# Glaphyra in Pentateuchum 2.1-2

Cyrillus, Glaphyra in Pentateuchum, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Περὶ τοῦ Κάϊν, καὶ τοῦ Ἄβελ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/glaphyra-in-pentateuchum/2.1-2

β. Κάϊν μὲν τοίνυν καὶ μέντοι καὶ Ἄβελ, ἄμφω μὲν ἐγενέσθην ἐξ Ἀδὰμ, κλῶνες δὲ ἦσαν ὥσπερ τρυφεροί τε καὶ εὐανθεῖς, ῥίζης ἀνίσχοντες ἐν ἀρχαῖς τε καὶ πρώτης καὶ ἐπ’ αὐτοῖς ἡ ἀνθρώπου φύσις ἐμελέτα τὸ καρπογόνον, καὶ τὸ αὐξάνεσθαι καὶ πληθύνεσθαι μόλις ἦν ἐν ἀρχῇ τοῦ φαίνεσθαι, καὶ ἐν ἰσχύι λοιπόν. Ἀλλ’ ὁ μὲν Κάϊν προεπήδα χρόνῳ τῷ κατὰ γένεσιν. Εἴπετο δὲ καὶ ἦν μετ’ αὐτὸν ὁ Ἄβελ· καὶ ἕως μὲν ἤστην ἀπαλοί τε καὶ νέοι, καθάπερ τινὲς νεοττοὶ παρετρέφοντο τοῖς γεγεννηκόσιν. Ἐπειδὴ δὲ εἰς ἤβην οἱ νεανίαι ἦλθον, καὶ λοιπὸν τελοῦντες ἐν ἀνδράσιν ἐφαίνοντο, πρὸς διαφόρους ἐτράποντο φιλεργίας. Καὶ ὁ μὲν Κάϊν, ἡσθεὶς, οἶμαί που, χλοηφορούσῃ τῇ γῇ, καὶ πολὺ δὴ λίαν εὔξυλόν τε καὶ εὐεργεστάτην ὁρῶν, καὶ καρποῖς ὡραίοις πεποικιλμένην, δεῖν ᾠήθη ταῖς ἐπιεικείαις ἀποφαίνειν ἡμεροτέραν τῶν ὁρωμένων τὴν ὄψιν· καὶ τὰ οἴκοθέν τε καὶ φυσικῶς ἀξιέραστα καὶ αὐτομάτως εἰς τοῦτο διήκοντα κάλλους διενοεῖτό που, κατά γε τὸ εἰκὸς ὡς εἰ τύχοιεν ἱδρῶτος γεωπονικοῦ, ῥᾳδίως ἂν εἰς ὄψιν ἐλθεῖν, τὴν ἀσυγκρίτως προφερεστέρον Ἐσκευάζετο δὴ οὖν ἀγροικοπρεπῶς, καὶ παντὶ δὴ σθένει χρώμενος, ἀποπεραίνειν ἤθελε τὸν σκοπόν. Ἐδίδου δὲ αὐτῷ ἴσως ἡ φύσις τὸ εἰδέναι καὶ ταῦτα, καὶ θεῖος εἰς νοῦν καὶ ἀπόῤῥητος νόμος ἐνεχάραττέ που τὴν ὧν ἂν ἕλοιτο γνῶσιν. Ἀλλὰ ταυτὶ μὲν ὁ Κάϊν σπουδῆς ἠξιοῦτο, καὶ πόνων· Ἄβελ δὲ ὁ σοφὸς τὸν ἐπὶ ξύλοις ἱδρῶτα, καὶ σκαπάνῃ μεθεὶς, καὶ μὴν καὶ ἅρπης οὐκ ἀνεχόμενος, ἀγέλαις ὀΐων ἐπετρέπετο. Παρεκόμιζον δὲ ἴσως εἰς τοῦτο γνώμης αὐτὸν, ἀρνειοὶ μὲν μητράσιν λεπτὸν ὑπηχοῦντες ἔτι, καὶ μόλις ἀναβληχόμενοι, ἁπαλοῖς δὲ καὶ νεοπαγέσι ποσὶν εὐανθεῖ πόᾳ βραχὺ διασκαίροντες· καὶ μὴν ἐπὶ τοῦτο καὶ αἱ μηκάδες αἶγες τὰ ὑψηλότατα τῶν πετρῶν ἀμογητὶ διαθρώσκουσαι. Ψήφῳ δὲ, οἶμαι, παγκάλῃ τὴν ποιμενικὴν στεφανοῦν ἠξίου σοφὸς ὢν ἄγαν, τῆς ἐπ’ ἀνθρώποις ἡγεμονίας προμελέτησιν ὥσπερ τινὰ τὸ χρῆμα τιθεὶς, ὦδέ τε ἔχειν ἡγούμενος. Λαῶν ποιμένας τοὺς ἐθνῶν ἢ πόλεων, ἢ δήμων προεστηκότας ὀνομάζειν ἔθος καὶ αὐτῇ τῇ Γραφῇ τῇ θεοπνεύστῳ, καὶ τοῖς Ἑλλήνων λογάσιν. Ἀπονενευκότοιν δὴ οὖν τοῖν νεανίαιν, τοῦ μὲν ἐπὶ γηπονίαν, θατέρου γε μὴν ὡς ἐπί τι τῶν ἀμεινόνων, τὴν ποιμενικὴν, προϊὼν, ὁ χρόνος τῷ Κάϊν μὲν δασὺ κομῶντας τοὺς κήπους καὶ καρποῖς ὡραίοις ἐπίθει διαβριθεῖς· τῷ δὲ Ἄβελ προήκουσαν εἰς πληθὺν ὡς πλείστην ὅσην ἀπετέλει τὰ συναγηγερμένα. Εἶτα νόμος ὁ ἐν ἡμῖν τῆς ἐμφύτου θεογνωσίας, ἐκάλει τοὺς ἄνδρας πρὸς τὸ δεῖν ἀνάπτειν τὰ χαριστήρια τῷ πάντων Δημιουργῷ, καὶ παντὸς ἡμῖν ἀγαθοῦ δοτῆρι Θεῷ. Εἰ γάρ ἐστι κατεφθαρμένος καὶ οὐκ ἀληθὴς ὁρᾶται τυχὸν ἐν τοῖς εἰδώλων προσκυνηταῖς ὁ τοῦ διειδέναι σκοπὸς τίς ὁ τῶν ὅλων ἐστὶ ποιητὴς, ἀλλ’ οὖν ἔμφυτός τε καὶ ἀναγκαῖος διανύττει νόμος, καὶ αὐτοκέλευστος ἐγείρει γνῶσις, εἴς γε τὸ χρῆναι νοεῖν τὸ ὑπερτεροῦν, καὶ ἄμεινον ἀσυγκρίτως ἢ καθ’ ἡμᾶς, τουτέστι Θεόν. Ἄγει δὴ οὖν ὁ μὲν ἱερός τε καὶ πάνσοφος Ἄβελ τὰ τῆς ἀγέλης ἀπόλεκτα, καὶ ἀριστίνδην ἐγκεκριμένα· Ἤνεγκε γὰρ, φησὶν, ἀπὸ τῶν πρωτοτόκων τῶν ἀμνῶν, καὶ ἀπὸ τῶν στεάτων αὐτῶν, τουτέστι τὰ προὔχοντα καὶ ἐξαίρετα. Καὶ τὸν τῆς ἱερουργίας οὐκ ἀγνοήσας τρόπον, παρετίθει τὰ στέατα. Κάϊν δὲ οὐχ οὕτως, πολὺ δὲ λίαν ἀτημελῶς· τὰ μὲν γὰρ ὅτι μάλιστα τῶν ὡρίμων ἐκπρεπῆ, ταῖς ἰδίαις ἐχαρίζετο τρυφαῖς, ἐλύπει δὲ τοῖς δευτέροις τὸν ἐπὶ πάντων Θεόν. Οὐκοῦν ἐπὶ μὲν τοῖς τοῦ Ἄβελ δώροις πῦρ καθιὲν οὐρανόθεν, δαπανᾶσθαι παρεσκεύασε τὰ ἱερώματα· Ἐπὶ δὲ Κάϊν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ, οὐ προσέσχε, φησίν. Οὐ γὰρ τὸ σύνηθες ἐπηφίει πῦρ τοῖς προσενηνεγμένοις. Ἐντεῦθεν ὁ Κάϊν ἀνιᾶται σφόδρα, καὶ ἀλύει δεινῶς. Διδασκόμενος δὲ τῆς ἀποστροφῆς τὴν αἰτίαν, καὶ ψῆφον ἑλόντος τὴν ἀμείνω τοῦ Ἄβελ, οὐκ ἐτράπετο μᾶλλον πρὸς ἐπανόρθωσιν τῶν διεπταισμένων· εἰς ὀργὰς δὲ ἀκαίρους ἀποταυρούμενος πρῶτος ἐν ἀνθρώποις τὸν ἀτίθασσον ὠδίνει φθόνον· μονονουχὶ δὲ τῆς ἀποστροφῆς ἀμυνόμενος τὸν τῶν ὅλων Θεὸν, δόλῳ μέτεισι τὸν τεθαυμασμένον. Καὶ νόμον ἐπάτει φιλοστοργίας, διαβολικῆς μὲν φαυλότητος καὶ ἀνοσίων σκεμμάτων, ἐκμεμεστωμένον ἔχων τὸν νοῦν· πλαττόμενος δὲ τὸ χρηστὸν εἰς λόγους· Διέλθωμεν γὰρ, φησὶν, εἰς τὸ πεδίον. Ἀκούεις ὅπως ἐκάλει μὲν ἐπ’ ἀγροὺς ὡς ἐπόπτης ἔσοιτο τῆς ἐπιεικείας αὐτοῦ, καὶ τῆς τῶν ἀνθέων πολυειδοῦς ἀπολαύσοι θέας; Ἀνοσιεύεται δὲ, καὶ πρωτόλειον ὥσπερ τι καὶ ἀπαρχὴν τῷ θανάτῳ δίδωσι τὸν ὁμαίμονα, καὶ τῆς εἰς μιαιφονίαν ὁδοῦ τῇ ἀνθρώπου φύσει διδάσκαλος ἦν. Διαπυνθανομένου δὲ τοῦ Θεοῦ καὶ λέγοντος, Ποῦ Ἄβελ ὁ ἀδελφός σου; ψευδοεπεῖ μὲν ὁ δείλαιος, καὶ ὑπαντιάζει σκληρῶς τὸ, Οὐκ οἶδα, λέγων. Ἐπειδὴ δὲ φονευτὴς ἠλέγχετο, καὶ ὑπενήνεκται ταῖς ἀραῖς, ᾠήθη δὲ πάλιν ὅτι τεθνήξεται καὶ αὐτὸς, καὶ εἰ μὴ βούλοιτο Θεὸς, καὶ λύσις ἔσται τὸ χρῆμα αὐτῷ τῆς ἐκ Θεοῦ ὀργῆς. Ἔφασκε γάρ· Εἰ ἐκβάλῃς με σήμερον ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς, καὶ ἔσται, πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με. Ἀλλ’ ὅτι πάντη τε καὶ πάντως ὑποκείσεται ταῖς ἀραῖς καὶ τῶν οἰκείων ἀνοσιουργημάτων ὑφέξει τὰς δίκας τρισάθλιον ἐν γῇ διατρίβων βίον, ἐπληροφορεῖτο σαφῶς Θεοῦ λέγοντος· Οὐχ οὕτως, ὅτι πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. Τὸ δὲ ἑπτὰ τίθησιν ἀντὶ τοῦ πολλὰ, ὅμοιον οὖν ὡς εἰ λέγει, πολλῶν καὶ ἀνοσίων πλημμελημάτων χαριεῖται δίκην τῷ ἀδελφοκτόνῳ Κάϊν, ὁ τῆς ἐνσωμάτου ζωῆς ἀνιεὶς αὐτόν. Εἰ δὲ δή τις ἕλοιτο καὶ ἑπτὰ τὸν ἀριθμὸν εἶναι λέγειν τὰ ἐκδικούμενα, χαλεπὸν οὐδὲν ἀναμετροῦντα εἰπεῖν, ὅτι πρώτη μὲν ἁμαρτία τῷ Κάϊν, τὸ μὴ διελεῖν ὀρθῶς, μήτε μὴν ἀναθῆναι Θεῷ τὰ πάντων ἐξαίρετα. Δεύτερον δὲ δὴ τὸ μαθόντα τὴν ἁμαρτίαν μὴ τραπέσθαι πρὸς μετάγνωσιν, καὶ ταῖς εἰς τὸ ἄμεινον ἀναδρομαῖς ἐπανορθοῦν τὰ διεπταισμένα, καταθήγεσθαι δὲ πρὸς ὀργὰς, καὶ ταῖς τοῦ πέλας εὐδοκιμήσεσιν ἐποτρύνεσθαι· ὃν ἔδει που πάντως ἑλέσθαι ζηλοῦν, οὐκ ἐχθρὸν ἡγεῖσθαι, καὶ ἀδίκοις ὄμμασιν ὑποβλέπεσθαι. Τρίτη δὲ καὶ προεισβολή τις ὥσπερ τῆς εἰς τὸ χρῆναι φονᾷν ἀγριότητος, ὁ ἀνήμερος φθόνος. Τετάρτη δ’ αὐτὸ, Διέλθωμεν εἰς τὸ πεδίον, δόλου καὶ ἀπάτης ἀπόδειξιν ἔχον. Πέμπτη δὲ τῆς ἀνοσίου μιαιφονίας τὰ ἐγκλήματα. Καταλογισθείη δ’ ἂν εἰς ἔκτον αὐτῷ πλημμέλημα, τὸ ψευδοεπῆσαι τὸν Θεόν. Εἰς ἕβδομον δὲ, τὸ ἄκοντος τοῦ Θεοῦ, νομίζειν δύνασθαι διαδρᾶναι τὰς δίκας, τῆς ἐν σώματι ζωῆς οὐκ ἀνεθελήτως ἀπηλλαγμένον. Ἀλλὰ δέδωκε, φησὶν, ὁ Θεὸς σημεῖον τῷ Κάϊν τοῦ μὴ ἀποκτεῖναι αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν. Ἐξῆλθε δὲ Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ. Ὑπέκειτο δὲ παραχρῆμα ταῖς ἀραῖς, καὶ ὁ τῆς ἀποστροφῆς ἠκολούθει τρόπος. Τὸν γάρ τοι πρὸς λῆξιν τοῦ παντὸς ἤδη διελάσαντα κακοῦ ἐποπτεύσειεν ἂν πῶς ἡ πάναγνος καὶ ἁγιωτάτη φύσις;

---

Cyrillus Alexandrinus, Glaphyra in Pentateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg097.local001/.
