Ancient Greek · ~38 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΟ ΛΕΥΙΤΙΚΟΝ ΒΙΒΛΙΟΝ., Book 1, Ὅτι Χριστοῦ τὸ πάθος, σωτήριον.
Cyrillus Theol., Glaphyra in Pentateuchum 1.2.1-2
Not analysed yet
β. Ἐναργὴς οὖν λίαν ὁ τοῦ γράμματος νοῦς, καὶ οὐκ ἂν δέοιτό τινος, καθάπερ ἐγᾦμαι, πόνου πρός γε τὸ δύνασθαι, φημὶ, συνιέναι λεπτῶς. Πλὴν ἐκεῖνο ἐρῶ· Χίδρα λέγεται τὰ ἐξ ὀσπρίων ἄλευρα. Ἐν δέ γε τοῖς τύποις τὸ Χριστοῦ λαμβάνει μυστήριον. Καὶ ἔστιν αὐτὸς ἡ ὑπὲρ ἡμῶν θυσία, τὸ πρωτογέννημα τὸ πνευματικὸν, τουτέστιν, ἡ τῆς ἀνθρωπότητος ἀπαρχὴ, ὁ πρωτότοκος ἐκ νεκρῶν, ὁ πρῶτος εἰς ἀφθαρσίαν, τὸ οἱονεὶ πρωτόλειον τῶν κεκοιμημένων. Ὡς κόκκος μὲν τοῦ σίτου πεσὼν ἐπὶ τὴν γῆν καὶ ἀποθανὼν, ἀστάχυος δὲ δίκην πολλοστὸς ἀναφύς. Τοῦτο γὰρ ἡμῖν αὐτὸς ἀφηγεῖτο λέγων· Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει, ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. Πλὴν ἀπέθανεν, οὐ δι’ ἑαυτὸν, ἀλλ’ ἡμῖν. Ἀλλ’ ἡμῖν ὑπεμφήνειεν ἀστείως τὸ γράμμα τὸ νομικόν. Εἰ γὰρ δή τις ἕλοιτο, φησὶ, δωροφορεῖν θυσίαν πρωτογεννημάτων τῷ Κυρίῳ, νέα πεφρυγμένα χίδρα ἐρεικτὰ τῷ Θεῷ. Ἄθρει δὴ οὖν, ὅπως ἐκ νέων ἡμᾶς προσάγειν καρπὸν προτρέπει Μωσῆς, ἤτοι τὸ γράμμα τὸ νομικόν. Ἀπαρχὴ γὰρ, ὡς ἔφην, τῆς εἰς καινότητα ζωῆς ἀνανεουμένης φύσεως Χριστὸς, καὶ ἐν αὐτῷ γέγονε τὰ πάντα καινά. Πλὴν, οὐκ ἐκ μόνου προσφέρεται σίτου τὰ εἰς θυσίαν, ἀλλὰ καὶ ἐξ ὀσπρίων κατερεικτῶν. Ὅνπερ γὰρ τρόπον ἐκ σίτου σεμίδαλιν, καὶ οὐκ αὐτὸν ὑγιᾶ τὸν κόκκον ὁλοκαυτοῦν διετύπου· οὕτω κἀνθάδε χρῆναι ποιεῖσθαι κατερεικτὰ, τουτέστιν, ἀληλεσμένα τὰ ἐξ ὀσπρίων προστέταχεν, ἵνα δὴ φαίνοιτο τῇ θυσίᾳ προσὸν τὸ οἱονεὶ ἐδώδιμον. Κατειθίσμεθα γὰρ, οὐχ ὑγιᾶ τὸν κόκκον, συντεθραυσμένον δὲ μᾶλλον ποιεῖσθαι τροφήν. Οὐκοῦν πρωτογέννημα μὲν, ὁ Χριστὸς, καὶ θυσία τῷ Θεῷ καλὴ καὶ εὐοσμωτάτη, τροφιμωτάτη δὲ λίαν καὶ ἡμῖν αὐτοῖς. Αὐτὸς γάρ ἐστιν ὁ ἄρτος, ὁ ἐξ οὐρανοῦ καταβὰς, καὶ ζωὴν τῷ κόσμῳ διδούς· καὶ οἱονείπως ἡμῖν ἔδεσμα τὸν αὐτὸν παραθεὶς, καθάπερ σεμίδαλιν ἢ χίδραν. Ἐπιχέεσθαι δὲ τῇ θυσίᾳ δεῖν ἔφη τὸ ἔλαιον, καταπλάττεσθαι δὲ αὐτὴν καὶ λιβανωτῷ προστέταχε· τοῦ μὲν ἐλαίου τὸ ὡς ἐν πιότητι καὶ ἱλαρότητι συμβολικῶς ὑποφαίνοντος· τοῦ δέ γε λιβάνου, τὸ ἱερὸν καὶ εὐῶδες ἀστείως ἡμῖν ὑποσημαίνοντος. Γέγονε μὲν γὰρ, ὡς ἔφην, ὑπὲρ ἡμῶν θυσία ὁ Χριστὸς, καὶ ὡς ἀγρῶν ἀπαρχὴ πρωτογεννημάτων πνευματικῶν. Ὅτι δὲ οὐκ εἰς δάκρυον ἤ τε θρῆνος ὁ θάνατος ἦν αὐτῷ, ἐπ’ ἀναιρέσει δὲ μᾶλλον δακρύων καὶ θρήνων καὶ ἐπ’ ἐλπίδι τῇ λίαν ἱλαρωτάτῃ, πῶς ἂν ἢ πόθεν ἐνδοιάσειέ τις; Οὐ γὰρ γέγονε κάτοχος ταῖς ᾅδου πύλαις, οὐδὲ μεμένηκε ἐν νεκροῖς. ἀλλ’ εἰ καὶ κατέπιεν ὁ θάνατος ἰσχύσας, κατὰ τὴν τοῦ προφήτου φωνὴν, ἀλλὰ πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς. Πῶς ἢ τίνα τρόπον; Ἀνεβίω γὰρ ὁ Χριστὸς, πατήσας τε θάνατον, ἵνα καὶ ἡμᾶς ἀπαλλάξῃ φθορᾶς, καὶ περιστείλας εὖ μάλα τὸν ἐπὶ τούτῳ θρῆνον, χαίροντας ἤδη πως ἀναπείσῃ βοᾷν· Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοὶ, διέῤῥηξας τὸν σάκκον μου, καὶ περιέζωσάς με εὐφροσύνην. Οὐκοῦν ἔχοι ἂν εἰκότως τὸ ἱλαρὸν, ἐν ἐλπίδι, τῆς θυσίας ὁ τρόπος. Νοοῖτο δ’ ἂν καὶ ἑτέρως, εἴπερ ἕλοιτό τις. Ἠλεήμεθα γὰρ ἐν Χριστῷ. Καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ, Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου. Ὅτι δὲ οὐκ ἐπί τισιν εὐλόγοις αἰτίαις, ἤτοι πλημμελήμασιν, ὁ Χριστοῦ θάνατος, ἀλλ’ εὐσημωτάτη λίαν καὶ ἀμώμητος παντελῶς ὑπὲρ ἡμῶν θυσία (προσκεκόμισται γὰρ, ἵνα καταργήσῃ τὴν ἁμαρτίαν, καὶ τὸν ἐξ αὐτῆς τε καὶ δι’ αὐτὴν θάνατον), διὰ τοῦ λιβάνου συνήσεις· ὁ μὲν γὰρ προπάτωρ Ἀδὰμ ταῖς ἐν ἀρχῇ παραβάσεσιν εὖ μάλα πρεπωδεστάτην ἐκομίζετο τὴν ἀράν. Ἐπειδὴ δὲ τὴν κάκοσμον ἀληθῶς προηῤῥώστησεν ἁμαρτίαν, ταύτῃτοι καὶ δικαίως κατεδικάζετο. Ὁ δέ γε τῶν ὅλων Σωτὴρ καὶ Κύριος ἐπ’ οὐδενὶ τῶν ἀτόπων κατεγνωσμένος (οὐ γὰρ ἐποίησεν ἁμαρτίας), καλὴ καὶ εὐώδης γέγονεν ὑπὲρ ἡμῶν θυσία, καὶ νέων ὥσπερ καρπῶν ἀπαρχὴ, καὶ ὡς ἐν εἴδει παντὶ, σίτῳ τε, φημὶ, καὶ ὀσπρίοις. Ἀπέθανε γὰρ ὑπὲρ πάντων μικρῶν καὶ μεγάλων, ἐθνῶν τε καὶ Ἰουδαίων. Γεγόναμεν γὰρ δι’ αὐτοῦ καὶ ἐν αὐτῷ μνημόσυνον τῷ Θεῷ καὶ Πατρί. Διὰ τοῦτό φησι τὸ Γράμμα τὸ νομικόν· Καὶ ἀνοίσει ὁ ἱερεὺς τὸ μνημόσυνον αὐτῆς ἀπὸ τῶν χίδρων σὺν τῷ ἐλαίῳ, καὶ πάντα τὸν λίβανον αὐτῆς. Κάρπωμα γάρ ἐστι τῷ Κυρίῳ. Προςκεκρουκότες μὲν γὰρ διὰ πολλῶν ἁμαρτιῶν, μονονουχὶ καὶ ἐξ ὀμμάτων γεγενήμεθα τοῦ Πατρός. Ἐπειδὴ δὲ γέγονεν ὑπὲρ ἡμῶν θυσία Χριστὸς, ἐμνήσθη ἡμῶν, καὶ ηὐλόγησεν ἡμᾶς· Ηὐλόγησε τοὺς φοβουμένους αὐτὸν τοὺς μικροὺς μετὰ τῶν μεγάλων. Τοιγάρτοι καὶ δεδιδάγμεθα ψάλλειν καὶ λέγειν· Εὐλογημένοι τῷ Κυρίῳ ἡμεῖς, τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ καθ’ ἕτερον δὲ τρόπον τὴν Χριστοῦ θυσίαν ἡμῖν ὁ νόμος διασαφεῖ, λέγων· Ἐὰν δὲ θυσία σωτηρίου, τὸ δῶρον αὐτοῦ τῷ Κυρίῳ· ἐὰν μὲν ἐκ τῶν βοῶν αὐτῷ προσάγῃ, ἐάν τε ἄρσεν, ἐάν τε θῆλυ, ἄμωμον προσάξει αὐτὸ ἔναντι Κυρίου, καὶ ἐπιθήσει τὰς χεῖρας αὐτοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ δώρου, καὶ σφάξει αὐτὸ παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου. Καὶ προσχεοῦσιν οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον, τῶν ὁλοκαυτωμάτων κύκλῳ. Καὶ προσάξουσιν ἀπὸ τῆς θυσίας τοῦ σωτηρίου, κάρπωμα Κυρίῳ τὰ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν, καὶ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας, καὶ τοὺς δύο νεφροὺς, καὶ τὸ στέαρ τὸ ἐπ’ αὐτῶν τὸ ἐπὶ τῶν μηρῶν, καὶ τὸν λοβὸν τὸν ἐπὶ τοῦ ἥπατος σὺν τοῖς νεφροῖς περιελεῖ. Καὶ ἀνοίσουσιν αὐτὰ οἱ υἱοὶ Ἀαρὼν, οἱ ἱερεῖς, ἐπὶ τὸ θυσιαστήριον, ἐπὶ τὰ ὁλοκαυτώματα, ἐπὶ τὰ ξύλα ἐπὶ τοῦ πυρὸς, κάρπωμα ὀσμὴ εὐωδίας τῷ Κυρίῳ. Καὶ οὐχὶ δὴ μόνον ἐκ βοῶν, ἀλλ’, εἰ δή τις ἕλοιτο, καὶ ἐκ προβάτων ὁλοκαυτοῦν, εἴτ’ οὖν ἐξ αἰγῶν τὴν τοῦ σωτηρίου ποιεῖσθαι θυσίαν, διὰ τῶν αὐτῶν ἐπράττετο τρόπων, καὶ εἷς ἐφ’ ἅπασιν ἦν τῆς ἱερουργίας ὁ τρόπος. Εἴτε δὴ ἄρσεν εἴη τυχὸν, εἴτε θῆλυ τὸ θῦμα, μώμου δεῖν ἔφη παντὸς ἀπηλλάχθαι παντελῶς. Καὶ τῆς θυσίας ὁ λόγος, ἐπ’ αὐτὸν ἂν ἴοι τὸν Ἐμμανουήλ. Αὐτὸς γὰρ ὁ μόσχος ὁ σιτευτὸς, τὸ ἄμωμον ἱερεῖον, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ ὡς ἐν εἴδει χιμάρου δι’ ἡμᾶς σφαζόμενος· χίμαρος γὰρ κατὰ νόμον ὑπὲρ ἁμαρτίας ἐσφάζετο. Πλὴν ὅρα πάλιν ἰσχνῶς τῆς θυσίας τὸν τρόπον. Ἀκριβολογεῖται μὲν γὰρ οὐ σφόδρα τὸ Γράμμα τὸ νομικὸν περί τε ἄρσεν καὶ θῆλυ. Νοοῖτο δ’ ἂν πάλιν ὡς ἐν ἀμφοῖν ὁ Χριστός. Ἐν ἄρσενι μὲν, ὡς ἡγούμενος ἤτοι καθηγητής. Ἡγεμονικώτερον γὰρ θατέρου τὸ ἄρσεν, ἐν θήλεσι δὲ ὡς γεγονὼς ὑπὸ νόμον καὶ ἡγούμενος. Ὑπεξούσιον γὰρ καὶ ἐν δευτέροις ἀεὶ τὸ θῆλυ τοῦ ἄῤῥενος, εἴπερ ἐστὶν ἀληθῶς ἐν μείοσι καὶ ἐν ὑφιζάνοντι μέτρῳ. Πλὴν ἄμωμον τὸ ἱερουργούμενον. Τοιοῦτος δὲ ὁ Χριστός. Τοιγάρτοι ἔφασκεν· Ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, καὶ ἐν ἐμοὶ εὑρήσει οὐδέν. Καὶ μέντοι πρὸς Ἰουδαίους τὸ εἰσάπαν ἀμώμητον, ἀπόδειξιν ἐποιεῖτο τὴν θείαν αὐτοῦ φύσιν, λέγων· Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; Εἰ ἀλήθειαν λέγω, τί ὑμεῖς οὐ πιστεύετέ μοι; Ἄμωμον οὖν ταύτῃ τὸ ἱερὸν θῦμά ἐστι. Ἐσφάζετο μὲν ἔναντι Κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς, ἐπενηνεγμένων αὐτῷ τῶν χειρῶν τοῦ προσκεκομικότος. Εἶτα τοῦ αἵματος τῇ τοῦ θυσιαστηρίου βάσει προσχεομένου, ὁλοκαυτοῦν ἔφη δεῖν τὰ ἐντόσθια. Πέπρακται μὲν γὰρ ἐν ὀφθαλμοῖς ὥσπερ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ τοῦ Υἱοῦ θάνατος, ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς τὴν ἑαυτοῦ τιθέντος ψυχήν. Εἰ γάρ ἐστιν ἀληθὴς ὁ λέγων· Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ· πῶς οὐκ ἂν αὐτὸν ἀξιώσειε τῆς ἰδίας ἐπισκοπῆς τὸν τοῦ Υἱοῦ θάνατον ὁ Θεὸς καὶ Πατήρ; Τιμᾷ γὰρ πάντως καὶ ἐποπτείας ἀξιοῖ· ἀποστρέφεται δὲ πάλιν τὸ βδελυρὸν καὶ ἀπηχθημένον. Οὐκοῦν ὅτι μὴ ἀκλεὴς ὁ θάνατος, παραδείξειεν ἂν εὐθὺς, τὸ καὶ αὐτὸν αὐτόπτην λαχεῖν τὸν Πατέρα. Παρ’ αὐταῖς δὲ ταῖς ἱεραῖς ἐσφάζετο θύραις. Ἀπέθανε γὰρ ὁ Ἐμμανουὴλ, ἀνευρύνων ὥσπερ ἡμῖν τὴν εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσδρομὴν, καὶ τῆς ἄνω καὶ ἐν