# Glaphyra in Pentateuchum 10

Cyrillus, Glaphyra in Pentateuchum, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ. Περὶ τοῦ Νῶε καὶ τῆς κιβωτοῦ., Περὶ τοῦ Ἀβραὰμ καὶ τοῦ Μελχισεδέκ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/glaphyra-in-pentateuchum/10

ι. Ἀντέπραττον οἱ Ἰουδαῖοι τοῖς περὶ Χριστοῦ κηρύγμασι, καὶ τῶν ἀποστολικῶν σπουδασμάτων μονονουχὶ καταμειδιᾷν ἐτόλμων, δύο ταῦτα προτείνοντες· ἒν μὲν, ὡς εἴη τῶν ἀμηχάνων τὴν τοῖς πατράσι διωρισμένην διὰ φωνῆς τοῦ πανσόφου Μωσέως ἀπρακτεῖν ἐντολὴν, καὶ ἀθετεῖσθαι τὸν νόμον, πολιτείας ἑτέρας, τῆς οὐδενὶ τῶν πάλαι διεγνωσμένης, ἀδοκήτως εἰσκρινομένης· ἕτερον δὲ αὖ· Μὴ γὰρ δὴ χρῆναι διισχυρίζοντο τῆς ἱερωσύνης τὴν δόξαν ἔξω τῆς ἀπολέκτου φέρεσθαι φυλῆς, τουτέστι, τῆς τοῦ Λευΐ. Ἄνω τε καὶ κάτω τῆς ἐν ἱερῷ λειτουργίας ἀποσοβοῦντος Θεοῦ τοὺς οὐκ ὄντας αὐτῆς, καὶ δίκην εὐθὺς τῷ τοιῷδε τολμήματι καθορίζοντος τὴν ἐσχάτην. Ἀγωνίζεται τοίνυν νομομαθὴς ὢν ὁ Παῦλος, καὶ πειρᾶται πληροφορεῖν, ἀπό τε τοῦ εἰκότος, καὶ μέντοι καὶ ἐξ αὐτῆς τῆς θεοπνεύστου Γραφῆς, ὅτι καὶ νόμου καινότης, καὶ ἱερωσύνης αὐτῆς προανεφωνεῖτο μετάθεσις· καὶ προανέλαμψεν ἐν τύποις ἡ ἑκατέρου δήλωσις. Δέχεται δὴ οὖν οὐκ ἐκ φυλῆς ὄντα Λευϊτικῆς τὸν Μελχισεδὲκ, εἶτα δείκνυσιν ἱερέα μὲν ὄντα τοῦ ὑψίστου Θεοῦ, προσάγοντα δὲ καὶ ἄρτους καὶ οἶνον, ἔφη τε οὕτω περὶ αὐτοῦ· Θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης. Καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευῒ τὴν ἱερατείαν λαμβάνοντες, ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τουτέστι, τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ. Ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν, δεδεκάτωκε τὸν Ἀβραὰμ, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκε· χωρὶς δὲ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. Ἀλλ’ οὐκ ἐν τῇ φύσει τὴν ὑπεροχὴν τῷ Μελχισεδὲκ, ἀλλ’ ἔν γε τῷ τρόπῳ τῆς ἱερωσύνης ἐνεῖναί φαμεν, οὐκ ἀνανεύοντος τοῦ προπάτορος Ἀβραὰμ, ἀπονέμοντος δὲ ὥσπερ τὸ προὔχειν αὐτῷ, δι’ ὧν ἔγνω τιμᾷν, καὶ αὐταῖς ταῖς τῶν δεκατῶν προσαγωγαῖς. Ἀποδεκατοῦσι μὲν γὰρ οἱ ἐξ αἵματος Λευῒ τὸν λαὸν, καίπερ ὄντας ἀδελφούς· ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν, τουτέστιν, ὁ Μελχισεδὲκ (οὐ γὰρ ἦν ἐκ φυλῆς Λευΐ), δεδεκάτωκε τὸν Ἀβραὰμ, καὶ εὐλόγηκε. Καὶ ὁ μὲν τύπος, ἐν τούτοις. Χριστὸς δὲ δὴ αὖ, ὁ ἐν σκιαῖς γραφόμενος, ἀγενεαλόγητος ὢν, τοῖς κατὰ νόμον ἱερᾶσθαι τεταγμένοις (ἀνατέταλκε γὰρ ἐκ τῆς Ἰούδα φυλῆς, εἰς ἣν οὐδὲν περὶ ἱερέων Μωσῆς ἐλάλησε), δεδεκάτωκε τοὺς υἱοὺς Λευῒ, τουτέστι, τὴν κατὰ νόμον ἱερωσύνην. Δεδεκάτωκε δὲ πάλαι μὲν ἐν Μελχισεδέκ· ὕστερον δὲ καὶ ἐν Ἀαρών. Ἀπεδεκάτου γὰρ καὶ αὐτὸς τοὺς υἱοὺς Λευΐ, τύπον ἐπέχων τῆς ἰερωσύνης Χριστοῦ, καθάπερ ἤδη προείπομεν.

---

Cyrillus Alexandrinus, Glaphyra in Pentateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg097.local001/.
