Ancient Greek · ~22 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Δ., Περὶ τοῦ πατριάρχου Ἰακώβ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 2.1-7
Not analysed yet
β. Ὅσον μὲν οὖν εἴς γε τὸ γράμμα καὶ τὰ ἐκ τῆς ἱστορίας ὑποδηλούμενα, πρέποι ἂν οὐκ ἐν μικρῷ ποιεῖσθαι θαύματι τήν τε Ῥεβέκκαν αὐτὴν, καὶ τὸν μακάριον Ἰακώβ. Ἡ μὲν γὰρ ὡς προὔχοντι τῷ ἀνδρὶ προσεκόμιζε λιτὴν, τὴν ἐπί γε τῷ υἱῷ, φημί. Ὁ δὲ τὸν τῆς φύσεως νόμον ἐποιεῖτο παραχρῆμα τοῦ πρέποντος βραβευτὴν, καὶ τὸν ἀνεθέλητον τῇ μητρὶ γάμον παραιτεῖσθαι προστέταχε τῷ υἱῷ, κολακεύων τρόπον τινὰ τὸν ἐξ αὐτοῦ φύντα καὶ τεθραμμένον εὐσεβῶς, κατ’ ἴχνος ἰέναι τῆς πατρῴας ἀρετῆς. Πανταχῆ γὰρ εὑρήσομεν τὸν θεσπέσιον Ἰακὼβ, τοῖς τῶν γεγεννηκότων εἴκοντα νεύμασι, καὶ μήνυσιν ὥσπερ ἐναργῆ τε καὶ οὐκ ἀμφίλογον τῆς εἰς Θεὸν εὐσεβείας τὸ χρῆμα ποιούμενον. Ὅσον δὲ ἧκεν εἰς θεωρίας λόγον, οἶμαι ἰέναι τὴν ἐσωτάτω πορείαν δὴ πάλιν, ἀναμνῆσαι δὲ δεῖν ἐκεῖνο ὑπολαμβάνω. Εἴη γὰρ ἂν ὡδὶ καὶ λίαν ἀπονητὶ καταφανὲς τὸ θεώρημα. Ῥεβέκκα μὲν γὰρ πρὸ ὠδῖνος ἔτι τῆς ἐπὶ τόκῳ φημὶ, τῶν ἐξ αὐτῆς γεγονότων κυοφοροῦσα τὴν ξυνωρίδα, δυσφόρητον κομιδῇ τὴν δυσφημίαν ἐδέχετο, καὶ ἐν αὐτοῖς ἦν ἤδη τοῖς τοῦ θανάτου δείμασιν· οὐκ ἐν μετρίοις ὄντων σκιρτήμασι τῶν ἐμβρύων. Εἶτα τί τὸ χρῆμα διαλανθάνειν ἤθελεν ἐπερωτῶσα Θεὸν καὶ λέγουσα· Εἰ οὕτω μοι μέλλει γενέσθαι, ἵνα τί μοι τοῦτο; Καὶ τί πρὸς ταῦτα ὁ Θεός; Δύο ἔθνη καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται, καὶ λαὸς λαοῦ ὑπερέξει, φησὶ, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάττονι. Οὐκοῦν εἰς τύπον παραδεξώμεθα τῶν δύο λαῶν, τοῦ τε ἐξ Ἰσραὴλ, καὶ τοῦ διὰ πίστεως, Ἡσαῦ τε καὶ Ἰακώβ· ἀλλ’ Ἐνεκότει, φησὶν, Ἡσαῦ τῷ Ἰακὼβ, ὅτι μὲν τῶν πρεσβείων ἐστέρητο καταπωλήσας τὰ πρωτοτόκια, καὶ παρεὶς ἑτέρῳ τὴν ἑαυτοῦ τιμὴν, καὶ μὲν ὅτι καὶ δεύτερος τὰ ἐκ τῆς θήρας προσαγαγὼν, τῆς εὐλογίας διήμαρτε. Ταύτῃτοι καὶ ἐν ἀγρίοις ἦν ἤδη σκέμμασι, καὶ τὸν τῷ φθόνῳ σύμφρονά τε καὶ ἀδελφὸν ἐμελέτα φόνον. Ἐνεκότει δὲ ὁμοίως, καὶ ἐπεμήνισε δεινῶς ὁ πρωτότοκος Ἰσραὴλ, τοῖς ἐν πίστει καὶ μετ’ αὐτὸν, τουτέστι, τῷ νέῳ λαῷ. Ἐπεί τοι γέγονεν ἐν τάξει τῇ πρώτῃ παρὰ Θεῷ, καὶ ἐν πρωτοτόκου μοίρᾳ λελόγισται, καὶ εὐλογίας τῆς ἄνωθεν ἐπίμεστος ἧν, τὴν ἐν Χριστῷ διὰ πνεύματος καταπλουτήσας χάριν. Ἐπεφύετο δὴ οὖν τοῖς ἐν Χριστῷ διὰ πίστεως ὁ Ἰσραήλ· ὅσον δὲ ἧκεν εἰς τὸ αὐτῷ δοκοῦν, καὶ εἰς δύναμιν ἐγχειρημάτων, καὶ πικρὸς γέγονε φονευτὴς, διώξεις ἐπενεγκὼν, καὶ τοῖς ἐκ φόνου καὶ βασκανίας κατατιτρώσκων βέλεσιν. Ἀλλ’ ἔπειθεν ἡ Ῥεβέκκα τὸν Ἰακὼβ τὰ οἴκοι μεθέντα παραιτεῖσθαι τὸν ἀδελφόν· ἰέναι τε πρὸς Λάβαν ἄνθρωπον εἰδωλολάτρην. Προὔτρεπε δὲ καὶ αὐτὸς ὁ θεσπέσιος Ἰσαὰκ, ὁ τοῦ Ἰακὼβ πατὴρ παραιτεῖσθαι μὲν γάμον τὸν ἐκ Χαναὰν, ἐφίεσθαι δὲ μᾶλλον τοῦ ποιεῖσθαι σύνοικον ἐκ τῶν θυγατέρων Λάβαν. Κινδυνεύοντι γὰρ καὶ διωκομένῳ τῷ νέῳ λαῷ, τὰς τῶν φονώντων ὀργὰς παραιτεῖσθαι σωφρόνως συμβεβούλευκεν ἡ Ἐκκλησία· ἧς ἂν εἴη τύπος ἡ Ῥεβέκκα. Συνεπινεύει δὲ ὥσπερ καὶ αὐτὸς ὁ τῆς Ῥεβέκκας νυμφίος, τουτέστι Χριστὸς, παρωθεῖσθαι μὲν οἰκειότητα τὴν πνευματικὴν τῶν εἰς ἀνοσίους ἐκκεκαυμένων ὀργὰς, καὶ φονᾷν ἀγρίως μεμελετηκότων. Οἰκειότητος δὲ σημεῖον ὁ γάμος. Ἀνθαιρεῖσθαι δὲ μᾶλλον τὰς ἐκ τοῦ οἴκου Λάβαν, τουτέστι τὰς ἐξ ἐθνῶν. Εὑρήσομεν δὲ τοὺς ἁγίους ἀποστόλους, οἳ καὶ τῶν ἐν πίστει καὶ νέων λαῶν γεγόνασιν ἀπαρχὴ, διαπεραίνειν ἐσπουδακότας τὰ ἐντεταλμένα τῷ Ἰακώβ. Ἀπενοσφίζοντο μὲν γὰρ τῆς Ἰουδαίων ἀγέλης, ἅτε δὴ φονώσης κατ’ αὐτῶν. Μεταμείβοντες δὲ χώρας καὶ πόλεις, τὰς τῶν διωκόντων ὑποτρέχειν ὀργὰς νουνεχῶς ἐσπούδαζον. Διεμέμνηντο γὰρ ἐπισκήπτοντος τοῦ Χριστοῦ καὶ λέγοντος· Ὅταν διώκωσιν ἡμᾶς ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς τὴν ἑτέραν. Προσελάλουν δὲ καὶ αὐτοῖς τοῖς ἐξ αἵματος Ἰσραὴλ ἀπειθεῖν ᾑρημένοις καὶ ὑβρίζουσιν ἀφειδῶς· Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Οὕτω γὰρ ἐντέταλκεν ἡμῖν ὁ Κύριος. Ἀκούεις