# Glaphyra in Pentateuchum 4.1

Cyrillus, Glaphyra in Pentateuchum, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΛΟΓΟΣ ΠΡΩΤΟΣ, Περὶ τοῦ Κάϊν, καὶ τοῦ Ἄβελ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/glaphyra-in-pentateuchum/4.1

δ. Ἄξιον δὲ καὶ τὸ ἐξ ἀμφοῖν ἡμᾶς πολυπραγμονεῖν γένος, τό τε τοῦ Κάϊν φημὶ καὶ τοῦ Σήθ· περιέσται γὰρ δή τι κἀντεῦθεν ἡμῖν τὸ τελοῦν εἰς ὄνησιν· γέγραπται δὲ οὕτως· Καὶ ἔγνω Κάϊν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Ἐνὼς, καὶ ἧν οἰκοδομῶν πόλιν, καὶ ἐπωνόμασε τὴν πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἐνώς. Ἐγεννήθη δὲ τῷ Ἐνὼς, Γαϊδὰδ, καὶ Γαϊδὰδ ἐγέννησε τὸν Μαουΐαν. Καὶ Μαουΐας ἐγέννησε τὸν Μαθουσάλα, καὶ Μαθουσάλα ἐγέννησε τὸν Λάμεχ, καὶ ἔλαβεν ἑαυτῷ Λάμεχ δύο γυναῖκας· ὄνομα δὲ μιᾷ Ἀδὰ, καὶ ὄνομα τῇ δευτέρᾳ Σελλά. Εἶπε δὲ γυναιξὶν Ἀδᾷ καὶ Σελλᾷ· Ἀκούσατε τῆς φωνῆς μου, γυναῖκες Λάμεχ· ἐνωτίσασθέ μου τοὺς λόγους· ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί· ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. Ἔχεις ἐν τούτοις τῆς ἐκ Κάϊν τεκνολογίας σαφῆ τὴν ἀφήγησιν· ἴδωμεν καὶ τίς ἦν ἡ ἀπὸ Σήθ. Γέγραπται δὲ πάλιν οὕτως· Ἔζησε δὲ Σὴθ πέντε καὶ διακόσια ἔτη, καὶ ἔτεκε τὸν Ἐνώς· περὶ οὗ τὸ ἱερὸν Γράμμα φησί· Οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Σὴθ, δώδεκα καὶ ἐννακόσια ἔτη. καὶ ἀπέθανε. Καὶ ἔζησεν Ἐνὼς ἔτη ἑκατὸν ἐννενήκοντα, καὶ ἐγέννησε τὸν Καϊνάν· καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἐνὼς πέντε καὶ ἐννακόσια ἔτη, καὶ ἀπέθανε. Καὶ ἔζησε Καϊνὰν ἑβδομήκοντα ἔτη καὶ ἑκατὸν, καὶ ἐγέννησε τὸν Μαλελεήλ. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Καϊνὰν δέκα ἔτη καὶ ἐννακόσια, καὶ ἀπέθανε. Καὶ ἔζησε Μαλελεὴλ πέντε καὶ ἑξήκοντα καὶ ἑκατὸν ἔτη, καὶ ἐγέννησε τὸν Ἰάρεδ. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Μαλελεὴλ ἔτη πέντε καὶ ἐννενήκοντα καὶ ὀκτακόσια, καὶ ἀπέθανε. Καὶ ἔζησεν Ἰαρὲδ δύο καὶ ἑξήκοντα ἔτη καὶ ἑκατὸν, καὶ ἐγέννησε τὸν Ἐνώχ· εἶτά φησιν· Εὐηρέστησε δὲ Ἐνὼχ τῷ Θεῷ, καὶ οὐχ εὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός. Ἄθρει δὴ οὖν, καὶ πρό γε δὴ τῶν ἄλλων, ὡς ὀνομάζονται μὲν οἱ ἐκ Κάϊν, καὶ ὁ τῆς τῶν γενῶν διαδοχῆς ἔρπει λόγος. Οὐ μὴν ὅτι καὶ εἰς πόσον ἐτῶν ἀριθμὸν ὁ τῆς ἑκάστης ζωῆς ἐκτέταται χρόνος προενήνεκται σαφῶς, καθάπερ ἀμέλει καὶ ἐπὶ τῶν γεγονότων ἀπὸ Σήθ. Ἀναγέγραπται γὰρ ἀκριβῶς ὁ ἑκάστου χρόνος, τίνα τε καὶ πόσον ἐβίω, καὶ πρὸ τέκνων γονῆς, καὶ μετὰ τοῦτο, ἔτι λεπτῶς καὶ ἀκριβῶς ἀναμάθοι τις ἂν ἐκ τῶν ἱερῶν Γραμμάτων. Μήνυσις οὖν ἄρα καὶ τοῦτό ἐστι οὐκ ἀσυμφανὴς τοῖς γε ὅλως τὰ τοιάδε φιλοκρινεῖν ᾑρημένοις, ὡς οὐκ ἂν ἀνάσχοιτο Θεὸς τὴν τῶν φιλαμαρτημόνων εἰδέναι ζωήν. Ἀκούσονται γοῦν ἐπὶ τοῦ θείου βήματος λέγοντος τοῦ Χριστοῦ· Ἀμὴν λέγω ὑμῖν, οὐδέποτε ἔγνων ὑμᾶς. Διαπίπτει μὲν γὰρ οὐδὲν τό γε ἧκον εἰς εἴδησιν, λέγω τὸν τῶν ὅλων Θεόν. Εἰδὼς δὲ οὐκ οἶδε τοὺς φιλαμαρτήμονας, διά γε τῆς εἰς αὐτοὺς ἀποστροφῆς τὸ ἄγαν ἐντενές. Οὐκοῦν σεσιώπηται μὲν τοῖς ἐκ Κάϊν, ὁ τῆς ζωῆς χρόνος. Πεπράχασι γὰρ ἀξιάκουστον μὲν οὐδέν· ἂ δὲ ἦν εἰκὸς, καὶ πρὸς ζημίαν ἔσεσθαι τοῖς ἐντευξομένοις τῇ περὶ αὐτῶν συγγραφῇ. Ηὐμοιρήκασι δὴ οὖν, καὶ μάλα δικαίως, καὶ τῆς παρὰ Θεῷ μνήμης. Ποιεῖταί γε μὴν ἐν λόγῳ, τὸ εἰδέναι λεπτῶς τὴν τῶν ἁγίων ζωὴν, καὶ οὐδὲν, οἶμαι, τῶν κατ’ αὐτοὺς ἐξοίχοιτο ἂν τὸν θεῖόν τε καὶ ἀκήρατον νοῦν. Καὶ πιστώσεται λέγων ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τῆς γῆς ἄνευ τοῦ Πατρὸς ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς· ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν. Εἰ δὲ ἐν λόγῳ τέθειται παρὰ Θεῷ καὶ ὁ τῶν τριχῶν ἀριθμὸς, διά τοι τὸ πάντα σαφῶς εἰδέναι τὰ κατ’ αὐτοὺς, καὶ ἐν φροντίδι ποιεῖ· κατὰ τίνα δὴ τρόπον, ὁ αὐτῆς τῆς ζωῆς ἀγνοηθείη καιρός; Ὀφθαλμοὶ γὰρ, φησὶ, Κυρίου ἐπὶ δικαίους. Καὶ ὁ μὲν δεύτερος εὐθὺς ἀπὸ Κάϊν Ἐνὼς, ἐπώνυμον ἔσχεν ἐν τῇ γῇ πόλιν· καίτοι τῶν ἁγίων ὡς ἐν αὐχήματος τάξει πεποιημένων τὸ χρῆναι φρονεῖν καὶ λέγειν· Οὐκ ἔχομεν ὧδε μένουσαν πόλιν· ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Ἡγουμένων τε καὶ ὀνομαζόντων παροικίαν τὴν ἐν τῷδε τῷ βίῳ ζωήν. Ψάλλει δέ που καὶ ὁ θεσπέσιος Δαβίδ· Ἄνες μοι, ὅτι ἐγὼ πάροικός εἰμι ἐν τῇ γῇ καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου. Περὶ δὲ τῶν τὰ ἐπίγεια φρονούντων, ἐν τῷ μη ψαλμῷ λέγει· Ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γενῶν αὐτῶν. Ἀνέφυ δὲ ἀπὸ Σὴθ ὁ θεσπέσιος Ἐνὼς, περὶ οὗ γέγραπται· Οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ αὐτοῦ. Τὸ γὰρ ἐν Χριστῷ γένος ἅγιον καὶ ἱερὸν, καὶ ἐν ἐλπίδι δόξης τῆς ὑπὲρ ἄνθρωπον. Εἴπερ ὄντες ἐκ γῆς, κεκλήμεθα πρὸς υἱοθεσίαν τοῦ πάντων Δεσπότου, καὶ εἰς ἀδελφότητα τοῦ Χριστοῦ, ὃς δι’ ἡμᾶς γέγονε καθ’ ἡμᾶς, ἵνα καὶ ἡμεῖς δι’ αὐτὸν ἐν ἀμείνοσί τε καὶ ὑπὲρ ἄνθρωπον θεοὶ, δηλονότι χάριτι καὶ φιλανθρωπίᾳ, τὴν δόξαν ἀποκερδαίνοντες. Ἐγὼ γὰρ εἶπα, φησί· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες. Ἤλπισε τοίνυν Ἐνὼς κληθήσεσθαι παρ’ ἑτέρων ἐπ’ ὀνόματι Κυρίου τοῦ Θεοῦ αὐτοῦ· τουτέστι, Θεός. Ἐπειδὴ γὰρ ἦν οὐκ ἀθαύμαστος τοῖς τῆς ὁσιότητος ἐμπρέπων αὐχήμασι, Θεὸν ὠνόμαζον αὐτὸν τῶν ἐπιεικεστέρων τάχα πού τινες τῇ ὑπερτάτῃ τιμῇ στεφανοῦν ᾑρημένοι. Ἡκέτω δὴ οὖν ὁ λόγος ἡμῖν ἐπὶ τὸν οἰκεῖον σκοπόν. Ἰουδαῖοι μὲν γὰρ, οἳ καὶ εἰσὶν εἰκόνες τῶν ἀπὸ Κάϊν· ὅτι μέν εἰσι, γινώσκονται παρά γε τοῦ πάντων Θεοῦ· ὅτι δὲ τὴν ἀπογραφὴν ἐν βίβλῳ ζωῆς οὐκ ἔχουσι, σαφὲς ἂν γένοιτο διά γε τοῦ σεσιγῆσθαι τῶν ἀπὸ Κάϊν τὴν ζωήν. Ὅτι γὰρ ἀνάγραπτον τὸ ἐν Χριστῷ γένος, καὶ ἐν μνήμῃ τῇ παρὰ Θεῷ, παραδείξειεν ἂν, οἶμαί που, τὸ ἀναγεγράφθαι σαφῶς, τὴν τῶν δικαίων ζωὴν, φημὶ δὴ τῶν ἀπὸ Σήθ. Καὶ ὁ μὲν Ἐνὼς δεύτερος εὐθὺς ἐκ Κάϊν, πόλιν ἔσχεν ἐπώνυμον. Φρονοῦσι γὰρ μόνα τὰ ἐπὶ γῆς οἱ τάλανες Ἰουδαῖοι, τὴν τῶν πρωτοτόκων οὐκ εἰδότες ἐκκλησίαν, οὔτε μὴν εἰς τὴν ἄνω σπεύδοντες πόλιν. Εὐδοκιμεῖ δὲ λίαν ὁ ἀπὸ Σὴθ, τουτέστι, Ἐνώς. Ὀνομάζεται γὰρ ἤδη καὶ Θεός. Πεπλουτήκαμεν δὲ διὰ πίστεως τὴν ἐπὶ τῷδε δόξαν, οἱ Χριστῷ προσδεδραμηκότες, καὶ τῆς εἰς αὐτὸν ἐλπίδος, ἀπρὶξ ἡμμένοι. Προσθείην δ’ ἂν ἔτι καὶ ἑτέραν, οἷς ἔφην, ἐπιτήρησιν ἀναγκαίαν. Γενεαλογεῖν γὰρ εἴπερ ἕλοιτό τις τούς τε ἀπὸ Κάϊν καὶ Σὴθ, προαναθεὶς ἑκατέρου ῥίζαν ὥσπερ τινὰ τὸν Ἀδὰμ, ἕβδομον μὲν εὑρήσει Λάμεχ διὰ τοῦ Κάϊν ἐρχόμενον· ἕβδομον δὲ αὐτὸν Ἐνὼχ διὰ τοῦ Σὴθ γεγονότα. Ἔχει δὲ οὕτως ἡ ἐπ’ ἀμφοῖν τῶν γενητῶν ἀπαρίθμησις· Ἀδὰμ, Κάϊν, Ἐνὼς, Γαϊδὰδ, Μαουΐας, Μαθουσάλα, Λάμεχ. Καὶ πάλιν· Ἀδὰμ, Σὴθ, Ἐνὼς, Καϊὰν, Μαλελεὴλ, Ἰάρεδ, Ἐνώχ. Ἴδωμεν τοίνυν ἐν τίσιν ἑκάτερος. Ὁ μὲν γὰρ Λάμεχ ταῖς ἑαυτοῦ γυναιξὶν ἀνεκοινοῦτο, λέγων· Ἀκούσατέ μου τῆς φωνῆς, γυναῖκες Λάμεχ, ἐνωτίσασθέ μου τοὺς λόγους· ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ, καὶ νεανίσκον εἰς μώλωπά μοι, ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν· ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά· ὁ δὲ δίκαιος Ἐνὼχ πίστει μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνὴν, Καὶ οὐχ ηὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ Θεός. Ἐν ἐσχάτοις γὰρ καιροῖς καθ’ οὓς ὁ ἐν Χριστῷ πέφηνε σαββατισμὸς, περιδεὴς μὲν ὁ Ἰσραὴλ, καὶ εἰς τὸν τοῦ κολάζεσθαι φόβον ὁρᾶται πεσὼν, ὡς ἄνδρα ἀπεκτονὼς, καὶ ἐφ’ αἵματι λοιπὸν τῷ ἁγίῳ κρινόμενος· πολὺ δὲ μειζόνως ἢ Κάϊν αὐτός. Ὁ μὲν γὰρ εἰς ἕνα τῶν καθ’ ἡμᾶς πεπλημμεληκὼς, ἑπτὰ γέγονεν ἐκδικουμένοις ἔνοχος· ὁ δὲ εἰς αὐτὸν δὲ δεδυσσεβηκὼς τὸν Ἐμμανουὴλ, πολὺ δὴ μειζόνως εὐθύνεται. Ἐκδεδίκηται μὲν γὰρ ἐκ Κάϊν ἑπτάκις· ἐκ δὲ τοῦ Ἰσραὴλ ἑβδομηκοντάκις ἑπτά. Ἕψεται γὰρ ἀναλόγως ταῖς δυσσεβείαις ἡ δίκη. Οἱ δὲ ἐν Χριστῷ διὰ πίστεως εὐδοκιμήσαντες κατὰ τὸν τῆς ἐπιδημίας αὐτοῦ καιρὸν, οὐκ ἂν εὑρεθεῖεν ἔτι ζητοῦντος τοῦ Σατανᾶ. Μετατεθήσονται γὰρ παρὰ Θεοῦ πρὸς τὴν ἀσυγκρίτως ἀμείνονα καὶ εὐκλεεστέραν ζωὴν παρὰ Θεοῦ ἐκ θανάτου καὶ φθορᾶς εἰς μακραίονα βίον, ἀπὸ τοῦ φρονεῖν τὰ σαρκὸς, εἰς τὸ δρᾷν ἐθέλειν τὰ ἁνδανοῦντα Θεῷ, ἐξ ἀτιμίας εἰς δόξαν, ἐξ ἀσθενείας εἰς δύναμιν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Cyrillus Alexandrinus, Glaphyra in Pentateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg097.local001/.
