Ancient Greek · ~12 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΟ ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ ΒΙΒΛΙΟΝ., Book 1, Περὶ τῆς νενευροκοπουμένης δαμάλεως ἐν τῇ φάραγγι.
Cyrillus Theol., Glaphyra in Pentateuchum 1.1.1-9
Not analysed yet
α. Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκεν κληρονόμον πάντων, δι’ οὗ καὶ τοὺς αἰῶνας ποίησεν. Ἀλλ’ οἱ μὲν συνιέντες ὀρθῶς ὅτι Θεὸς ὢν φύσει, καθίκετο μὲν εἰς κένωσιν, ὅτι γέγονε σὰρξ, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, κατὰ τὰς Γραφὰς, τὴν θείαν τε καὶ ἀξιόληπτον ἐκπεπλουτήκασι χάριν. Ὅσοι γὰρ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, φησίν. Οἱ δὲ τὸν θεῖον καὶ σωτήριον ἀληθῶς διωθούμενοι λόγον διωλισθήκασι τῆς ἐλπίδος, κακοὶ κακῶς ἀπολώλασι· τὸν τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν ἀνοσίως περιυβρίζοντες. Εἶεν δ’ ἂν καὶ οὗτοι οἱ τάλανες Ἰουδαῖοι, οἷς καὶ αὐτὸς ὁ προφήτης Ἱερεμίας ἐποιμώζει, λέγων· Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς πηγὴν δακρύων, καὶ κλαύσομαι τὸν λαὸν ἡμέρας καὶ νυκτός; Οἷς γὰρ ἐξὸν εἶναι λαμπροῖς καὶ ἀξιοζηλώτοις, καὶ τῆς ἐνούσης εὐημερίας ἐστερημένοι, πῶς οὐκ ἂν εἶεν ἄξιοι τοῦ καὶ ἐν ἴσῳ λοιπὸν τοῖς τεθνεῶσι καταλογίζεσθαι; Οἷς ἂν εἰκότως ἐπικωκύσειε καὶ τὸ ἐξ ἀγάπης καὶ φιλαλληλίας ἐπιστάξαι δάκρυον. Παντὸς δὴ οὖν ἔρημοι γεγόνασιν ἀγαθοῦ, καὶ ἐξ αὐτῶν ὥσπερ κατεσείσθη βάθρων ὁ ἐξήνιος Ἰσραήλ. Μεταπεφοίτηκε γὰρ ἐπὶ τὰ ἔθνη Χριστός· σώζεται δὲ καὶ μόλις ὡς ἐν ὀλιγοστῇ μοίρᾳ λοιπὸν ὁ δυσμαθὴς Ἰουδαῖος. Καὶ τοῦτό ἐστιν, οἶμαι, τὸ διὰ φωνῆς Ἡσαΐου προφητικῶς ὑμνούμενον· Καὶ εἰ μὴ Κύριος Σαβαὼς ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν ὡμοιώθημεν. Φέρε οὖν, εἰ δοκεῖ, καὶ ἐξ αὐτῶν τῶν Μωσαϊκῶν καταθρήσωμεν λόγων τοῦ μυστηρίου τὴν δύναμιν. Γέγραπται γὰρ οὕτως ἐν τῷ Δευτερονομίῳ· Ἐὰν δὲ εὑρεθῇ τραυματίας ἐν τῇ γῇ, ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι κληρονομῆσαι, πεπτωκὼς ἐν τῷ πεδίῳ, καὶ οὐκ οἴδασι τὸν πατάξαντα, ἐξελεύσεται ἡ γερουσία σου καὶ οἱ κριταί σου, καὶ ἐκμετρήσουσιν ἐπὶ τὰς πόλεις τὰς κύκλῳ τοῦ τραυματίου. Καὶ ἔσται ἡ πόλις ἡ ἐγγίζουσα τῷ τραυματίᾳ, καὶ λήψεται ἡ γερουσία τῆς πόλεως ἐκείνης δάμαλιν ἐκ βοῶν ἥτις οὐκ εἴργασται, καὶ ἤτις οὐχ εἵλκυσε ζυγόν· καὶ καταβιβάσουσιν ἡ γερουσία τῆς πόλεως ἐκείνης τὴν δάμαλιν εἰς φάραγγα τραχεῖαν, ἥτις οὐκ εἴργασται, οὐδὲ σπείρεται. Καὶ νευροκοπήσουσι τὴν δάμαλιν ἐν τῇ φάραγγι, καὶ προσελεύσονται οἱ ἱερεῖς καὶ οἱ Λευῗται, ὅτι αὐτοὺς ἐξελέξατο Κύριος ὁ Θεός σου, παραστῆναι αὐτῷ, καὶ εὐλογεῖν ἐπὶ τῷ ὀνόματι αὐτοῦ, καὶ ἐπὶ τῷ στόματι αὐτῶν ἔσται πᾶσα ἀντιλογία, καὶ πᾶσα ἁφή. Καὶ πᾶσα ἡ γερουσία τῆς πόλεως ἐκείνης, οἱ ἐγγίζοντες τῷ τραυματίᾳ, νίψονται τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν τῆς δαμάλεως τῆς νενευροκοπημένης, ἐν τῇ φάραγγι, καὶ ἀποκριθέντες ἐροῦσιν· Αἱ χεῖρες ἡμῶν οὐκ ἐξέχεαν τὸ αἷμα τοῦτο· καὶ οἱ ὀφθαλμοὶ ἡμῶν οὐχ ἑωράκασιν. Ἵλεως γενοῦ τῷ λαῷ σου Ἰσραὴλ, Κύριε, οὓς ἐλυτρώσω ἐκ γῆς Αἰγύπτου, ἵνα μὴ γένηται αἷμα ἀναίτιον ἐν τῷ λαῷ σου Ἰσραήλ. Καὶ ἐξιλασθήσεται αὐτοῖς τὸ αἷμα. Σὺ δὲ ἐξαρεῖς τὸ αἷμα τὸ ἀναίτιον ἐξ ἡμῶν αὐτῶν· ἐὰν δὲ ποιήσῃ τὸ καλὸν καὶ ἀρεστὸν ἐναντίον Κυρίου τοῦ Θεοῦ σου.