτίας, ἰσχύειν ἀνάγκη τὴν φθορὰν, καὶ κατακρατεῖν τῶν μεμολυσμένων ἔτι τὸν θάνατον. Δεῖ δὴ οὖν ἄρα τοὺς ἰδεῖν ἐθέλοντας τὸ Χριστοῦ μυστήριον, τὴν ἐν τύποις καὶ σκιαῖς προαποθέσθαι λατρείαν, τὴν μήτε φθορᾶς, μήτε ἁμαρτίας κρείττονα. Συνήσει γὰρ τότε, καὶ εἰς τὴν ἁγίαν εἰσβήσεται γῆν, τουτέστι, τὴν Ἐκκλησίαν. Ὅτι γὰρ οἱ τῆς κατὰ νόμον λατρείας οὐκ ἐξιστάμενοι κεκράτηνται τῇ φθορᾷ, σαφηνιεῖ λέγων αὐτὸς ὁ Χριστός· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς. Τοῦτο δὲ ἦν τὸ μυστήριον, οὐ παρὰ τοῖς ἐν νόμῳ ποθὲν, ἀλλὰ παρὰ τοῖς τὴν πίστιν ἐκδεδεγμένοις, καὶ ἐν Χριστῷ δεδικαιωμένοις, καὶ τὴν ἀμείνω τῆς νομικῆς καταπλουτοῦσι παίδευσιν, φημὶ δὲ τὴν εὐαγγελικήν. Ὑπὸ φθορὰν οὖν ἄρα καὶ οἶον ἐν νόμῳ τὴν τοῦ θανάτου μητέρα, φημὶ δὴ τὴν ἁμαρτίαν, οὔπω διὰ πίστεως ἀποφορτισάμενοι, καὶ μακρὰν οἱ τοιοίδε Χριστοῦ. Εἰ δὲ βουληθεῖεν ἀπολύσασθαι τὸ ὑπόδημα, τουτέστι, τὴν φθορὰν, τὴν δικαιοῦν οὐκ ἰσχύουσαν, καὶ τὴν ζωοποιὸν ἀληθῶς προσιέμενοι χάριν, ἐγγιοῦσι τότε τῷ δικαιοῦντι τὸν ἀσεβῆ, τουτέστι Χριστῷ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Cyrillus Alexandrinus, Glaphyra in Pentateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg097.local001/.
