Ancient Greek · ~37 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Περὶ τοῦ Κάϊν, καὶ τοῦ Ἄβελ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 3.1-2
Not analysed yet
γ. Καὶ ταυτὶ μὲν ἡμῖν ὡς ἐν πάχει πραγμάτων καὶ ἱστορικῶς εἰρήσθω τέως. Μεταχρωννύντες δὲ ὤσπερ τῆς εἰκόνος τὴν γραφὴν, καὶ τὴν ἐν τῷ γράμματι σκιὰν μεταχαράττοντες εἰς ἀλήθειαν, φέρε δὴ, φέρε, καὶ λίαν ἰσχνῶς ἕκαστα βασανίζοντες, ἐκεῖνο λέγωμεν, ὅτι τὸ Χριστοῦ μυστήριον καταθρήσαι τις ἂν προανατυπούμενον ἐν ἀρχαῖς ὡς ἐν σκιᾷ τῷ συμβεβηκότι. Ἔδει γὰρ, ἔδει τῆς ἀνθρώπου φύσεως διατεθείσης εἰς ἁμαρτίαν, καὶ τοῖς τοῦ θανάτου βρόχοις ἀδοκήτως ἐνειλημμένης, τὸ τῆς εἰς τὸ ἄμεινον ἀνακομιδῆς προαναφωνεῖσθαι μυστήριον, καὶ τὸν δι’ ἡμᾶς καὶ ὑπὲρ ἡμῶν τεθνηξόμενον κατὰ καιροὺς μὴ ἀγνοηθῆναι Χριστόν. Πεποίηται τοίνυν ὁ προπάτωρ Ἀδὰμ κατά γε τὴν πίστιν τῶν ἱερῶν Γραμμάτων, κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν Θεοῦ. Γεγέννηνται δὲ καὶ προῆλθον ἀπ’ αὐτοῦ, πρῶτος μὲν ὁ Κάϊν, δεύτερος δὲ μετ’ ἐκεῖνον ὁ Ἄβελ. Ἀλλὰ τῷ μὲν Κάϊν τὸ ἐξ Ἰσραὴλ πρόσωπον περιθήσομεν. Ἐπεί τοι καὶ αὐτὸς ὁ Χριστὸς ἰσοτρόπους ὄντας τῷ Κάϊν τοὺς τῶν Ἰουδαίων δήμους, αὐτὸν προσημαίνειν ἠξίου. Αὐτὸς γὰρ ἔφασκεν· Ἐὰν ὑμεῖς μένητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μου ἔσεσθε, καὶ γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. Οἱ δὲ τῆς πατρικῆς ἐλευθερίας οὐ συνιέντες τὸ κάλλος, σαρκικοῖς αὐχήμασιν ἐναγλαΐζεσθαι δεῖν ἐπεχείρουν, λέγοντες· Σπέρμα Ἀβραάμ ἐσμεν, καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε. Πῶς σὺ λέγεις, ὅτι Ἐλεύθεροι ἔσεσθε; Τί οὖν πρὸς ταῦτα Χριστός; Εἰ τέκνα, φησὶν, τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν. Νυνὶ δὲ ζητεῖτέ με ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ Πατρός· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησε. Πατέρα δὲ αὐτοῖς ἀπονέμει τὸν Σατανᾶν, λέγων· Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ’ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἔστηκεν, ὅτι ψεύστης ἐστὶ, καθὼς καὶ ὁ πατὴρ αὐτοῦ. Καὶ οὐδέπου νομιοῦμεν, νοοῦντες ὀρθῶς, τοῦ πονηροῦ τε καὶ ἀρχεκάκου δαίμονος διαμεμνῆσθαι Χριστόν· ἐκλελυττηκόσι δὲ τοῖς Ἰουδαίοις, καὶ τὴν ἀνοσίαν κατ’ αὐτοῦ μιαιφονίαν ὠδίνουσι, τὸν πρῶτον ἀνθρωποκτόνον καὶ τοῦ ψεύδους ἐπιτηδευτὴν, φημὶ δὴ τὸν Κάϊν, δίδωσι πατέρα, κἀκείνου τὸν Σατανᾶν, τὸν τῆς ἁμαρτίας εὑρετήν. Ἐπιδιδασκόντων τινῶν τίνα πατέρα τῷ διαβόλῳ δώσομεν, ἢ ποῖον εἶναί φαμεν τῆς ἐκείνου δυστροπίας τὸ ἀρχέτυπον, ἀρχετύπῳ δὲ ὥσπερ τῷ Κάϊν καθάπερ εἰκόνα προσνέμει τοὺς τῆς ἐνούσης αὐτῷ δυσσεβείας τὴν εἰς πᾶν ὁτιοῦν ἐμφέρειαν νοσεῖν εἰρημένους. Ὅτι γὰρ ἔθος τῷ Σωτῆρι Χριστῷ, Σατανᾶν ἀποκαλεῖν τὸν τοῖς ἐκείνου προσεοικότα τρόποις, καταθρήσωμεν ἂν καὶ λίαν ἀμογητὶ τοῖς ἁγίοις λέγοντα μαθηταῖς· Οὐκ ἐγὼ ὑμᾶς τοὺς δώδεκα ἐξελεξάμην, καὶ ἰδοὺ εἷς ἐξ ὑμῶν διάβολός ἐστι; Παρεικαστέον τοίνυν τῷ Κάϊν τὸν Ἰσραὴλ, περὶ οὗ γέγραπται· Υἱὸς πρωτότοκός μου Ἰσραήλ. Μετὰ δέ γε τὸν πρωτότοκον Ἰσραὴλ, δεύτερος ὥσπερ ἐν χρόνῳ, καὶ νεώτατος ἀνεφάνη Χριστὸς, υἱὸς καὶ αὐτὸς τοῦ Ἀδάμ. Τοιγάρτοι καὶ Υἱὸν ἀνθρώπου σοφῶς τε καὶ οἰκονομικῶς ἑαυτὸν ὠνόμαζε πανταχῆ· ἀλλ’ ὁ μὲν Ἰσραὴλ, τιμᾷν ἐδόκει Θεὸν προσφέρων τὰ πρόσκαιρα καὶ εὐμάραντα, καὶ ὧν οὐ σφόδρα πολὺς ὁ λόγος, καὶ τοῖς περὶ γῆν σπουδάσμασιν, ὅλον ὥσπερ ἐτίθει τὸν νοῦν. Ἐτράπετο γὰρ εἰς γεηπονίαν ὁ Κάϊν, Ἄβελ δὲ ἦν ποιμὴν προβάτων. Καθηγεῖτο γὰρ τῆς λογικῆς ἀγέλης ὁ Ἐμμανουὴλ, καὶ αὐτός ἐστιν ὁ Ποιμὴν ὁ καλὸς ὁ ἐν τόπῳ πίονι, καὶ ἐν νομῇ ἀγαθῇ, καθὰ γέγραπται, τὰς ἄνω τε καὶ ἐπὶ γῆς διαποιμαίνων ἀγέλας. Πρὸς ὃν καὶ ὁ προφητικὸς ἀναπεφώνηκε λόγος· Ποίμαινε τὸν λαόν σου ἐν ῥάβδῳ φυλακῆς σου, πρόβατα κληρονομίας σου. Οὐκοῦν ὁ μὲν Ἰσραὴλ τοῖς γεωδεστέροις ἠξίου τιμᾷν τὸν Θεὸν, καρποφορῶν τὰ ἐν νόμῳ, καὶ τὰς ἀνεθελήτους αὐτῷ θυσίας ἀνατιθείς. Τοιγαροῦν καὶ ἤκουσε διὰ φωνῆς ἁγίων· Ὁλοκαύτωμα τῶν κριῶν σου, καὶ στέαρ ἀρνῶν, καὶ αἷμα τράγων καὶ ταύρων, οὐ βούλομαι, οὐδ’ ἂν ἔρχησθε ὀφθῆναί μοι. Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλήν μου οὐ προσθήσεσθε. Ἐὰν φέρετε σεμίδαλιν, μάταιον· θυμίαμα, βδέλυγμά μοί ἐστι. Καὶ πάλιν, Ἵνα τί μοι λίβανον ἐκ Σαββᾶ φέρετε, καὶ κινάμωμον ἐκ γῆς μακρόθεν; Τὰ ὁλοκαυτώματα ὑμῶν οὐ εἰσὶ δεκτὰ, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν με. Τοῦτό ἐστιν ἐναργῶς τὸ ἐπὶ ταῖς θυσίαις τοῦ Κάϊν μὴ προσεσχηκέναι Θεόν. Ἄβελ δὲ ὁ δίκαιος, τουτέστι Χριστὸς, ἐδωροφόρει Θεῷ τὰ τῶν λογικῶν ποιμνίων πρωτότοκα, τουτέστι, τοὺς τρυφεροὺς τὴν καρδίαν, καὶ νηπιάζοντας τῇ κακίᾳ, καὶ ἀπολέκτους ἐν ἀρεταῖς, καὶ εἰκόνι τῇ πρὸς αὐτὸν τὴν τοῦ πρωτοτόκου φοροῦντας δόξαν. Ἐκκλησία γὰρ πρωτοτόκων ἀπογεγραμμένων ἐν τοῖς οὐρανοῖς, ἡ τῶν διὰ πίστεως κεκλημένων εἰς ἁγιασμὸν πληθὺς ὀνομάζεται παρά γε τῷ θεσπεσίῳ Παύλῳ· ταύτης οὖν ἄρα τῆς ἁγίας πληθύος καὶ τῆς τῶν πρωτοτόκων ἀγέλης ἱερουργὸς γέγονεν ὁ Χριστός. Δι’ αὐτοῦ γὰρ ἐσχήκαμεν τὴν προσαγωγὴν ἐν πνεύματι πρὸς τὸν Θεὸν καὶ Πατέρα. Καὶ θυσία καλὴ γεγόναμεν καὶ εὐπρόσδεκτος, ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς. Ἡ μὲν γὰρ δι’ αἱμάτων προσαγωγὴ χθαμαλή τέ ἐστι καὶ γεωδεστέρα, καὶ τὸ εὐῶδες οὐκ ἔχουσα παρὰ Θεῷ. Ἡ δέ γε ἐν πνεύματι καὶ διὰ Χριστοῦ λατρεία πολὺ δὴ λίαν ἐστὶν ἁνδάνουσα τῷ Πατρί. Καὶ γοῦν τοῖς ἐξ Ἰσραὴλ προσκομίζουσι τὰ ἀπὸ γῆς, ἐφώνει Θεός· Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάῤῥους· ὅτι ἐμά ἐστι πάντα τὰ θηρία τοῦ ἀγροῦ, κτήνη ἐν τοῖς ὄρεσι καὶ βόες. Ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ὡραιότης ἀγροῦ μετ’ ἐμοῦ ἐστιν ἐὰν πεινάσω, οὐ μή σοι εἴπω· Ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη, καὶ τὸ πλήρωμα αὐτῆς. Ἡμῖν δὲ τοῖς ἐν Χριστῷ δεδικαιωμένοις καὶ ἡγιασμένοις ἐν πνεύματι, προσεφώνει λέγων· Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου, καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με. Οὐκοῦν ἐν ἀμείνοσι τῶν ἀπὸ τῆς γῆς τὰ πνευματικὰ, καὶ πολὺ προφερεστέρα τῆς κατὰ νόμον θυσίας, ἡ διὰ Χριστοῦ. Προσεκλίνετο δὴ οὖν οὐχὶ ταῖς τοῦ Κάϊν θυσίαις, ἀλλὰ ταῖς τοῦ Ἄβελ, ὁ Θεός. Καὶ διὰ ποίαν αἰτίαν; Ὁ μὲν γὰρ Ἰσραὴλ προσεκόμιζε μὲν ὀρθῶς. Θύειν γὰρ ἔδει Θεῷ. Διεῖλε δὲ οὐκ ὀρθῶς, προσεδρεύων ἀεὶ τοῖς τύποις, καὶ τοῖς ἐν σκιαῖς ἐφήδεσθαι νομίσας Θεόν. Τοιγάρτοι καὶ ἥμαρτε καὶ ἡσυχάζειν ἐκελεύετο, τουτέστι, τῶν ἀρχαίων καὶ κατὰ νόμον καταλήγειν ἐθῶν, καὶ ἡγούμενον ποιεῖσθαι Χριστόν. Εἴρηται γὰρ τῷ Κάϊν· Ἥμαρτες, ἡσύχασον· καὶ πρός γε τὸν Ἄβελ· πρὸς σὲ ἡ ἐπιστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ. Ἀλλ’ εἴπερ ἠθέλησεν ὁ Ἰσραὴλ τὴν ἐκ τῶν γεωδεστέρων προσαγωγὴν, καὶ τῆς κατὰ νόμον λατρείας τὸ ἀνωφελὲς παρωθούμενος, ἄρχοντα καὶ καθηγητὴν τῆς εἰς τὸ ἄμεινον ὁδοῦ ποιεῖσθαι Χριστὸν, ἦν ἂν ἐλεύθερος μεθ’ ἡμῶν, καὶ ἐν βιβλίῳ τῶν ζώντων, κατὰ τὰς Γραφάς. Ἐπειδὴ δὲ ἴσῳ τῷ Κάϊν φθόνου πρόφασιν καὶ μιαιφονίας ἀρχὴν τὴν τοῦ Σωτῆρος ἡμῶν εὐδοκίμησιν ἐποιήσατο, πέπτωκεν εἰς ἀρὰν, καὶ ἑπτὰ γέγονεν ἐκδικουμένων ἔνοχος. Πολλαῖς γὰρ ἔνοχοι γεγόνασι δίκαις καὶ ποιναῖς ἀγρίαις ὑπενηνεγμένοι, στένοντές τε καὶ τρέμοντες διατελοῦσιν οἱ δείλαιοι· πανταχῆ γὰρ ξένοι, καὶ ἐπήλυτοι καὶ περιδεεῖς, καὶ τὴν ὅτι μάλιστα τοῖς ἐλευθέροις πρεπωδεστάτην οὐκ ἔχοντες παῤῥησίαν. Πλὴν ἐδέξατο σημεῖον ὁ Κάϊν τοῦ μὴ ἀνελεῖν αὐτόν· ἀπόλωλε γὰρ οὐκ εἰς ἅπαν ὁ Ἰσραὴλ, σέσωσται δὲ τὸ κατάλειμμα, κατὰ τὴν τοῦ προφήτου φωνὴν, καὶ τοῦτο εἰδὼς προανεφώνει, λέγων· Καὶ εἰ μὴ Κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, καὶ ὡς Γόμοῤῥα ἂν ὡμοιώθημεν. Καὶ μέν τοι καὶ πρὸς τῷδε καὶ ὁ θεσπέσιος Μελῳδὸς, μὴ εἰς ἅπαν ἀφανίζεσθαι τὸν Ἰσραὴλ ἐλιπάρει πρὸς τὸν τῶν ὅλων Θεόν· Μὴ ἀποκτείνῃς αὐτοὺς, μήποτε ἐπιλάθωνται τοῦ νόμου σου. Πλὴν ἐκβέβηκεν ὁ Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ. Γέγραπται γὰρ οὕτως· Ἐξῆλθε δὲ Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ· πεπόνθασι δέ τι τοιοῦτον οἱ ἐξ Ἰσραὴλ, πρὸς οὓς εἴρηται διὰ φωνῆς τοῦ προφήτου· Ὅταν τὰς χεῖρας ὑμῶν ἐκτείνητε πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν, καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. Ἀπέκτειναν γὰρ τὸν τῶν ὅλων Κύριον, καὶ τετολμήκασιν εἰπεῖν ἐκ πολλῆς ἅγαν ἀνοσιότητος, Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐπὶ τὰ τέκνα ἡμῶν. Ἀλλὰ τὸ μὲν αἷμα τοῦ Ἄβελ μόνον τάχα που κατακεκράγει τοῦ φονευτοῦ· τὸ δέ γε τίμιον αἷμα τοῦ Χριστοῦ κατακέκραγε μὲν καὶ τῆς τῶν Ἰουδαίων ὠμότητος καὶ ἀχαριστίας· ἐξῆρε δὲ τὸν κόσμον τῆς ἁμαρτίας, ὡς κεχυμένον ὑπὲρ αὐτοῦ. Τοιγάρτοι φησὶν ὁ θεσπέσιος Παῦλος· Προσελθεῖν ἡμᾶς τοὺς ἐν πίστει δεδικαιωμένους, αἵματος ῥαντισμῷ κρεῖττον λαλοῦντι παρὰ τὸν Ἄβελ. Πρέποι δ’ ἂν κἀκεῖνο, οἶμαι, τοῖς εἰρημένοις ἐπενεγκεῖν. Μετὰ γάρ τοι τὸ ἐκτεθνάναι, φησὶ, τὸν Ἄβελ, ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σὴθ, λέγουσα· Ἐξανέστησε γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν. Εἶτα μεθ’ ἕτερα· Ἔζησε δὲ, φησὶν, Ἀδὰμ τριάκοντα καὶ διακόσια ἔτη· καὶ ἐγέννησε κατὰ τὴν ἰδέαν αὐτοῦ, καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ. Ἄθρει δὴ οὖν ὅτι μετὰ τὸν Ἄβελ θάνατον, ἐμφερέστατος τῷ κατ’ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ, τουτέστι τῷ Ἀδὰμ, τίκτεται πάλιν υἱὸς Σήθ. Μετὰ γάρ τοι τὸ ἀποθανεῖν κατὰ σάρκα τὸν Ἐμμανουὴλ, ἕτερον εὐθὺς ἀνέφυ σπέρμα τῷ Ἀδὰμ, καταπλουτοῦν ἐν ἑαυτῷ τῆς θείας εἰκόνος τὸ ὑπέρτατον κάλλος· Ἀναμορφούμεθα γὰρ εἰς Χριστὸν διὰ πνεύματος οἱ πιστεύοντες. Ὅτι δὲ τούτοις γένους ῥίζα τις ὥσπερ καὶ πρόφασις ὁ Χριστοῦ γέγονε θάνατος, αὐτὸς τοῦτο πιστώσεται λέγων· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· ἑὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. Ὅτε τοίνυν πέπτωκεν οἷά τις κόκκος εἰς γῆν, ἀστάχυος δίκην, πολλοστὸς ἀνέφυ, τῆς ἀνθρώπου φύσεως ἀναπλαττομένης ἐν αὐτῷ, πρὸς τὴν ἐν ἀρχαῖς εἰκόνα, καθ’ ἣν ὁ πρῶτος γέγονεν ἄνθρωπος.