# Glaphyra in Pentateuchum Περὶ Ῥουβείμ..1

Cyrillus, Glaphyra in Pentateuchum, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Ζ., Περὶ Ῥουβείμ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/glaphyra-in-pentateuchum/%CE%A0%CE%B5%CF%81%E1%BD%B6%20%E1%BF%AC%CE%BF%CF%85%CE%B2%CE%B5%CE%AF%CE%BC..1

Ῥουβεὶμ πρωτότοκός μου, σὺ ἰσχύς μου καὶ ἀρχὴ τέκνων μου, σκληρὸς φέρεσθαι καὶ σκληρῶς αὐθάδης. Ἐξύβρισας ὡς ὕδωρ, μὴ ἐκζέσῃς. Ἀνέβης γὰρ ἐπὶ τὴν κοίτην τοῦ πατρός σου, τότε ἐμίανας τὴν στρωμνὴν οὗ ἀνέβης. Κέκλοφε μὲν οὖν τὸν τοῦ πατρὸς γάμον ὁ Ῥουβείμ· ἥλω τε οὐκ ἀσυμφανῶς, δεδρακὼς ἃ μὴ θέμις, καὶ ὡς πονηρὸν τὸ χρῆμα καὶ αὐταῖς ταῖς ἐξ Ἰακὼβ κατεδικάζετο ψήφοις. Πονηρὸν γὰρ, φησὶν, ἐφάνη ἐνώπιον Ἰακώβ. Ἀλλ’ οὔ τι που τὸ ἤδη παρῳχηκὸς ὡς ἐν ἐσχάτοις ἔσται καιροῖς ὑποτοπήσειεν ἂν οἶμαί τις. Ἠλίθιον γὰρ κομιδῇ τὸ τῇδε νοεῖν. Μεταπλάττοντες δὲ ὥσπερ τῆς πλημμελείας τὸν τύπον, ἐπί τι τῶν ἐοικότων, τὴν τοῦ πρωτοτόκου λαοῦ, φημὶ δὴ τοῦ Ἰσραὴλ, ἁμαρτίαν ὀψόμεθα· γύναιον μὲν γὰρ οἷά τι τὴν ἐξ Αἰγύπτου συναγωγὴν προσηγάγετο ὁ Θεὸς, διά τοι τῆς κατὰ νόμον νοητῆς κοινωνίας. Προσίετο γὰρ, καὶ ἠξίου μὲν οἰκειότητος. ἔγκαρπόν τε οὕτω καὶ τέκνων ἐτίθει μητέρα, μονονουχὶ νυμφαγωγοῦντος αὐτὴν τοῦ πανσόφου Μωσέως, καὶ τῆς συναφείας τὸν τρόπον μεσολαβούντων ἀγγέλων. Ἀλλ’ ἡ πρὸς τοῦτο παρὰ Θεοῦ παρενεχθεῖσα Συναγωγὴ τὸν τῆς γνησιότητος ἐλύπει νόμον, συναπτομένη τρόπον τινὰ τοῖς τοῦ γεγαμηκότος υἱοῖς, καὶ ὑπ’ αὐτοῖς πορνεύουσα, καὶ καρποφοροῦσα μὲν οὐκέτι τῷ διὰ νόμου συνῳκηκότι, ὑποφέρουσα δὲ μᾶλλον τὸν ἴδιον νοῦν τοῖς ἑτέρων σπερματισμοῖς, δῆλον δὲ ὅτι νοητοῖς καὶ τοῖς κατὰ μάθησιν λέγω. Ἀτιμάζουσα γὰρ ὡς ἕωλον τὸ προκεῖσθαι Θεῷ, πρὸς ἐντάλματα καὶ διδασκαλίας ἀνθρώπων ἐτράπετο, καὶ μαθημάτων τῶν ἄνωθεν ἀλογήσασα, τὸ δοκοῦν ἁπλῶς ἐποιεῖτο νόμον. Τοιγάρτοι καὶ ὁ προφήτης Ἡσαΐας, Πῶς ἐγένετο, φησὶ, πόρνη πόλις πιστὴ Σιὼν, πλήρης κρίσεως; ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί. Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον. Οἱ κάπηλοί σου μίσγουσι τὸν οἶνον ὕδατι. Ἐκοιμήθη μὲν γὰρ παρ’ αὐτῇ, καὶ κατέλυσεν ἡ δικαιοσύνη, τουτέστι Θεός. Ἀλλ’ εἰσεδέξατο φονευτὰς, μοιχωμένους, καὶ φθόρους, τοὺς ἀργύριον αὐτῇ διδόντας ἀδόκιμον, καὶ ἀναμιγνύντας τὸν οἶνον ὕδατι. Ἀδόκιμος γὰρ ἀληθῶς ὁ λόγος τῶν ἀναπειθόντων αὐτὴν ἑλέσθαι τιμᾷν διδασκαλίας καὶ ἐντάλματα ἀνθρώπων. Κεκαπηλευμένη δὲ ὥσπερ καὶ τοῦ χείρονος οὐκ ἀσυμμιγὴς, ἡ παρ’ ἐκείνων ἀφήγησις. Τοῦτο γὰρ, οἶμαι, ἐστὶ τὸ ἀναμεμίχθαι λέγειν τὸν οἶνον ὕδατι. Ὅτι δὲ τὸ χρῆμα τὸν τῶν ὅλων ἐλύπει Θεὸν, καὶ ὡς πεπορνευμένην εἰκότως κατῃτιᾶτο τὴν Ἱερουσαλὴμ, ἄκουε σαφῶς ὁτὲ μὲν λέγοντος διὰ τῆς Ἱερεμίου φωνῆς· Ἆρον εἰς εὐθεῖαν τὸν ὀφθαλμόν σου, καὶ ἴδε ποῦ ἐξεφύρθης. Ἐπὶ ταῖς ὁδοῖς ἐκάθισας αὐταῖς ὡσεὶ κορώνη ἠρημουμένη, καὶ ἐμίανας τὴν γῆν ἐν ταῖς πορνίαις σου, καὶ ἔσχες ποιμένας πολλοὺς εἰς πρόσκομμα σεαυτῇ. Ὅψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας· οὐχ ὡς σύνοικόν με ἐκάλεσας, καὶ πατέρα καὶ ἀρχηγὸν τῆς παρθενίας σου· καὶ αὖθις ὁτὲ δὲ αὖ· Ἐὰν ἐξαποστέλλῃ ἀνὴρ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀπέλθῃ ἀπ’ αὐτοῦ, καὶ γένηται ἀνδρὶ ἑτέρῳ, μὴ ἀνακάμπτουσα ἀνακάμψει πρὸς αὐτὸν ἔτι; Οὐ μιαινομένη μιανθήσεται ἡ γυνὴ ἐκείνη; Καὶ σὺ ἐξεπόρνευσας ἐν ποιμέσι πολλοῖς, καὶ ἀνέκαμπτες πρός με; λέγει Κύριος. Τὸν δέ γε τῆς ἐπὶ τούτῳ πορνείας τρόπον καὶ αὐτὸς ἡμῖν ὁ Σωτὴρ ὑπέδειξεν ἐναργῶς. Οἱ μὲν γὰρ φιλαίτιοί τε ἀεὶ καὶ ἀσύνετοι Φαρισαῖοι προσῄεσαν λέγοντες· Διατί οἱ μαθηταί σου παραβαίνουσι τὴν παράδοσιν τῶν πρεσβυτέρων; Οὐ γὰρ νίπτονται τὰς χεῖρας, ὅταν ἄρτον ἐσθίωσι. Πρὸς αὐτοὺς δὲ ὁ Χριστός· Διατί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν; Ὁ γὰρ Θεὸς εἶπε· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται· ὑμεῖς δὲ λέγετε, φησίν· Ὃς ἐὰν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρὶ αὐτοῦ Κορβὰν, ὄ ἐστι δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, οὐ μὴ τιμήσει τὸν πατέρα αὐτοῦ ἢ τὴν μητέρα αὐτοῦ, καὶ ἠκυρώσατε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν. Ἀκούεις ὅπως ὑφ’ ἑτέροις γεγονότες καθηγηταῖς ἕτερα ἅττα παρὰ τὸ τῷ νομοθέτῃ δοκοῦν φρονεῖν καὶ δρᾷν ᾑρημένοι καταφωραθεῖεν ἂν καὶ λίαν ἀμογητί; Οὐκοῦν ἐκπεπόρνευκεν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, ἀλλ’ ἥ γε παρθένος ἁγνή τε καὶ ἄμωμος, ἡ σπίλου παντὸς καὶ ῥυτίδων ἀπηλλαγμένη, τουτέστιν, ἡ Ἐκκλησία, σεπτὸν καὶ ἀδιαλώβητον τῷ Χριστῷ τὸν τῆς συζυγίας διατηρήσειν τύπον ὑπισχνεῖται λέγουσα· Ἀδελφιδός μου ἐμοὶ, κἀγὼ αὐτῷ. Οὐκοῦν εἰς εἰκόνα τῆς Ἰουδαίων Συναγωγῆς, τὴν τοῦ Ἰακὼβ παροίσωμεν παλλακίδα, φημὶ δὴ τὴν Βάλλαν, ᾗ κεκοινώνηκεν ὁ Ῥουβεὶμ, τουτέστιν, ὁ πρωτότοκος λαός· μάλισθ’ ὅτι ἑρμηνεύεται μὲν ἡ Βάλλα πεπαλαιωμένη, καὶ ὁ Ῥουβεὶμ υἱὸς βεβηλώσεως. Πεπαλαίωται γὰρ καὶ ῥυτιδώδης γε μὴν ἡ τῶν Ἰουδαίων Συναγωγή· ἀντανέφυ δὲ ὁ νέος καὶ ἐν πίστει λαός. Καὶ ἐπ’ αὐτῷ δὴ χαίρων ψαλλέτω Δαβίδ· Λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν Κύριον. Καινὴ γὰρ κτίσις τὰ ἐν Χριστῷ, κατὰ τὰς Γραφάς· βέβηλος δὲ καὶ ῥυπῶν νοοῖτ’ ἂν ὁ Ἰσραὴλ, τὴν διὰ Χριστοῦ κάθαρσιν οὐκ εἰσδεδεγμένος· καὶ τί λέγω τοῦτο; καὶ αὐτῷ τὰς χεῖρας ἐπενεγκὼν τῷ λαλοῦντι πρὸς κάθαρσιν. Τοιγάρτοι καὶ διὰ φωνῆς αὐτῶν εἴρηται τῶν ἁγίων προφητῶν, ποτὲ μέν· Εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ, καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς· καὶ ὑμεῖς δυνήσεσθε εὖ ποιῆσαι μεμαθηκότες τὰ κακά· ποτὲ δὲ αὖ ὡς πρὸς γυναῖκα τὴν Ἱερουσαλήμ· Ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ, καὶ πληθύνῃς σεαυτῇ πόαν, κεκηλίδωσαι ἐναντίον ἐμοῦ ἐν ταῖς ἀνομίαις σου, λέγει Κύριος. – Ῥουβεὶμ τοίνυν, φησὶ Ἰακὼβ, πρωτότοκός μου· σὺ ἰσχύς μου καὶ ἀρχὴ τέκνων μου. Ἐπὶ γὰρ τῷ πρωτοτόκῳ καὶ ἐξ Αἰγύπτου λαῷ πολλῆς ἰσχύος ἐπίδειξις γέγονε παρὰ Θεοῦ. Ἐκολάζετο γὰρ κατὰ πλείστους ὅσους καὶ οὐκ ἀθαυμάστους τρόπους τῶν Αἰγυπτίων ἡ χώρα· τοῦτο μὲν ὑδάτων μεταστοιχειουμένων εἰς αἷμα, σκνιπῶν ἀνεῤῥιπισμένων, ἀνενηνεγμένου βατράχου, χαλάζης καθιεμένης, πρωτοτόκων ἀνῃρημένων, καὶ πρὸς τούτοις ἔτι διὰ μέσης ἰόντων θαλάσσης ὡς διὰ ξηρᾶς τῶν λελυτρωμένων. Ἰσχὺς οὖν ἄρα ταύτῃ τοι Θεοῦ κέκληται Ῥουβείμ· ἀλλ’ ἦν σκληρὸς φέρεσθαι, καὶ σκληρὸς αὐθάδης, τουτέστιν, ἀμεταποίητος καὶ ἀκαμπὴς, καὶ ἄγριος, ἐπελευστικός. Ὁρμητίαι γὰρ οἱ Ἰουδαῖοι κατὰ τὸ ἀληθὲς καὶ πολὺ λίαν ἐξήνιοι. Τοιγάρτοι δικαίως ἀκούουσι· Σκληροτράχηλοι καὶ ἀπερίτμητοι καρδίαις καὶ τοῖς ὠσὶν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε. Καὶ αὐτὸς δὲ ὁ Χριστός· Τίνα, φησί που, τῶν προφητῶν οὐκ ἀπέκτειναν οἱ πατέρες ὑμῶν; Καὶ ὑμεῖς ἐπληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. Ἰταμὸς οὖν ἄρα καὶ προαλὴς εἰς ὀργὰς, καὶ δύσοιστον ἔχων τὴν ἔφοδον ὁ Ἰσραὴλ, καὶ ἐξυβρίζων ὡς ὕδωρ, τουτέστιν, ἀφόρητον ἔχων τὴν καθ’ ὧν ἂν ἕλοιτο καταδρομήν. Τοιαῦται γάρ πώς εἰσιν αἱ τῶν ὑδάτων φοραί. Ἀλλὰ μὴ ἐκζέσῃς, φησί. Καὶ τί δὴ τοῦτό ἐστι; Τὸ ἐκζέον ὕδωρ ἄνω που φέρεται, τῶν λεβήτων ὑπερχεόμενον, καὶ δοκεῖ πως εἶναι καὶ πολύ. Ἐπειδὴ τοίνυν ὕδατος αὐτῷ περιτέθεικεν ὁρμὴν, ἐπιμένει τῇ τοῦ λόγου μεταφορᾷ, καί φησι· Μὴ ἐκζέσῃς, ὅ ἐστι, μὴ ὑπεραρθῇς εἰς πλῆθος, μηδὲ γένοιο πολύς. Εὐαρίθμητοι γὰρ ὡς πρὸς τὴν τῶν Ἑλλήνων πληθὺν οἱ ἐξ αἵματος Ἰσραὴλ ἀνασεσωσμένοι διὰ πίστεως τῆς ἐν Χριστῷ. Εἶτα τὴν αἰτίαν ἐπιφέρει τοῦ συμβησομένου, καί φησι· Ἀνέβης γὰρ ἐπὶ κοίτην πατρός σου, τότε ἐμίανας τὴν στρωμνὴν οὗ ἀνέβης. Ὡς γὰρ ἤδη προεῖπον, οὐκέτι μὲν τὰ ἐν νόμῳ διερευνώμενοι καὶ τοῖς ἄνωθεν λογίοις καὶ τοῖς ἀνθρώπων ἐντάλμασι, τῆς ἐπὶ Χριστῷ γνώσεως ταύτῃτοι διημαρτήκασι. Διὰ τοῦτο καὶ αὐτός φησιν· Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν. Καὶ ἐκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ, καὶ οὐ θέλετε ἐλθεῖν πρός με, ἵνα ζωὴν ἔχητε. Καὶ πάλιν· Εἰ ἐπιστεύετε Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν. Ἐπῃτιᾶτο δὲ λίαν καὶ τοὺς τῶν Ἰουδαίων καθηγητὰς, οὕτω λέγων· Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων. Ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὔτε τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν. Καὶ πάλιν· Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον. Καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν. Ἀλλ’ οὐκ ἂν ἐγένετο γεέννης υἱὸς, εἰ μὴ τοῖς τῶν μοιχωμένων προσετέθη λόγοις. Ἀναβεβήκασι τοίνυν ἐπὶ κοίτην πατρὸς οἱ ἐξ αἵματος Ἰσραήλ· παρωθούμενοι μὲν τὸ τῷ νομοθέτῃ δοκοῦν, ὡς ἕωλον· τοὺς ἰδίους δὲ τοῖς παιδευομένοις εἰσκρίνοντες λόγους, καὶ ἀκαθαρσίας αὐτοῖς ἐνιέντες σπέρματα.

---

Cyrillus Alexandrinus, Glaphyra in Pentateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg097.local001/.
