Ancient Greek
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Ζ., Περὶ τῆς εὐλογίας τῶν ιβ πατριαρχῶν.
Cyrillus Theol., Glaphyra in Pentateuchum Περὶ τῆς εὐλογίας τῶν ιβ πατριαρχῶν.
Not analysed yet
Σκοπὸς μὲν τῷ λόγῳ τὸ ἀφηγήσασθαι δεῖν τῶν εἰρημένων ἕκαστα παρὰ τοῦ προπάτορος Ἰακὼβ τῶν ἐκβησομένων κατὰ καιροὺς ἐπὶ τοῖς ἐξ αὐτοῦ γεγονόσιν υἱοῖς. Προδιαμαρτύρεται δὲ ὥσπερ ἐκεῖνο σαφῶς ὡς δυσέφικτος μὲν κομιδῇ τῶν εἰρημένων ὁ νοῦς, καὶ οὐ βάσιμος τοῖς πολλοῖς, αἰνιγματώδης δὲ καὶ ἀσυμφανὴς τὴν δήλωσιν. Μέμικται δὲ τῷ τῆς εὐλογίας τρόπῳ, τὸ μὴ οὕτως ἔχον, καὶ τὸ ἔτι τούτων δυσεφικτότερον. Ἐπαγγέλλεται μὲν γὰρ ὁ θεσπέσιος Ἰακὼβ προαγορεύειν τοῖς τέκνοις τὰ ἐν ἐσχάτοις· ποιεῖταί γε μὴν τῶν παρῳχηκότων τὴν μνήμην, καὶ πλημμέλειαν ἀναμετρεῖ, πρώτην μὲν τὴν τοῦ Ῥουβεὶμ, εἶτα γείτονα εὐθὺς καὶ μετ’ ἐκείνην, τὴν Συμεὼν καὶ Λευΐ. Εἶτα τίς ὁ φάναι θαῤῥῶν, ὡς εὐλογίας τισὶν ἔσται τρόπος, ἡ τῶν ἤδη προεπταισμένων ἀνάμνησις, καὶ οὐκ ἂν νοοῖτο ψευδοεπὴς, καὶ τοῦ καθήκοντος ἐξώκειλε νοῦ; Βαθὺς οὖν ἄρα καὶ οὐ λίαν ἐκκείμενος τοῖς ἑλεῖν ἐθέλουσιν ὁ ἐπὶ τῷδε λόγος. Τί οὖν ἄρα φαμὲν τὴν ἐνδεχομένην τοῖς προκειμένοις; Ἢ καὶ συλλήβδην εἰπεῖν παντὸς τοῦ γένους, ἤτοι τῶν ἑκάστοις φυλῆς τύπον, ὁποῖός τις ἔσται κατὰ καιροὺς, καὶ καταῤῥηθήσεται μὲν ἐπί τισιν, εὐδοκιμήσει δὲ ὅπως, ἢ καὶ ἐν τίσιν ἔσται τυχὸν, καὶ ὅποιπερ ἂν τὰ κατ’ αὐτὴν ἐκτελευτήσειεν· εἰσκομιεῖ που πάντως ἡμῖν τῆς προφητείας ἡ ἀφήγησις. Ἄθρει δὲ ὅπως οἶς μὲν ἀπὸ τῶν ἤδη γεγενημένων τὰ ἐν ὑστέροις ἐσόμενα ζωγραφεῖ, ἑτέροις δὲ αὖ τὴν τῶν ὀνομάτων ἀφήγησιν, ἤτοι τὴν ἑρμηνείαν, μήνυσιν ὥσπερ τινὰ ποιεῖται τῶν ἐσομένων, καὶ σαφῆ προανάδειξιν. Γέγραπται τοίνυν ὡδί· Ἐκάλεσε δὲ Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἶπε· Συνάχθητε ἵνα ἀπαγγείλω ὑμῖν τί ἀπαντήσει ὑμῖν ἐπ’ ἐσχάτου τῶν ἡμερῶν. Ἀθροίσθητε καὶ ἀκούσατε, υἱοὶ Ἰακώβ· ἀκούσατε Ἰσραὴλ τοῦ πατρὸς ὑμῶν.