# Glaphyra in Pentateuchum 7.1

Cyrillus, Glaphyra in Pentateuchum, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ. Περὶ τοῦ Νῶε καὶ τῆς κιβωτοῦ., Περὶ τοῦ Ἀβραὰμ καὶ τοῦ Μελχισεδέκ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/glaphyra-in-pentateuchum/7.1

ζ. Ἀλλ’ οἶμαι δὴ μᾶλλον ἐκ λογισμοῦ τοῦ εἰκότος ἀναπεπεισμένους συναινέσειν ὀρθῶς, ὡς ἦν μὲν ἄνθρωπος ὁ Μελχισεδὲκ, πόλεως βασιλεύων τῆς Σαλήμ· τύπον δὲ ἡμῖν αὐτὸν ἐποιεῖτο Χριστοῦ, λεπτόνους εἰς θεωρίας πνευματικὰς ὑπάρχων ὁ Παῦλος· ἐνιστάμενοι δὲ μετὰ τοῦτο, καὶ οὐδὲν ἧττον λέγουσιν ὡς ἄνθρωπος μὲν οὐκ ἦν ὁ Μελχισεδέκ· τὸ Πνεῦμα δὲ μᾶλλον τὸ ἄγιον· ἢ γοῦν ἑτέρα τις δύναμις τῶν ἄνωθεν καὶ ἐξ οὐρανοῦ, τὴν λειτουργικὴν ἔχουσα τάξιν· δοκεῖ γὰρ ὧδε φρονεῖν ἑτέροις, ἐκεῖνό φαμεν ἀναγκαίως ὅτι πλημμελήσουσι κατὰ δύο τρόπους, καὶ τὴν θείαν καὶ ἄῤῥητον τοῦ Πνεύματος φύσιν εἰς τὸν μὴ πρέποντα τρόπον αὐτῇ κατασύροντες, καὶ τὴν γεννητὴν καὶ πεποιημένην κτίσιν, εἰς δόξαν ὑπερτενῆ φληνάφως ἀνακομίζοντες. Τίνα τρόπον ἐρῶ. Γέγραπται περὶ τοῦ Μελχισεδὲκ, ὡς ἦν ἱερεὺς τοῦ Θεοῦ ὑφίστου. Εἰ δὲ δὴ τὸ Πνεῦμα τὸ ἅγιόν ἐστιν ὁ Μελχισεδὲκ, κατεκομίσθη λοιπὸν ἐν ἱερουργοῖς τὸ Πνεῦμα, καὶ λειτουργικὴν ἔχει τὴν ὑπουργίαν. Ὑμνήσει δὴ οὖν καὶ αὐτὸ μενὰ τῶν ἁγίων ἀγγέλων τὸν ἀνωτάτω Θεόν. Γέγραπται γὰρ, ὅτι Εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ, λειτουργοὶ αὐτοῦ, οἱ ποιοῦντες τὸ θέλημα αὐτοῦ. Εἴη γὰρ ἂν οὐδαμόθεν ἀσυμφανὲς, ὡς ὃς ἑτέρῳ που πάντως ἱερουργεῖ, καὶ οὐχ ἑαυτῷ τὸ ἱερουργοῦν, ἱερουργεῖ δὲ τῷ Θεῷ, τῷ προὔχοντι. Οὐκοῦν εἴ φαμεν ἱερατεύειν τὸ Πνεῦμα, τὴν θείαν που πάντως ὑποκάθηται φύσιν· τελεῖ δὲ μᾶλλον καὶ ἐν γενητοῖς, καὶ προσκυνήσει μὲν μεθ’ ἡμῶν. Ἁγιάσει δὲ πάντως οὐχ ἑαυτὸ, ἐπεί τοι τὸ ἁγιαζόμενον, κρείττονί που πάντως ἢ καθ’ ἑαυτὸ τὴν φύσιν ἁγιάζεται. Ἁγιασθήσεται δὲ μεθ’ ἡμῶν. Πῶς οὖν ἔτι καὶ Θεὸς κατὰ φύσιν τὸ ἁγιαζόμενον; Ἦ γὰρ οὐ πᾶς ἱερεὺς ἁγιάζεται, εἴσεισί τε οὕτως ἐπὶ τὸ χρῆναι λοιπὸν καὶ ἱερουργεῖν; Οὐ γὰρ ἑαυτῷ τις λαμβάνει τὴν τιμὴν, καθὰ γέγραπται, ἀλλ’ ὁ καλούμενος ὑπὸ τοῦ Θεοῦ, καθὰ καὶ Ἀαρών. Προστέθεικε δὲ ὁ Παῦλος, ὅτι Καὶ αὐτὸς ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γεννηθῆναι ἀρχιερέα, ἀλλ’ ὁ λαλήσας πρὸς αὐτόν· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Καθὼς καὶ ἐν ἑτέρῳ λέγει, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Εἰδέναι γὰρ ἀναγκαῖον, ὡς οὐδ’ ἂν αὐτὸς ὁ Υἱὸς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, ἱερατεύειν λέγοιτο, καὶ ἐν τάξει γενέσθαι τῇ λειτουργικῇ, εἰ μὴ νοοῖτο καθ’ ἡμᾶς γεγονὼς, καὶ ὥσπερ κέκληται προφήτης καὶ μὴν καὶ ἀπόστολος διὰ τὸ ἀνθρώπινον, οὕτω καὶ ἱερεύς. Πρέποι γὰρ αὐτῷ τῆς δουλείας σχήματι, τὰ δουλοπρεπῆ· καὶ τοῦτό ἐστιν ἡ κένωσις. Ὁ γὰρ ὑπάρχων ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρὸς, ᾧ καὶ αὐτὰ τὰ ἄνω παρεστήκασι Σεραφὶμ, ᾧ λειτουργοῦσι χίλιαι χιλιάδες ἀγγέλων, ἐπειδὴ κεκένωκεν ἑαυτὸν, τότε δὴ τότε τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς ἀναδειχθῆναι λέγεται. Τότε καὶ ἡγίασται μεθ’ ἡμῶν ὁ ὑπὲρ πᾶσαν κτίσιν. Ὅ τε γὰρ ἁγιάζων, φησὶ, καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες. Δι’ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ἀδελφοὺς καλεῖν αὐτοὺς, λέγων, Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου. Οὐκοῦν ὁ ἁγιάζων ὡς Θεὸς, ὅτε γέγονεν ἄνθρωπος, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ κεχρημάτικεν ἀδελφὸς κατὰ τὸ ἀνθρώπινον, τότε καὶ σὺν ἡμῖν ἁγιάζεσθαι λέγεται. Ἔστι τοίνυν καὶ τὸ δεῖν ἱερατεύειν καὶ τὸ ἁγιάζεσθαι μεθ’ ἡμῶν τῆς μετὰ σαρκὸς οἰκονομίας. Καὶ τοῖς τῆς κενώσεως μέτροις, ὀρθῶς τε καὶ ἀμωμήτως φρονεῖν ᾑρημένοι, τὰ τοιάδε προσγράψομεν. Εἰ δὲ δὴ τὸ Πνεῦμα μηδαμοῦ τὴν κένωσιν ὑπομεμενηκὸς ἱερατεύειν λέγομεν, δόξης αὐτὸ τῆς θεοπρεποῦς ἐξοίσομεν, καὶ ἐν τοῖς ὑπὸ Θεὸν λογιούμεθά που, μέτρον αὐτῷ διδόντες τὸ γεννητόν. Ἢ δὴ δεικνύτωσαν ἡμῖν ἐνανθρωπῆσαι τὸ Πνεῦμα, καὶ ὑπόβασιν οἰκονομικὴν ὑπομεῖναν, καθάπερ ἀμέλει καὶ τὸν