# Glaphyra in Pentateuchum 3.1

Cyrillus, Glaphyra in Pentateuchum, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Περὶ τοῦ Ἀδάμ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/glaphyra-in-pentateuchum/3.1

γ. Ἀλλὰ τί δῆτα; φήσειεν ἂν, οἶμαι, τίς· εἰ πρὸς τοσαύτην ἔμελλεν ἀθλιότητα κατοιχήσεσθαι γεγονὼς ὁ ἄνθρωπος, πῶς οὐκ ἄμεινον αὐτῷ παρὰ πολὺ νοοῖτ’ ἂν εἰκότως τὸ μὴ ὑπάρχειν αὐτόν; Λαμπρὸν δὲ οὕτως καὶ ἀξιάγαστον ἀποτελεῖ τὸν οὐκ εἰς μακρὰν ἐσόμενον οἰκτρὸν καὶ ἐλεεινὸν, καὶ ἐν ἀρᾷ καὶ δίκῃ. Ἠγνόει μὲν οὖν ἥκιστά γε τὸ μέλλον Θεὸς ὢν κατὰ φύσιν ὁ Δημιουργός. Ἐπειδὴ δὲ εἰδὼς εἰργάζετο, πῶς οὐκ ἀδικήσας μᾶλλον ἢ γοῦν ὀνήσας ἁλώσεται, εἴπερ ἐστὶν ἄμεινον ἀληθῶς τοῖς ἐσομένοις ἀθλίως τὸ μηδόλως ἐλθεῖν εἰς γένεσιν, κατά γε τὴν αὐτοῦ τοῦ Σωτῆρος φωνὴν, ἣν ἐπὶ τῷ προδότῃ λελάληκε μαθητῇ· Καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος; Πρὸς δὴ τὰ τοιαῦτα φαίην ἃν, ὅτι σφαλερὸν ἄγαν καὶ τῆς εἰς λῆξιν ἡκούσης ἐμβροντησίας ἐγγὺς, μᾶλλον δὲ εἴσω τε καὶ ἐπέκεινα πολὺ, τὸ τοῖς θείοις σκέμμασιν ὡς οὐκ ὀρθῶς γεγονόσιν ἐπιτιμᾷν· καὶ τὴν ἀνωτάτω φύσιν, ἢ τοῦ πρέποντος ἀλογῆσαι τυχὸν, ἢ γοῦν οἴεσθαι διαμαρτεῖν τοῦ χρησίμου τε καὶ ἐν ἀμείνοσιν ὡς ἔν γε τοῖς καθ’ ἡμᾶς. Πρέποι δ’ ἂν μᾶλλον ἐν ταῖς βουλαῖς καὶ πράγμασι τὸ ἀμωμήτως ἔχον ἀπονέμοντας αὐτῇ, παραιτεῖσθαι τὸ φρονεῖν ὑπὲρ ἃ δεῖ φρονεῖν, καὶ τὸ περίεργον ἐν τούτοις οὐκ ἀνεπίπληκτον ἐᾷν. Καὶ πρός γε δὴ τούτῳ κἀκεῖνο, οἶμαί που, καταλογίζεσθαι χρή· πότερον τοῖς τὸ εἶναι μετὰ τοῦ εὖ εἶναι λαχοῦσιν, ἄμεινον δή που τὸ μὴ ἐλθεῖν εἰς γένεσιν, ἤγουν τὸ ὑπάρξαι, καὶ τῆς τοῦ Δημιουργοῦ μεταλαχεῖν ἡμερότητος· ἀλλ’ οὐκ ἂν ἐνδοιάσειέ τις, καθάπερ ἐγᾦμαι. Ὥσπερ γὰρ τοῖς ἐσομένοις ἀθλίως, εἰ παρενεχθεῖεν εἰς γένεσιν, τὸ μὴ τούτου τυχεῖν νοοῖτ’ ἂν εἰκότως ἄμεινόν τε καὶ αἱρετώτερον· κατὰ τὸν αὐτὸν, οἶμαι, τρόπον καὶ τοῖς ὡς ἥκιστα διακεισομένοις χρῆμα καλόν τε καὶ ἀξιόληπτον τὸ ἐν ὑπάρξει γενέσθαι καὶ ζῇν. Τί οὖν, εἰπέ μοι; Χρῆναι γὰρ ἔγωγέ φημι τὸν ἐπὶ τόδε λόγον ἀναβιβάζεσθαι