οὐρανοῖς Ἐκκλησίας ἀνοιγνὺς τὰς θύρας τοῖς εἰς αὐτὸν πιστεύουσιν. Κερδαίνομεν τοίνυν ἐν θανάτῳ τοῦ Χριστοῦ τὸ καὶ εἰς αὐτὴν ἐλάσαι λοιπὸν τὴν ἁγίων σκηνὴν, ἣν ἔπηξεν ὁ Κύριος, καὶ οὐκ ἄνθρωπος, τὴν ἐπουράνιον Ἱερουσαλὴμ, τὴν ἄνω καλλίπολιν, τὴν τῶν ἁγίων μητέρα, καὶ ἀγγέλων τροφόν. Ὅτι δὲ ἅγιος ἔσται καὶ ἱερὸς ὁ Χριστοῦ θάνατος, ὑπεμφήνειεν ἂν τὸ, ἑαυτῷ χρῆναι προσχεῖσθαι λέγειν τῷ θυσιαστηρίῳ τὸ αἷμα. Κατασημήνειε δ’ ἂν καὶ ἑτέρως, ὅτι τέθεικε τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ τῆς Ἐκκλησίας. Τύπος μὲν γὰρ τῆς Ἐκκλησίας τὸ θυσιαστήριον, ψυχῆς δὲ τὸ αἷμα. Ἡ δὲ τῶν ἐνδοσθίων ἀνάθεσις, ἤτοι καθιέρωσις, πιμελῆς δὲ, λέγω, ἥπατός τε καὶ νεφρῶν, ὑποδηλοῖ πάλιν, ὅτι καὶ ἅγια, καὶ ἱερὰ, καὶ εὐώδη πάντα τὰ ἐν Χριστῷ. Ἐν ἥπατι μὲν γὰρ, τὰς ἐφ’ ὁτιοῦν ἐπιθυμίας ἤτοι ὀρέξεις γίνεσθαί φασιν οἱ ταῦτα σοφοί. Νεφρὸς δὲ δὴ πάλιν, μόριόν ἐστιν ἐν σώματι, διακριτικὴν ἔχον τὴν ἐνέργειαν. Ἀποκρίνει γὰρ τοῦ χρησίμου τὸ περιττόν. Τοιοῦτον δέ τι καὶ ἐν ἡμῖν αὐτοῖς ὁ νοῦς ἐργάζεται. Κιβδηλεύει μὲν γὰρ, εἴπερ ἐστὶ σοφὸς, τὸ ἀδικεῖν πεφυκός· προσίεται δὲ καὶ λίαν ἀσμένως τὸ τελοῦν εἰς ὄνησιν. Ψάλλει δέ που καὶ ὁ μακάριος Δαβὶδ, ὡς ἐκ προσώπου τοῦ Χριστοῦ· Ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μού ἐστι. Καὶ πάλιν· Ὅτι σὺ ἐκτήσω νεφρούς μου, Κύριε. Ὅτι δὲ καὶ ἀρετῆς ἀνάμεστος τῆς θεοπρετοῦς ὁ Ἑμμανουὴλ, παραδείξειεν ἂν ὡς ἐν τύπῳ πάλιν ἡ πιμελή. Ὥσπερ γὰρ ἐν τοῖς ἄριστα τεθραμμένοις τῶν ζώων ἡ πιμελὴ γίνεται· κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον εἰς νοῦν ἀρετὴ τροφὴν ἔχοντα τὴν ἐξ οὐρανοῦ. Ἅγιος δὴ οὖν καὶ ἀμώμητος ὁ Χριστὸς, καὶ ἀρετῆς ἔμπλεως, ἱερὸς καὶ εὐώδης, ὁλοκαύτωμα νοητὸν, καὶ ὡς ἐν εἴδει παντὶ προσενηνεγμένον, μόσχῳ τε, φημὶ, καὶ κριῷ, καὶ αἰγί. Σωτήριος γὰρ γέγονεν ὑπὲρ ἡμῶν θυσία τε, καὶ δέδωκεν ἑαυτὸν ὑπὲρ πάντων εἷς, ὁ πάντων ἀντάξιος. Δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα, σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.