Ancient Greek · ~10 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΟ ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ ΒΙΒΛΙΟΝ., Book 1, Περὶ τῆς αἰχμαλώτου γυναικὸς, ξυρομένης, καὶ ὀνυχιζομένης.
Cyrillus Theol., Glaphyra in Pentateuchum 1.1-21
Not analysed yet
α. Ἐξείλετο μὲν ἐξ οἴκου δουλείας, καὶ ὡς ἐκ καμίνου σιδηρᾶς τοὺς ἐξ αἵματος Ἰσραὴλ ὁ τῶν ὅλων Θεὸς, μονονουχὶ πεπολεμηκὼς Αἰγυπτίοις ἐν χειρὶ κραταιᾷ, καὶ ἐν βραχίονι ὑψηλῷ, καθὰ γέγραπται· καὶ ταῖς τῶν πλεονεκτούντων ἀπονοίαις ἀντεξάγων τὰ θαύματα. Εἴργασται γὰρ σημεῖα καὶ τέρατα, καὶ προστέταχε μὲν θαλάσσης ἰέναι μέσον ὡς ἐπὶ ξηρᾶς. Ὡς δὲ ὁ θεῖος ἔφη Δαβίδ· Ἐτροφοφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ, καὶ ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς. Ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος. Πηγὰς ἀνῆκεν ὑδάτων. Καὶ τί γὰρ ἂν οὐχὶ τῶν λίαν τεθαυμασμένων παραδόξως διεπεραίνετο. Οὐκοῦν ὡς θεῖος γράφει Μωσῆς· Ὡς ἀετὸς σκεπάσαι νοσσιὰν αὐτοῦ, ἐδέξατο αὐτοὺς, καὶ ἀνέλαβεν αὐτοὺς ἐπὶ τῶν μεταφρένων αὐτοῦ. Οἱ δὲ, εἰς τοῦτο καθήκοντο δυσβουλίας καὶ σκαιότητος λογισμῶν, καὶ ἀγρίων ἐπιχειρημάτων, ὡς καὶ παρόντα μετὰ σαρκὸς ἐτέλουν τὸν Λυτρωτὴν ἀπειθοῦντες. Καὶ τί τοῦτο λέγω, τὰ ἔτι χείρω μεθείς; Ἀπεκτείνασι γὰρ θερμῷ καὶ ἀνημέρῳ θράσει πρὸς τὴν ἀνωτάτω λοιπὸν ἀνοσιότητα στρατηγούμενοι. Ταύτῃ τοι δικαίως ἀποπέμπεται μὲν ἡ κυριοκτόνος Ἱερουσαλὴμ, καὶ τῆς πρὸς Θεὸν οἰκειότητος ἐρήμη λοιπὸν δεδειγμένη, πρὸς πᾶν ὁτιοῦν μετακεχώρηκε τῶν κακῶν, αὐτόκλητον ὥσπερ τῆς ἰδίας κεφαλῆς κατέχουσα δίκην. Ἧ καὶ αὐτὸς πεφώνηκεν ὁ Ἐμμανουὴλ, οὕτω λέγων· Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας, καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν· ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ἐπισυναγαγεῖ ὄρνις τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε. Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Ὅτι γὰρ ἔμελλε τὴν οὕτω δεινὴν καὶ δύσοιστον ἀνατλῆναι δίκην ἡ τῶν Ἰουδαίων Συναγωγὴ κατεστυγημένη παρὰ Χριστοῦ, καὶ αὐτὸς ἡμῖν αἰνιγματωδῶς παραδείξειεν ἂν ὁ νόμος. Ἔχει γὰρ οὕτως· Ἐὰν δὲ ἐξέλθῃς εἰς πόλεμον ἐπὶ τοὺς ἐχθρούς σου, καὶ παραδῷ αὐτοὺς Κύριος ὁ Θεός σου εἰς τὰς χεῖράς σου, καὶ προνομεύσῃς τὴν προνομὴν αὐτῶν, καὶ ἴδῃς ἐν τῇ προνομῇ γυναῖκα καλὴν τῷ εἴδει, καὶ ἐπιθυμήσῃς αὐτῆς, καὶ λάβῃς αὐτὴν σεαυτῷ γυναῖκα· καὶ εἰσάξῃς αὐτὴν εἰς τὴν οἰκίαν σου ἔνδον, καὶ ξυρήσεις τὴν κεφαλὴν αὐτῆς, καὶ περιονυχιεῖς αὐτὴν, καὶ περιελεῖς τὰ ἱμάτια τῆς αἰχμαλωσίας αὐτῆς ἀπ’ αὐτῆς, καὶ καθιεῖται ἐν τῇ οἰκίᾳ σου, καὶ κλαύσεται τὸν πατέρα καὶ τὴν μητέρα μηνὸς ἡμέρας. Καὶ μετὰ ταῦτα εἰσελεύσῃ πρὸς αὐτὴν, καὶ συνοικισθήσῃ αὐτῇ, καὶ ἔσται σου γυνή. Καὶ ἔσται ἐὰν μὴ θέλῃς αὐτὴν, ἐξαποστελεῖς αὐτὴν ἐλευθέραν, καὶ πράσει οὐ πραθήσεται ἀργυρίου, οὐκ ἀθετήσεις αὐτὴν, διότι ἐταπείνωσας αὐτήν. Τὸ μὲν οὖν περιεργάσασθαι τῆς ἱστορίας τὸν λόγον, καὶ τέχνην ποιεῖσθαι θέλειν τῶν ἐν σκιαῖς βάσανον, εἰκαῖον οἶμαί που· δυσέφικτον γὰρ οὐδέν· ψιλὸς δὲ δὴ σφόδρα, καὶ σὺν ἱδρῶτι ληπτὸς τῶν τεθεσπισμένων ὁ νοῦς. Ἰτέον δὴ οὖν εἰς ἔρευναν τῶν πνευματικῶν.