πρὸς ἡμῶν καὶ εἰς τὰ πολὺ λίαν τῶν καθ’ ἡμᾶς ἐπέκεινα· φημὶ δὲ δὴ πάλιν τοὺς μακαρίους ἀγγέλους. Πεποίηνται δὲ δὴ παρὰ Θεοῦ, καὶ τὴν ἐξ οὐκ ὅντων ἔχουσιν εἰς τὸ εἶναι πάροδον Ἄγγελοί τε καὶ Ἀρχάγγελοι, Θρόνοι τε καὶ Ἐξουσίαι, Δυνάμεις καὶ Ἀρχαὶ, καὶ αὐτὰ δὲ πρὸς τούτοις τὰ ἀνώτατα Σεραφίμ. Ἐτέλει δὲ καὶ αὐτὸς ἐν τοῖς γεγονόσιν ὁ δράκων ὁ ἀποστάτης, καὶ αἱ σὺν αὐτῷ δυνάμεις αἱ πονηραὶ, καὶ ἦσαν ὁμοῦ τοῖς ἄλλοις ἁγίοις καὶ λογικοῖς κτίσμασι, τὰς ἄνω πληροῦντες μονὰς, διαπρέποντες ἐν δόξῃ, καὶ τῶν καθ’ ἡμᾶς πολὺ δὴ λίαν ἐν ἀμείνοσι, καὶ ἀσύγκριτον ἔχοντες τὴν ὑπεροχήν. Καὶ γοῦν εἴρηταί που παρὰ Θεοῦ· Μετὰ τῶν Χερουβὶμ τέθεικά σε. Ἀλλ’ ἐρηρεισμένην μὲν ἔχουσι τὴν δόξαν τὰ ἅγια Χερουβὶμ, καὶ σώζει βεβαίως τὴν οἰκείαν ἀρχήν. Καὶ χίλιαί τε χιλιάδες λειτουργοῦσι Θεῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ. Κατώλισθε δὲ μεθ’ ἑτέρων ὁ Σατανᾶς, καὶ τῆς οἰκείας δόξης ἐστέρηται. Ἄρ’ οὖν ἐπειδήπερ ἀπολιπεῖν ἔμελλε τὴν οἰκείαν ἀρχὴν ἐθελοντὴς διανεύσας ἐπὶ τὸ προσκρούειν Θεῷ· ὄκνον εἰσδέχεσθαι, τὸν ἐπὶ τῇ ποιήσει φημὶ τῶν ἁγίων ἀγγέλων, τὸν τῶν ὅλων ἐδέησε Δημιουργὸν, καὶ τὴν οὕτω λαμπρὰν καὶ ἀξιάγαστον ἀποσείσασθαι κτίσιν. Εἶτα πῶς οὐκ ἂν ἠδικῆσθαι δόξειεν, εἰ μὴ παρήχθη πρὸς γένεσιν ἡ παρεστῶσά τε εἰς δεῦρο καὶ λειτουργοῦσα πληθὺς, καὶ Θεῷ τῷ τεκτηναμένῳ τηροῦσα τὸ γνήσιον, καὶ τὸ εἰς λήθην ἐλθεῖν τῆς ἰδίας ἀρχῆς οὐκ ἀνεχομένη παθεῖν; Τί γὰρ, εἰπέ μοι, τὸ σφόδρα λυποῦν, εἰ διημαρτήκασί τινες ἐξ ὑπεροψίας τοῦ εὖ εἶναι τυχόν; Ἀλλ’ οἵγε τούτων ἀμείνους, ἑστᾶσι μετὰ Θεοῦ, καὶ τῆς ἡμερότητος αὐτοῦ πλουσίως ἀναπιμπλάμενοι, μακραῖς καὶ ἀκαταλήκτοις δοξολογίαις καταγεραίρουσι. Καὶ περὶ αὐτῶν, οἶμαί που, φησὶν ὁ μακάριος Δαβίδ· Μακάριοι πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσί σε. Ἔχοντος δὲ ὧδε τοῦ περὶ τούτων λόγου, φέρε καθέντες τὴν βάσανον καὶ ἐν τοῖς καθ’ ἡμᾶς αὐτοὺς, ἐκεῖνο διασκεψώμεθα.

---

Cyrillus Alexandrinus, Glaphyra in Pentateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg097.local001/.
