Ancient Greek · ~24 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Γ., Περὶ τοῦ Ἡσαῦ καὶ τοῦ Ἰακὼβ, ὅτι εἰς τύπον τέθεινται τῶν δύο λαῶν, τοῦ τε Ἰσραὴλ, καὶ τοῦ διὰ πίστεως τῆς ἐν Χριστῷ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 2.1-6
Not analysed yet
β. Πρόδηλον οὖν, ὅτι τῆς ἐφ’ ἡμῖν οἰκονομίας ὁ λόγος ἀναγκαιοτάτην ἀπέφηνε τῆς διὰ Μωσέως ἐντολῆς τὴν οἱονεὶ προανάδειξιν τῆς κατόπιν εὐθὺς καὶ ἐν Χριστῷ δραμούσης χάριτος, παρακομιζούσης εἰς μέσον τὸ ἐξ ἐπαγγελίας Θεοῦ προαναφωνούμενον σπέρμα, τουτέστι, τοὺς ἐν Χριστῷ διὰ πίστεως. Γέγονε γὰρ οὕτω πατὴρ ἀναριθμήτων ὁ θεσπέσιος Ἀβραάμ. Ἄθρει δὴ οὖν, ἄθρει τῆς οἰκονομίας τὸ σχῆμα, διαπεπλασμένον ἀστείως ὡς ἐν τύπῳ πάλιν τῆ τῶν ἀδελφῶν ξυνωρίδι τῇ ἐξ Ἰσαὰκ, Ἡσαῦ τε, φημὶ, καὶ μέντοι καὶ Ἰακώβ. Οὐκοῦν εἴρητο παρὰ Θεοῦ πρὸς τὸν θεσπέσιον Ἀβραὰμ, ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα. Διερμηνεύων δὲ τὸ χρησμῴδημα, νομομαθὴς ὢν ὁ Παῦλος, Τῷ δὲ Ἀβραὰμ ἐῤῥέθησαν αἱ ἐπαγγελίαι, φησὶ, καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει, καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ’ ὡς ἐφ’ ἑνὸς, Καὶ τῷ σπέρματί σου, ὅ ἐστι Χριστός. Οὐκοῦν ἐν Χριστῷ τὰ ἐπηγγελμένα διεπεραίνετο, καὶ εἰς εἰκόνα καὶ τύπον αὐτοῦ τέθειταί πως ὁ Ἰσαάκ. Διερμηνεύεται δὲ ἡ τοιάδε κλῆσις, χαρὰ καὶ ἀγαλλίαμα. Ἀγαλλίαμα δὲ τὸν Χριστὸν καὶ ὁ θεσπέσιος Δαβὶδ ὠνόμαζε, λέγων ὡς ἐκ προσώπου τῶν δεδιψηκότων τὴν δι’ αὐτοῦ σωτηρίαν· Τὸ ἀγαλλίαμά μου, λύτρωσαί με ἀπὸ τῶν κυκλωσάντων με. Διενηξάμεθα γὰρ ἐν Χριστῷ τὰς τῶν φονώντων ἐπαναστάσεις· καὶ πεπατήκαμεν ἐν αὐτῷ σκορπίους καὶ ὄφεις, καὶ ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπέβημεν οἱ πεπιστευκότες. Ὅτι δὲ ἀγαλλίαμα ὁ Χριστὸς παρὰ ταῖς θείαις Γραφαῖς ὠνόμασται, καὶ προφητικὸς ἡμᾶς ἀναπείσει λόγος. Ἔχει γὰρ ὧδε· Καὶ ἀνατελεῖ Κύριος δικαιοσύνη καὶ ἀγαλλίαμα ἐναντίον τῶν ἐθνῶν πάντων. Γέγονε γὰρ ὁ Ἐμμανουὴλ οὐχὶ μόνοις τοῖς ἐξ Ἰσραὴλ ἀλλὰ καὶ τοῖς ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἔθνεσί τε καὶ λαοῖς δικαιοσύνη καὶ ἀγαλλίαμα. Δεδικαιώμεθα γὰρ ἐν αὐτῷ, καὶ τὴν ἐκ τῆς ἀρχαίας ἀρᾶς δυσφημίαν ἀπεκρουσάμεθα. Μετημφιέσμεθα γὰρ ὥσπερ εὐφροσύνην καὶ χαρὰν, θανάτου καὶ ἁμαρτίας ἀπηλλαγμένοι, καὶ τί γὰρ οὐχὶ τῶν ἄνωθεν καὶ παρὰ Θεοῦ πλουτήσαντες ἀγαθῶν; Τοιγάρτοι δοξολογεῖν δεδιδάγμεθα, λέγοντες· Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ. Ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης. Καὶ τίς δὴ οὗτός ἐστιν ὁ τῆς εὐφροσύνης χιτὼν, σαφηνιεῖ λέγων ὁ ἱερώτατος Παῦλος· Ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. Καὶ πάλιν· Ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστὸν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίαν. Ἀγαλλίαμα τοίνυν ὁ Ἰσαὰκ ὡς ἐν τύπῳ Χριστοῦ τοῖς προκειμένοις ἡμῖν θεωρήμασι χρειωδέστατα παρειλημμένος. Τούτῳ γέγονε Ῥεβέκκα γυνή. Διερμηνεύοιτο δὲ ἃν καὶ αὕτη, πλείστη τε καὶ ὅση ὑπομονή Ἀλλὰ καὶ τὸ τῆσδε πρόσωπον εἰς τὸ τῆς Ἐκκλησίας παραληψόμεθα νοοῦντες ὀρθῶς, ἧς τὸ εὐδόκιμον ἐν ὑπομονῇ. Καὶ γοῦν τοῖς ταύτης τέκνοις, τῆς ὡς. ἐν πίστει, φημὶ, καὶ πνεύματι σωτηρίας, ὁδὸς πέφηνεν ἡ ὑπομονή. Ἱεροὶ γὰρ αὐτοῖς προσπεφωνήκασι λόγοι, ποτὲ μὲν, ὅτι Ἐντῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν· ποτὲ δὲ αὖ· Ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομίσησθε τὴν ἐπαγγελίαν. Ὅρα τοίνυν τὴν Ῥεβέκκαν ὀψὲ μὲν καὶ μόλις ὠδίνουσαν (στεῖρα γὰρ ἦν), ἀποτεκοῦσαν δ’ οὖν ὅμως ἐκ φιλοτιμίας Θεοῦ, καὶ ἐξ ἀγαπήσεως Ἰσαὰκ, τόν τε Ἡσαῦ τὸν πρωτότοκον, καὶ εὐθὺς κατόπιν ἰόντα τὸν Ἰακώβ. Δι’ ὧν εὗ μάλα πάλιν ἡμῖν ἐξεικονισθεῖεν ἂν οἱ δύο λαοὶ, ὅ τε Ἰσραὴλ, καὶ μέντοι καὶ ἐξ ἐθνῶν. Καὶ ὁ πρωτότοκος μὲν ὁ Ἰσραὴλ, (προεισκέκληται γὰρ διὰ νόμου)· δεύτερος δὲ καὶ μετ’ ἐκεῖνον, ὁ ἐν πίστει διὰ Χριστοῦ. Ἴδοι δ’ ἄν τις τῶν δύο λαῶν τὴν ὡς ἐν γνώμῃ καὶ τρόποις διαφορὰν, καὶ ἐξ αὐτῶν, οἶμαί που, τῶν ὀνομάτων ἃ ἦν ἐν ἀμφοῖν, καὶ ἐκ τῆς τῶν σωμάτων ἰδέας, ἤτοι κατασκευῆς. Ὁ μὲν γὰρ Ἡσαῦ διερμηνεύεται δρῦς, τουτέστιν, ἀπηνής τε καὶ ἀκαμπής. Εἴρηται δέ που πρὸς τὸν Ἰσραὴλ παρὰ τοῦ Θεοῦ· Γινώσκω ἐγὼ ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλκοῦν. Πτερνιστὴς δὲ ὁ Ἰακὼβ, τουτέστι, τεχνίτης, ἤτοι νικᾷν εἰδώς. Πτερνιεῖ γάρ τις ὂν ἂν ἡττήσῃ. Νικᾷ δὲ δὴ πάντως, οὐχ ὁ ἐν νόμῳ λαὸς, ἀλλ’ ὁ ἐν Χριστῷ διὰ πίστεως, καὶ τὰ ἐκ τῆς ἁμαρτίας διαδραμὼν ἐγκλήματα, καὶ αὐτὸ καταμβλύνων τοῦ θανάτου τὸ κράτος. Καὶ ὁ μὲν Ἡσαῦ πυῤῥάκης ἦν ὅλος· γέγραπται γὰρ ὡδὶ, Καὶ ὡσεὶ δορὰ δασύς· ἀνὴρ δὲ λεῖος ὁ Ἰακώβ. Αἴνιγμα δὴ οὖν ἡ πυῤῥότης, θυμοῦ καὶ ὀργῆς· εἴπερ ἐστὶν ἀληθῶς ὡς ἐρυθρὸν ἀεί πως τὸ χρῶμα τοῖς ἐν ὀργαῖς. Θηριοπρεπὲς δὲ ὅτι τὸ λασιότριχον καὶ δασὺ, πῶς ἂν ἐνδοιάσειέ τις; Κατίδοι δ’ ἂν, οἶμαι, πᾶς τις ἐν τοῖς τοιούτοις ὄντα τρόποις τὸν Ἰσραήλ· καὶ θυμῷ μὲν ἢ λογισμῷ τῷ καθήκοντι διοικούμενον· ἀπονενευκότα δὲ λίαν εἰς τὸ θρασὺ καὶ ἀνήμερον. Τοιγάρτοι καὶ ἀπεκτόνασι μὲν ἁγίους προφήτας, δεδυσσεβήκασι δὲ καὶ εἰς αὐτὸν ἐν ἐσχάτοις τὸν Ἐμμανουήλ. Ἡ δέ γε λειότης, ἀνθρωποπρεποῦς ἰδέας μήνυσις ἐναργής. Ἤπιος δὲ σφόδρα, καὶ πολὺ δὴ λίαν βλέπων ἐπὶ τὸ ἥμερον, ὁ νέος τε καὶ ἐν πίστει λαός. Ἡ γὰρ τοῦ στόματος ἀστειότης, εἰς παράδειξιν ἔσται σαφῆ τοῦ νοητοῦ τε καὶ ἔσωθεν κάλλους. Καθάπερ ἀμέλει καὶ ἐν Ἡσαῦ, ἀγριότητος εἶναι σημεῖον δεδώκαμεν τὸ δασύ τε καὶ ἐρυθρόν. Πλὴν ἀμφοῖν μήτηρ ἦν μία, τουτέστιν, ἡ Ῥεβέκκα. Παρέστησε δὲ ἑαυτῷ τὴν Ἐκκλησίαν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς παρθένον ἁγνὴν ὑπηρετοῦσαν ὥσπερ εἰς ἀναγέννησιν τὴν πνευματικὴν τῶν δύο λαῶν. Ὅσον γὰρ ἧκεν εἰς τὸν τῆς ἐπιδημίας σκοπὸν, ἔκτισεν αὐτοὺς εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάσσων τοὺς ἀμφοτέρους ἐν ἑνὶ πνεύματι κατὰ τὸ γεγραμμένον. Ἀλλ’ ἦν ἐξήνιος ὁ Ἰσραὴλ καὶ ἀσύμφωνος τῷ νέῳ λαῷ, κατὰ χρόνον ὢν πρωτότοκος. Δηλοῖ γὰρ, οἶμαί πού τι καὶ τὸ ἐν αὐτῇ τῇ νηδύϊ ἀνασκιρτᾷν τὰ βρέφη, τὴν ἐσομένην ὥσπερ ἔχθραν ὑποσημαίνοντα. Ὅτι δὲ ἀμείνων ὁ νέος ἔσται, καὶ ἐν εὐκλείᾳ τῇ προφερεστέρᾳ παρὰ τὸν Ἰσραὴλ τὸν πρωτότοκον, κατεσήμανεν εὐθὺς ὁ πάντα εἰδὼς, οὕτω λέγων· Καὶ ὁ λαὸς λαοῦ ὑπερέξει, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. Προεκηρύττετο μὲν γὰρ τὸ ἐπ’ ἀμφοῖν μυστήριον καὶ διὰ φωνῆς ἁγίων· καὶ ὅτι κατόπιν ἥξει τῶν ἐθνῶν ὁ Ἰσραὴλ, πολυτρόπως ἡμῖν προεπηγγέλλετο· Θεοῦ δὲ τὸ χρῆμα καὶ ἐν αὐτῷ τῷ τόκῳ δεικνύοντος, προεξέπιπτε μὲν τῆς νηδύος ὁ Ἡσαῦ, εἵπετο δὲ ὁ Ἰακὼβ, ὅτι πτερνιεῖ καὶ νικήσει τὸν ἀδελφὸν, διὰ τοῦ τῆς πτέρνης ἐπειλῆφθαι καταδεικνύς.