Ancient Greek · ~16 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ ϛ., Περὶ τοῦ Ἰωσὴφ καὶ τῶν υἱῶν αὐτοῦ Ἐφραῒμ καὶ Μανασσῆ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 2.1-11
Not analysed yet
β. Βραχὺ δὲ τῆς ἱστορίας τὸ πάχος ἐκβαίνοντες, ἐκεῖνό φαμεν· Οὕτω καὶ ἡμεῖς οἱ ἐν πίστει δεδικαιωμένοι γεγόναμεν ἐν Χριστῷ, Θεοῦ μὲν υἱοὶ, τῶν δὲ ἁγίων οἰκεῖοι, μεσιτεύοντος αὐτοῦ, καὶ δι’ ἑαυτοῦ συνδέοντος αὑτῷ τε καὶ τῷ Πατρὶ καὶ τοῖς τῶν ἁγίων χοροῖς· καθάπερ ἀμέλει καὶ Ἰωσὴφ, οἱονεὶ μεταξὺ κείμενος, υἱοὺς μὲν ἐποίει τοῦ ἰδίου πατρὸς τὸν Ἐφραῒμ καὶ Μανασσῆ, ἐγγράφεσθαι δὲ καὶ αὐτῷ τῷ καταλόγῳ τῶν πατριαρχῶν. Νῦν γὰρ, φησὶν, οἱ δύο σου υἱοὶ οἱ γενόμενοί σοι ἐν Αἰγύπτῳ, ἐμοί εἰσιν, Ἐφραῒμ καὶ Μανασσῆς, ὡς Ῥουβεὶμ καὶ Συμεὼν ἔσονται ἐμοί. Τουτέστιν, ἐν πρωτοτόκοις ἔσονται, συντετάξονται δὲ καὶ τοῖς ἐν ὑπακοῇ. Ἦν μὲν γὰρ πρωτότοκος Ῥουβείμ. Ὑπακοὴ δὲ πάλιν ὁ Συμεὼν ἑρμηνεύεται. Γεγόναμεν δὲ διὰ πίστεως οἱ ἔσχατοι πρῶτοι, καὶ τὴν τοῦ πρωτοτόκου δόξαν ὁ ἐξ ἐθνῶν ἐκληρώσατο λαός. Τετίμηνται δὲ δι’ ὑπακοὴν καὶ εὐπείθειαν. Αὐτὸς γὰρ αὐτοῖς μεμαρτύρηκεν ὁ Χριστὸς, οὕτω λέγων· Λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου. Εἰ γὰρ καὶ γεγόναμεν ἐκ μητρὸς ὥσπερ ἑτερογενοῦς διὰ τὸ ἐξ ἐθνῶν κεκλῆσθαι τὴν Ἐκκλησίαν, ἀλλ’ ἐξαρκέσει μεσολαβὼν ὁ Ἐμμανουὴλ, καὶ εἰς τὸ συνάψαι δι’ ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρὶ, καὶ τοῖς τῶν ἁγίων ἐγγράψαι κλήροις, καὶ εἰς τὴν ἐκείνοις πρέπουσαν δόξαν ἀνενεγκεῖν, καὶ ἱερὸν ἡμᾶς ἀποφῆναι γένος. Ἄθρει δὲ ὅπως ἐξ ἀγάπης τῆς περὶ τὸν μακάριον Ἰωσὴφ εἰς ἰδίους υἱοὺς κατατάττει τοὺς ἐξ αὐτοῦ. Ἠγαπήμεθα γὰρ καὶ ἡμεῖς ἐν Χριστῷ, καὶ ἐπείπερ δι’ αὐτοῦ ἐν πνεύματι γέννησιν γεγεννήμεθα τὴν πνευματικὴν, ἀξιόληπτοι γεγόναμεν τῷ Πατρὶ, καθάπερ ἔφην ἀρτίως· καὶ τοῖς πρὸ ἡμῶν ἁγίοις συντετάγμεθα. Πλὴν εἰ καὶ υἱοὶ κεκλήμεθα τοῦ Θεοῦ καὶ Πατρὸς, ὑπὸ χεῖρα πάλιν ἐσόμεθα τοῦ προσάγοντος ἡμᾶς καὶ συνενοῦντος αὐτῷ, τουτέστι Χριστῷ. Θέα γὰρ ὅπως ὁ μακάριος Ἰακὼβ μετὰ τὸ τοῖς ἰδίοις ἐγγράψαι τέκνοις τόν τε Ἐφραῒμ καὶ Μανασσῆ, Τὰ δὲ ἔκγονα, φησὶν, ἃ ἐὰν γένηταί σοι, σοὶ ἔσονται. Συνίης οὖν ὅτι κἂν υἱοὶ τοῦ Θεοῦ καὶ Πατρὸς χρηματίζωμεν, οὐδὲν ἧττον ἐσόμεθα τοῦ Χριστοῦ. Καὶ τοῦτο, οἶμαι, ἐστὶν ὅπερ ἔφη πρὸς τὸν Πατέρα· Οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου, σοὶ ἦσαν, καὶ ἐμοὶ αὐτοὺς δέδωκας· καὶ δεδόξασμαι ἐν αὐτοῖς. Κατορωρύχθαι γε μὴν τὴν Ῥαχὴλ ἐν Βηθλεὲμ ἔφασκεν Ἰακώβ. Μεμνήμεθα δὲ πολλάκις εἰς εἰκόνα καὶ τύπον τῆς ἐξ ἐθνῶν Ἐκκλησίας τὴν Ῥαχὴλ ὀνομάσαντες. Γένοιτο δ’ ἂν, οἶμαι, τὶς οὐ ψευδοεπὴς εἰ βούλοιτο λέγειν, ὅτι πρὸς ἑτέραν τινὰ ζωὴν, τὴν ἀμείνω δηλονότι καὶ τῆς ἐγκοσμίου προφερεστέραν, μεταπεφοίτηκεν ἡ Ἐκκλησία· κόσμῳ μὲν ἀποθανοῦσα διὰ τὸ μὴ ἀνέχεσθαι φρονεῖν τὰ αὐτοῦ, Θεῷ δὲ ζῶσα πνευματικῶς ἐν Χριστῷ διὰ πολιτείας εὐαγγελικῆς. Εἰ γὰρ καὶ ἔστιν ἐν κόσμῳ διὰ τὴν ἐν σαρκὶ ζωὴν, ἀλλ’ οἱονεὶ κρύπτεται τὸ ἐν κόσμῳ λαμπρὸν οὐκ ἔχουσα, μονονουχὶ δὲ καὶ συνετάφη Χριστῷ· καὶ τοῦτο, οἶμαι, ἐστὶν ὅπερ ἔφη Παῦλος ἡμῖν ὁ σοφώτατος· Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. Σύνες γὰρ ὅτι τεθαμμένης τῆς Ῥαχὴλ ἐν Βηθλεὲμ, καὶ οὐχ ὁρωμένης ἔτι, μονονουχὶ συνεκρύπτετο καὶ αὐτὸς ὁ Ἐμμανουήλ. Γεγέννητο γὰρ οὔπω διὰ τῆς ἁγίας Παρθένου. Ἐπαινέσωμεν δὴ οὖν τὸν τοιοῦτον τῆς Ἐκκλησίας θάνατον εἰς ἀρχὰς ἀναφέροντα ζωῆς τῆς ἁγίας τε καὶ ἐν Χριστῷ. Κἀκεῖνο δὲ οἶμαι προσειπεῖν ἀναγκαῖον. Εἰσδεξάμενος εἰς τέκνα τοὺς ἐξ Ἰωσὴφ ὁ πατὴρ τεθνεώσης αὐτῶν τῆς μητρὸς, ἐντέλλεται καὶ περὶ αὐτῆς. Τοιγάρτοι τὸν ἐν ᾧ τέθαπται κατασημῆναι χῶρον εἴη ἂν ἕτερον οὐδὲν ἀναπείθοντος ἢ ὅτι προσήκει τὴν δέουσαν ἐπ’ αὐτῇ ποιεῖσθαι φροντίδα. Ἐνετέλλετο δὲ καὶ ὁ Θεὸς καὶ Πατὴρ τῷ Υἱῷ περὶ τῆς Ἐκκλησίας, καὶ φροντίδος αὐτὴν ἀξιοῦν ἀναπείθει, νενικημένην θανάτῳ διὰ τὴν ἀρχαίαν ἀράν. Τοιγάρτοι καὶ ἀνακέκραγεν ὁ θεῖος ἡμῖν Δαβὶδ πρὸς τὸν ἐν οὐρανοῖς Πατέρα καὶ Θεόν· Ἔντειλαι, ὁ Θεὸς, τῇ δυνάμει σου, δυνάμωσον, ὁ Θεὸς, τοῦτο ὃ κατειργάσω ἐν ἡμῖν. Μονονουχὶ γὰρ καὶ παραδεικνὺς τὸ τῷ θανάτῳ κάτοχον σῶμα, διὰ τῆς δυνάμεως τοῦ Θεοῦ καὶ Πατρὸς, τουτέστι, τοῦ Υἱοῦ ἀπαλλάττεσθαι μὲν ἐλιπάρει τῆς φθορᾶς· ἀναφοιτῆσαι δὲ αὖθις εἰς τὸ ἐν ἀρχαῖς, τουτέστιν, εἰς τὴν ἐν Χριστῷ μακαρίαν καὶ ἀκήρατον ζωήν.