Ancient Greek · ~32 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ. Περὶ τοῦ Νῶε καὶ τῆς κιβωτοῦ., Περὶ τοῦ Ἀβραὰμ καὶ τοῦ Μελχισεδέκ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 6.1
Not analysed yet
ϛ. Γέγονε τοίνυν ὁ Κῦρος, μητρὸς μὲν Μανδάνης τῆς Ἀστυάγου θυγατρὸς τοῦ Μήδων ἐξάρχοντος· πατρὸς δὲ Καμβύσου, Πέρσου μὲν τὸ γένος, ἐπιεικοῦς δὲ λίαν τοὺς τρόπους. Ὅθεν τινὲς τῶν ἀρχαιοτέρων, ἡμίονόν τε καὶ ἑτεροφυᾶ τὸν Κῦρον ὠνόμαζον. Διά γε, οἶμαι, τὸ πατρὸς καὶ μητρὸς ὡς ἐν τῷ γένει διάφορον. Πέρσαι γὰρ δὴ παρὰ Μήδους ἔθνος ἕτερον. Ἴδοις δ’ ἄν τι τοιοῦτον καὶ ἐπὶ Χριστοῦ. Μητρὸς μὲν γὰρ γέγονε κατὰ σάρκα τῆς ἁγίας Παρθένου, καθ’ ἡμᾶς τε οὔσης καὶ ἀνθρώπου τὴν φύσιν· πατρὸς δὲ τῶν καθ’ ἡμᾶς οὐδενός· ἄλλ’ ἵν’ οὕτως εἴπωμεν, ἑτεροφυοῦς εἰς ἅπαν, καὶ ἀνῳκισμένου τὴν φύσιν, καὶ πᾶν ὑπερθρώσκοντος τὸ τελοῦν ἐν γενητοῖς. Τοιγάρτοι καὶ ἔφασκε πρὸς Ἰουδαίους οἰομένους ὅτι καθ’ ἡμᾶς ἐστι, καὶ γέγονε καθ’ ἡμᾶς· Ὑμεῖς ἐκ τῶν κάτω ἐστὲ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί. Καὶ κεκράτηκε μὲν ὁ Κῦρος μυρίων ὅσων ἐθνῶν, καὶ ἅπασα μὲν αὐτὸν ὑπεδέχετο πόλις. Ἔλαβε δὲ καὶ θησαυροὺς σκοτεινοὺς, ἀποκρύφους, ἀοράτους, καὶ μακρᾶς ἀνῆκε δουλείας τὸν Ἰσραήλ. Βεβασίλευκε δὲ τῆς ὑπ’ οὐρανὸν ὁ Ἐμμανουὴλ, καὶ ὡς τῶν ὅλων Σωτῆρα καὶ Λυτρωτὴν πᾶσα μὲν αὐτὸν εἰσδέχεται πόλις· ἀνεῖται δὲ ἤδη δουλείας καὶ πλεονεξίας διαβολικῆς πᾶν ὅσον ἐκβεβίαστο, καὶ ὑπ’ αὐτῷ πράττειν ἠνάγκαστο γένος. Καταφοιτήσας δὲ καὶ εἰς ᾅδου κεκένωκε θησαυροὺς σκοτεινοὺς, ἀποκρύφους, ἀοράτους. Θύρας χαλκᾶς συνέτριψε, καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν. Ἔφη γὰρ τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε· καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε. Τοιγάρτοι καὶ πάλαι πρὸς Ἰὼβ ἔφη τὸν τληπαθέστατον καὶ ἀκαταγώνιστον ἀθλητήν· Ἦλθες ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας. Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν. Ἀναγνώσομεν γὰρ ὡς ἐν ἐρωτήσει ταυτί· καταδεικνύντος τοῦ λόγου τὰ διὰ Χριστοῦ κατορθώματα, καὶ ἐν αὐτοῖς πεπραγμένα τοῖς τοῦ ᾅδου μυχοῖς. Εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Καὶ Κῦρος μὲν πάλαι χρήματα δοὺς, τὸν ἐν Ἱεροσολύμοις προστέταχεν ἀναδείμασθαι ναόν. Τεθεμελίωκε δὲ τὴν Ἐκκλησίαν τὴν ἁγίαν ὄντως καὶ διαβόητον πόλιν, ὁ Ἐμμανουὴλ, οἷά τινα Βαβυλῶνα κατασείσας εἰσάπαν τὴν ἀλαζόνα καὶ ὑβρίστριαν εἰδωλολατρίαν. Καὶ περὶ μὲν Κύρου Θεὸς, ὅτι Πάντα τὰ θελήματά μου ποιήσει, φησί. Προσπεφώνηκε δέ που καὶ τοῖς Ἰουδαίων λαοῖς ἐξουθενοῦσιν αὐτὸν ὁ πάντων ἡμῶν Σωτήρ· Ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε. Καὶ ἑτέρωθί που, Καὶ ἐὰν κρίνω ἐγὼ, ἡ κρίσις ἡ ἐμὴ ἀληθινή ἐστιν· ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός. Καὶ Κύρῳ μὲν ἔφη Θεός· Ἐκάλεσά σε τῷ ὀνόματί μου. Κύριος δὲ ἀληθῶς ὁ Ἐμμανουὴλ, εἰ καὶ πέφηνεν ἄνθρωπος. Ὅτι δὲ εἰς τύπον Χριστοῦ τῆς δόξης τὰ ἐπὶ Κύρῳ τέθειται, πληροφορήσει σαφῶς τὰ ἑξῆς εἰρημένα διὰ τῆς τοῦ προφήτου φωνῆς· Ἐγὼ ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ’ αὐτῆς. Ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανὸν, καὶ πᾶσι τοῖς ἄστροις ἀνετειλάμην. Ἐγὼ ἤγειρα αὐτὸν κατὰ δικαιοσύνην, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι. Οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει, οὐ μετὰ λύτρων, οὐδὲ μετὰ δώρων, εἶπε Κύριος Σαβαώθ. Οὕτως λέγει Κύριος· Ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορίαι Αἰθιόπων, καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καί σοι ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι ἐν χειροπέδαις, καὶ προσκυνήσουσί σοι, καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστιν, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ. Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, ὁ Θεὸς τοῦ Ἰσραὴλ Σωτήρ. Αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πορεύσονται ἐν αἰσχύνῃ. Ὁ γὰρ ποιήσας τὴν γῆν, καὶ ἄνθρωπον ἐπ’ αὐτῆς, ὁ διακοσμήσας τοῖς ἄστροις τὸν οὐρανὸν, ἤγειρεν ἡμῖν δικαιοσύνην τὸν Ἰησοῦν ἐκλυτρούμενον δωρεάν· Δεδικαιώμεθα γὰρ ἐν πίστει, δεσμῶν ἀνιέντα καὶ αἰχμαλωσίας, οἰκοδομοῦντα πνευματικῶς τὴν νοητὴν Ἱερουσαλὴμ, καὶ θεμελιοῦντα τὴν Ἐκκλησίαν, ὡς καὶ αὐταῖς ἀκατάσειστον εἶναι ταὶς ᾅδου πύλαις, καὶ ἀνάλωτον ἐχθροῖς. Τοῦτον ὄντα Θεὸν κατὰ φύσιν ἐπιγινώσκοντες οἱ πάλαι πλανώμενοι, λέγουσι· Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ᾔδειμεν. Καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ. Τούτῳ προσκυνήσουσι, τούτῳ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Τούτῳ τετολμήκασιν ἀντιστῆναί τινες τῶν ἐξ Ἰσραήλ. Κατῃσχύνθησαν δὲ καὶ πεπτώκασι, καὶ ἐν τροπῇ πεπόρευνται κατὰ τὴν τοῦ προφήτου φωνήν. Κῦρος μὲν οὖν ὁ Καμβύσου, τεθεμελίωκε τὸν οἶκον τοῦ Θεοῦ τὸν ἐν Ἱεροσολύμοις, εἰς τύπον Χριστοῦ. Ὅτι δὲ αὐτὸς ἔμελλεν ὁ Ἐμμανουὴλ ἀποπεραίνειν τὸ χρῆμα πνευματικῶς τε καὶ νοητῶς, καὶ δι’ ἑτέρας εὐθὺς ἀναμάθοι τις ἂν εἰκόνος. Ἐπειδὴ γὰρ τῆς ἐν Βαβυλῶνι δουλείας ἀνῆκεν ὁ Κῦρος τὸν Ἰσραήλ· καθηγηταὶ παραχρῆμα καὶ οἱονεί πως ἐξάρχοντες ἀνεδείκνυντο τοῦ λαοῦ, Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα, καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας. Οἷς καὶ ἀφιγμένοις εἰς Ἱεροσόλυμα, διὰ φωνῆς Ἀγγαίου τοῦ προφήτου τῆς εἰς τὸν οἶκον ἔχεσθαι φιλεργίας ἐπισκήπτει Θεός. Γέγραπται γὰρ οὕτω· Ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως ἐν τῷ μηνὶ τῷ ἔκτῳ, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἀγγαίου τοῦ προφήτου λέγων, Εἰπὸν πρὸς Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ τὸν ἐκ φυλῆς Ἰούδα, καὶ πρὸς Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν, λέγων· Τάδε λέγει Κύριος παντοκράτωρ· Ὁ λαὸς οὗτος λέγουσιν· Οὐχ ἥκει ὁ καιρὸς τοῦ οἰκοδομῆσαι τὸν οἶκον Κυρίου. Καὶ ἐγένετο λόγος ἐν χειρὶ Ἀγγαίου τοῦ προφήτου, λέγων· Εἰ καιρὸς μὲν ὑμῖν ἐστι τοῦ οἰκεῖν ἐν οἴκοις κοιλοστάθμοις· ὁ δὲ οἶκος Κυρίου ἐξηρήμωται; Καὶ μεθ’ ἕτερα πάλιν, Καὶ ἐξήγειρε Κύριος τὸ πνεῦμα Ζοροβάβελ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα, καὶ τὸ πνεῦμα Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου, καὶ τὸ πνεῦμα τῶν καταλοίπων παντὸς τοῦ λαοῦ. Καὶ εἰσῆλθον, καὶ ἐποίουν τὰ ἔργα ἐν τῷ οἴκῳ Κυρίου παντοκράτορος Θεοῦ αὐτῶν. Ἄθρει δὴ οὖν ὡς ἐν τύπῳ καὶ εἰκόνι διπλῇ τὸν Ἐμμανουὴλ, βασιλέα μὲν, ὡς ἔν γε τῷ Ζοροβάβελ, ὃς ἦν ἐκ φυλῆς Ἰούδα τῆς τότε κρατεῖν λαχούσης ἐν Ἰσραήλ· ἀρχιερέα δὲ αὖ ὡς ἐν ὁμωνύμῳ τῷ Ἰησοῦ τῷ ἀρχιερεῖ τῷ μεγάλῳ· καὶ μὴν καὶ ἐξάρχοντα τῆς ὁδοῦ τῆς εἰς τὴν ἁγίαν πόλιν, ἐκ γῆς ἀλλοφύλων· φημὶ δὴ πάλιν τῆς Βαβυλωνίων. Ἄθρει καὶ τεχνουργὸν ὄντα, καὶ ἐπιμελητὴν τοῦ ἁγίου ναοῦ. Ἑπόμενοι γὰρ διὰ πίστεως καθηγητῇ τῷ Χριστῷ, ὡς βασιλεῖ καὶ ἀρχιερεῖ, ἐκ διαβολικῆς πλεονεξίας, καὶ ὥσπερ ἐκ γῆς ἀλλοφύλων, ἐξ ἀπάτης κοσμικῆς εἰς τὴν ἁγίαν εἴσιμεν πόλιν, τὴν τῶν πρωτοτόκων Ἐκκλησίαν, ἣν αὐτὸς ἐγερεῖ Χριστὸς ὡς ἔν γε λίθοις τοῖς νοητοῖς. Καὶ μαρτυρήσει γράφων ὁ Παῦλος τοῖς διὰ πίστεως ἐκλελυτρωμένοις καὶ ἀκολουθεῖν ἑλομένοις τοῖς ἴχνεσι τοῦ Χριστοῦ· Ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ Χριστοῦ ἐν πνεύματι. Ὅτι δὲ καὶ ἀμείνων ἡ δόξα τῆς Ἐκκλησίας παρὰ τὴν πρώτην καὶ ἐν ἀρχαῖς, τὴν ἐπί γέ φημι τῷ ἐκ λίθων ναῷ, διαμεμήνυκεν εἰπὼν διὰ φωνῆς Ἀγγαίου πάλιν· Τίς ἐξ ὑμῶν, ὃς εἶδε τὸν οἶκον τοῦτον ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν, καὶ πῶς ὑμεῖς βλέπετε αὐτὸν νῦν καθὼς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν; Καὶ μεθ’ ἕτερα πάλιν· Ἐμὸν τὸ ἀργύριον, καὶ ἐμὸν τὸ χρυσίον, λέγει Κύριος παντοκράτωρ, διότι μεγάλη ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, λέγει Κύριος παντοκράτωρ· καὶ ἐν τῷ τόπῳ τούτῳ δώσω εἰρήνην. Καὶ εἰρήνη ψυχῆς εἰς περιποίησιν παντὶ τῷ κτίζοντι τοῦ ἀναστῆσαι τὸν ναὸν τοῦτον. Καὶ ἀνιδρωτὶ μὲν ἄν τις συλλέξαιτο τὰ δι’ ὧν ἡμῖν ὡς ἔν γε τοῖς πάλαι Χριστὸς κατεγράφετο. Ἵνα δὲ μὴ τῷ πλήθει τῶν παραδειγμάτων ἀποκομίζεσθαί ποι τοῦ πρέποντος ὁ λόγος ἡμῖν δοκῇ, παρέντες τέως τὸ καὶ δι’ ἑτέρων ἰέναι λοιπὸν, ἐκεῖνο φαμέν· Δεήσει δὴ πάντως ἡμῖν, δυοῖν ἑλέσθαι θάτερον. Ἢ γὰρ τοὺς δι’ ὧν ἐκεῖνα γεγόνασιν εἰσάπαν ἀναιρήσομεν, καθορίζοντες τῶν τύπων τὸ μὴ λίαν ἀπλημμελὲς, εἰ νοοῖντο δι’ ἀνθρώπων τῶν καθ’ ἡμᾶς γεγονότες, καίτοι πολὺ λίαν ἔχοντες τὸ θεοπρεπές· ἢ τὸ Πνεῦμα λέγοντες ἀεὶ μορφοῦσθαι πρὸς εἶδος τὸ καθ’ ἡμᾶς, ἐξ ἀνάγκης ὁμολογήσομεν καὶ εἰς Κῦρον αὐτὸ διαπεπλᾶσθαί ποτε, τὸν οὐκ εἰδότα Θεόν. Εἴρηται γὰρ πρὸς αὐτὸν, Σὺ δὲ οὐκ ᾔδεις με. Ἀναιρουμένων δὲ τῶν ἐν τύποις, σκιὰ μὲν ἴσως ὁ Ἀαρών· Ζοροβάβελ δὲ ὁ τοῦ Σαλαθιὴλ, καὶ μέν τοι καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ ὁ ἱερεὺς ὁ μέγας, ἐν ὀνόμασιν εἶεν ἂν ψιλοῖς τε καὶ μόνοις.