# Glaphyra in Pentateuchum 2.1

Cyrillus, Glaphyra in Pentateuchum, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Περὶ τοῦ Ἀδάμ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/glaphyra-in-pentateuchum/2.1

β. Οὐκοῦν ὁ τῶν ὅλων ἀριστοτέχνης Θεὸς, δυνάμει τῇ ἰδίᾳ καὶ παντουργικῇ, τουτέστι, τῷ Υἱῷ, πρὸς πᾶν ὁτιοῦν τῶν πρακτέων χρώμενος· Γέγονε γὰρ δι’ αὐτοῦ τὰ πάντα, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· οὐρανόν τε καὶ γῆν καὶ πρό γε τῶν ἄλλων ἐν ἀρχῇ διετεκτήνατο, καὶ πρὸς γένεσιν ἐκάλει, καίτοι μὴ ὅντα ποτέ. Πῶς δὲ ἄρα, τυχὸν εἴ τις ἔροιτο, καὶ πόθεν, ἀκούσεται πρὸς ἡμῶν τὸ σοφὸν δὴ τοῦτο καὶ ἄριστον ἀληθῶς· Τίς ἔγνω νοῦν Κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; Εἰ γὰρ δή τις ἕλοιτο τὰ τοιάδε διαμαθεῖν, ὅτι δεήσει πάντως αὐτῷ καὶ νοῦ καὶ φρενὸς, κατά γε τὴν ἐν Θεῷ νοουμένην, οὐκ ἀμφίλογον. Ἀλλ’ ὅτι μικρὰ τὰ ἐν ἡμῖν ἢ καὶ οὐδὲν ὅλως ὡς πρὸς Θεὸν, σαφηνιεῖ δὲ λέγων αὐτός· Οὐ γάρ εἰσιν αἱ βουλαί μου, ὡς αἱ βουλαὶ ὑμῶν, οὐδὲ ὥσπερ αἱ ὁδοὶ ὑμῶν, αἱ ὁδοί μου. Ἀλλ’ ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου. Ἀνείσθω δὴ οὖν, ὡς περιττὴ καὶ οὐδαμόθεν ἁλώσιμος, ἡ περὶ τούτων βάσανος. Δημιουργεῖ γὰρ ὡς οἶδε, καὶ ὅπως ἂν δύναιτο Θεός. Ἐκπεποιημένων δὴ οὖν οὐρανοῦ καὶ γῆς ἐν ἀρχαῖς, εἶτα τῆς τῶν ὑδάτων πληθύος εἰς ἔνα χῶρον συνεσταλμένης· εἴκειν γὰρ ἦν ἀνάγκη τῷ λέγοντι· Συναχθήτω τὸ ὕδωρ εἰς συναγωγὴν μίαν· ἐξεκαλύπτετο μὲν ἡ γῆ, πόαις δὲ ταῖς οὕτω πολυειδέσι πανταχοῦ ἠνθίζετο, καὶ ἦν ἀσυνήθως εὐπρεμνοτάτη ξύλων ἐγκάρπων λαχοῦσα γένεσιν. Ἡλίου δὲ καὶ σελήνης ἐφαίνοντο κύκλοι, καὶ νόμος ἦν ὁ παρὰ τοῦ Θεοῦ βραβεύων ἑκάστῳ τὸ τῆς ἀρχῆς μέτρον. Τετάχατο γὰρ, ὁ μὲν εἰς ἠῶ καὶ αὐγάς· ἡ δὲ εἰς νύκτα καὶ σκότος· καὶ αὐτὸς δὲ τοῖς ἄστροις ὁ σύμπας ἡμῖν οὐρανὸς κατεῤῥαίνετο. Καὶ μὴν καὶ ἐφ’ ὅτῳ γεγόνασιν, ἐθεσμοθέτει λέγων· Καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτοὺς, καὶ ἔστωσαν εἰς φαῦσιν ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς. Ἐπειδὴ δὲ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ τῶν ὅλων Δημιουργὸς, καὶ αὐτὴν τῶν ὑδάτων τὴν φύσιν μητέρα νηκτῶν καὶ τῶν εἰς ἀέρα πτηνῶν εἰργάζετο. Γῆν δὲ δὴ πάλιν ἐκέλευε καὶ κτηνῶν πολύμορφον ἐκδοῦναι φύσιν, καὶ θηρῶν ἀγρίων ἀτίθασσα γένη. Καὶ ἀμελητὶ τὸ δοκοῦν καὶ ὑπὲρ νοῦν ἐξεπράττετε. Ἐφ’ ἐκάστῳ τῶν πεποιημένων, Λόγος ἦν ὁ δημιουργὸς, καὶ νεῦμα μόνον ἡ γένεσις. Ἁνδανούσης δὲ καὶ αὐτῷ τῷ τῶν ὅλων τεχνίτῃ τῆς ἐν τοῖς γεγονόσιν εὐκοσμίας, σκέψις εἰσῄει λοιπὸν ἑτέρα τὸν δι’ ὃν ἐκεῖνα παρήχθη πρὸς ὕπαρξιν, τελευταῖον εἰσφέρουσα, φημὶ δὲ τὸν ἄνθρωπον. Ἔδει γὰρ, ἔδει τὸν τῶν ὅλων Δημιουργὸν ἀγαθὸν ὄντα κατὰ φύσιν, μᾶλλον δὲ αὐτὸ τὸ ἀγαθὸν τοῦθ’ ὅπερ ἐστὶ, καὶ πρὸς ἡμῶν γινώσκεσθαι. Ἔδει πλήρη γενέσθαι τὴν γῆν τῶν εἰδότων δοξολογεῖν, καὶ ἀπὸ καλλονῆς κτισμάτων, καθὰ γέγραπται, τὴν τοῦ δεδημιουργηκότος κατασκέπτεσθαι δόξαν. Ὡς γὰρ ὁ προφήτης φησὶν Ἡσαΐας, Οὐκ εἰς κενὸν ἐποίησας αὐτὴν, δῆλον δὲ ὅτι τὴν γῆν, ἀλλ’ εἰς τὸ κατοικεῖσθαι. Ἦν οὖν ἀναγκαῖον, ζῶον ἐν αὐτῇ πλάττεσθαι λογικὸν, προαναδειχθέντων αὐτοῦ τῶν ὅσα ἐστὶ τελοῦντα πρὸς τέρψιν, καὶ πρός γε εὖ πεποιῆσθαι δοκεῖν. Ταύτῃτοι προαναφήνας ἐν κόσμῳ τῷ δέοντι γῆν τε καὶ οὐρανὸν, καὶ τὰ ἐν αὐτοῖς, ἐπὶ τὴν τοῦ ἀνθρώπου κεχώρηκε κατασκευήν· οὗ τῆς γενέσεως πρεσβυτέραν ἐποιεῖτο τὴν σκέψιν· καίτοι τὴν ἄλλην ἅπασαν κτίσιν ἀποσχεδιάζων ῥήματι, καὶ τῷ ἰδίῳ λόγῳ συνιστὰς ὡς Θεός. Ἐπειδὴ δέ ἐστιν ἄνθρωπος ζῶον ἀληθῶς εὐφυὲς καὶ θεοειδέστατον· ὡς ἂν μὴ δοκῇ τῆς ἀνωτάτω δόξης τὸ μίμημα, τῶν ἴσων εἰς ποίησιν τοῖς οὐχ ὧδε ἔχουσι λαχεῖν, καὶ προβουλίοις ἐτίμα καὶ αὐτουργίᾳ τὸ τέχνημα. Ἄγαλμα δὲ διαπλάσας ἐκ γῆς, ζῶον αὐτὸ λογικὸν ἀποτελεῖ, καὶ ἵνα τοὺς τῆς ἰδίας φύσεως ἀνατρέχοι λόγους, ἄφθαρτον, ζωοποιὸν εὐθὺς ἐνεχάραττε πνεῦμα· γέγραπται γάρ· Καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Εἶτα παραδείσου καὶ τρυφῆς ἠξίου, καὶ τὸ κατὰ πάντων τῶν ἐπὶ γῆς αὐτῷ προσνενέμηκε κράτος· νηκτοῖς ἐπετίθει καὶ πτηνοῖς ἡγούμενον, καὶ ἀγέλας μὲν ἀγρίων αὐτῷ κατεζεύγνυ θηρῶν, ὑπεστρώννυ δὲ καὶ αὐτὰ τοῖς ἄλλοις ὁμοῦ τῶν ἰοβόλων τὰ γένη. Ἐκδεδιέναι δὲ ὅτι προσήκει τὸν ἄνθρωπον, φυσικοῖς ἐκέλευσεν ἀναπείθειν νόμοις. Ἦν οὖν ἄρα τῆς ἀνωτάτω δόξης τὸ ἐκμαγεῖον, καὶ θεοπρεποῦς ἐξουσίας εἰκὼν ἐπὶ γῆς ὁ ἄνθρωπος. Ἐπειδὴ δὲ τὸν εἰς τοῦτο ἥκοντα λοιπὸν εὐκλείας καὶ τρυφῆς διειδέναι δή που πάντως ἐχρῆν, ὅτι Θεὸν ἔχει τὸν ἐφεστηκότα, βασιλέα τε καὶ κύριον· ἵνα μὴ ταῖς ἄγαν εὐημερίαις ἑτοιμότατα διολισθήσῃ εἰς τὸ οἴεσθαι τυχὸν ἀπηλλάχθαι καὶ ἐξουσίας καὶ τῆς τοῦ κρατοῦντος ὑπεροχῆς, νόμον εὐθὺς ἐδίδου, καὶ ταῖς παραβάσεσιν ἐποιεῖτο γείτονα τὴν κολάζουσαν ἀπειλήν. Ἁμαρτίας μὲν γὰρ οὔπω τις ἦν ἐπὶ τῆς γῆς ὁ τρόπος, ἑνὸς ὄντος καὶ μόνου. Ἵνα δὲ γένοιτο καὶ ὑπὸ νόμον, ἐπενοεῖτό τις αὐτῷ καὶ φυλακῆς τρόπος· Ἀπὸ γὰρ παντὸς ξύλου, φησὶ, τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ. Ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐ φάγεσθε ἀπ’ αὐτοῦ. Ἣν δ’ ἂν ἡμέραν φάγητε ἀπ’ αὐτοῦ, θάνατον ἀποθανεῖσθε. Εἶτα μιᾶς τοῦ Ἀδὰμ παραιρεθείσης πλευρᾶς, τὸ γύναιον δὲ πλάττεται, καὶ πρὸς παίδων γονὴν ὑπηρετῆσον αὐτῷ, καὶ συμβιοτεῦσον ὡς ὁμογενὲς, καὶ δὴ καὶ συνδιαιτώμενον ἐν ἀπλότητι διατελεῖ· Ἐπειδὴ δὲ ταῖς τοῦ διαβόλου παρηνέχθη συκοφαντίαις πρὸς παράβασιν, καὶ τὸ ἀπόῤῥητον τῶν ξύλων ἐδώδιμον ἐποιήσατο· συγκατώλισθε δὲ καὶ αὐτὸς ὁ προπάτωρ Ἀδὰμ, ἡ φύσις εὐθὺς θανάτῳ κατεδικάζετο. Καὶ τῷ μὲν γυναίῳ τὸ, Ἐν λύπαις τέξῃ τέκνα, τῷ δὲ Ἀδὰμ, Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου, προσεφώνει Θεός. Καὶ πρός γε δὴ τούτοις, τῶν πολυεύκτων καὶ ἐν ἀρχαῖς ἐνδιαιτημάτων καὶ τῆς τοῦ παραδείσου τρυφῆς ἐξεπέμποντο. Γυμνοὶ δὲ ὅτι καὶ ἀνείμονες, καὶ ἐν χρείᾳ λοιπὸν ἐσθημάτων ὄντες, τότε δὴ μόλις ἐμάνθανον· καὶ χιτῶνες ἧσαν αὐτοῖς πρὸς τοῦτο δερματινοὶ, Θεοῦ κατοικτείραντος· καὶ γῆν ἐπεγράφοντο μητέρα, καὶ τοῖς τῆς φθορᾶς ὑπεφέροντο λίνοις, ἐλελοίπει δὲ, οἶμαι, παντελῶς οὐδὲν τῶν εἰς ἐσχάτην ταλαιπωρίαν αὐτοῖς.

---

Cyrillus Alexandrinus, Glaphyra in Pentateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg097.local001/.