ὅπως ὁ τῆς Ἐκκλησίας νυμφίος, τουτέστι Χριστὸς, ἐντέταλται τοῖς ἰδίοις εἰς τὴν τῶν Ἑλλήνων ἀπιέναι πληθὺν, καὶ τεκνογονεῖν ἐκεῖθεν, καὶ πατέρας ὥσπερ ἀναφαίνεσθαι λαῶν. Τοιγάρτοι καὶ ὁ σοφώτατος Παῦλος τοῖς ἐξ ἐθνῶν δι’ αὐτοῦ πιστεύσασιν ἐπιστέλλει λέγων· Κἂν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ, ἀλλ’ οὐ πολλοὺς πατέρας. Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα. Ὅτι δὲ καὶ συνέσται Θεὸς, καὶ εὐλογήσει πλουσίως τοὺς ἐν πίστει λαοὺς, παραδείξειεν ἂν καὶ μάλα ῥᾳδίως ὁ θεσπέσιος Ἰσαὰκ, ἀποτρέχοντα τὸν Ἰακὼβ τῆς πατρῴας ἑστίας ταῖς ἄνωθεν εὐλογίαις στεφανῶν καὶ λέγων· Ὁ δὲ Θεός μου εὐλογήσαι σε, καὶ αὐξήσαι σε, καὶ πληθύναι σε· καὶ ἔσῃ εἰς συναγωγὰς ἐθνῶν. Καὶ δῴη σοι τὴν εὐλογίαν Ἀβραὰμ τοῦ πατρός σου. Ηὐλόγηνται γὰρ οἱ ἐν Χριστῷ, ηὔξηνταί τε λίαν, καὶ εἰς πλῆθος γεγόνασι, καὶ συναγωγὰς ἐθνῶν, καὶ συγκληρονόμοι τέθεινται τῶν ἁγίων πατέρων. Ἀνακλιθήσονται γὰρ μετὰ Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, καὶ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, κατὰ τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνήν. Ηὐλογήμεθα δὲ παρ’ αὐτοῦ πάλιν· ἔφη γὰρ ὑπὲρ ἡμῶν· Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου. Εἰ δὲ δὴ νοοῖτο καὶ τοῦ Ἡσαῦ μήτηρ ἡ Ῥεβέκκα, διαλυμανεῖται τοῦτο τοῖς θεωρήμασι παντελῶς οὐδέν. Εἰς τύπον μὲν γὰρ τῶν ἐξ Ἰσραὴλ παρεδεξάμεθα τὸν Ἡσαῦ· Ῥεβέκκᾳ γε μὴν τὸ τῆς Ἐκκλησίας δεδώκαμεν πρόσωπον. Ἀλλὰ καὶ αὐτοὶ γεγόνασιν οἱ ἐξ Ἰσραὴλ τῆς Ἐκκλησίας υἱοὶ διὰ πίστεως ἐν Χριστῷ, εἰς λαὸν μὲν οὐκέτι τὸν πάλαι καὶ ἀρχαῖον ἐκεῖνον λελογισμένοι, μεταστοιχειούμενοι δὲ μᾶλλον εἰς νέον τοῖς ἐξ ἐθνῶν ἀναμίξ. Εἴ τις γὰρ ἐν Χριστῷ, καινὴ κτίσις· ὃς καὶ τοὺς δύο λαοὺς ἔκτισεν εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, κατὰ τὰς Γραφὰς, καὶ ἀποκαταλλάσσων ἀμφοτέρους ἐν ἑνὶ πνεύματι πρὸς τὸν Πατέρα. Λέλυκε γὰρ τὸ μεσότοιχον τοῦ φραγμοῦ, καὶ κατήργηκεν ἐν δόγμασι τὸν τῶν ἐντολῶν νόμον.