Υἱόν. Οὐ γὰρ ἐπειδήπερ ἐστὶν ὁμοούσιος ἡ ἁγία καὶ προσκυνουμένη Τριὰς, ταύτῃτοι καθ’ οὗπερ ἂν ἕλοιτό τις προσώπου τὸν τῆς ἐνανθρωπήσεως καθοριεῖ λόγον. Γέγονε γὰρ ἄνθρωπος, οὐκ αὐτὸς ὁ Πατὴρ, οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον, μόνος δὲ ὁ Υἱός. Οὕτως ἡμᾶς αἱ θεῖαι μεμυσταγωγήκασι Γραφαί. Τί τοίνυν παραβιάζονται τὴν ἀλήθειαν, καὶ τὸ πρόφασιν οὐκ ἔχον τοῦ κεκενῶσθαι δεῖν, φημὶ δὴ τὸ Πνεῦμα τὸ ἅγιον, ἐν τοῖς τῆς κενώσεως κατακομίζουσι μέτροις, εἴπερ ἐστὶν ἀληθῶς τοῖς ἱερουργεῖν τεταγμένοις ἐναρίθμιον; Ἱερεὺς μὲν γὰρ ἦν ὁ Μελχισεδέκ. Ἀλλ’ εἰς τιμήν φησι τοῦ Υἱοῦ πρὸς τύπον τῆς κατ’ αὐτὸν ἐσομένης ἱερωσύνης κατὰ καιροὺς, αὐτὸ δι’ ἑαυτοῦ διεμορφοῦτο τὸ Πνεῦμα. Οὐκοῦν, ἐρήσομαι γὰρ, κατημέλησεν ἄρα τὸ Πνεῦμα τὸ ἅγιον, τῆς εἰς τὸν Υἱὸν τιμῆς καὶ ἀγάπης, καὶ ὀλίγα τοῦ πράγματος φροντίζειν ἀξιοῖ· καίτοι πῶς οὐ λῆρος ἤδη ταυτὶ φρονεῖν ἢ λέγειν; Δοξάζει γὰρ τὸν Υἱὸν ὁ Παράκλητος, τουτέστι τὸ Πνεῦμα. Καὶ περὶ αὐτοῦ φησιν, Ἐκεῖνος ἐμὲ δοξάσει. Τὸ τοίνυν τιμᾷν ᾑρημένον καὶ τοῦτο ἀκαταλήκτως, τί μὴ μᾶλλον αὐτὸ γέγονεν Ἀαρών; αὐτὸ δὴ καὶ Κῦρος ὁ Περσῶν τε καὶ Μήδων κρατήσας; καὶ μέν τοι καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ, καὶ μέν τοι καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ, ὁ ἐκ φυλῆς Ἰούδα, ἢ καὶ Μωσῆς, πρὸς ὃν εἴρηταί που τὴν Χριστοῦ μεσιτείαν ἐφ’ ἑαυτοῦ δεικνύοντα· Προφήτην ἀναστήσω αὐτοῖς ἐκ τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σε, καὶ δώσω τοὺς λόγους μου ἐν τῷ στόματι αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθὰ ἂν ἐντείλωμαι αὐτῷ; Τί μὴ γέγονεν αὐτὸ καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ, ὁ μετὰ Μωσέα στρατηγὸς, ὃς διεβίβασε τὸν Ἰορδάνην τοὺς υἱοὺς Ἰσραὴλ, καὶ περιέτεμε μαχαίραις πετρίναις, εἰσκεκόμικε δὲ καὶ εἰς τὴν γῆν τῆς ἐπαγγελίας; ἢ οὐκ ἐν Χριστῷ βεβαπτίσμεθα καὶ περιτετμήμεθα μὲν ἀχειροποιήτῳ περιτομῇ διὰ Πνεύματος, γεγόναμεν δὲ κληρονόμοι τῆς τῶν οὐρανῶν βασιλείας; καίτοι πῶς τοῦτο οὐκ ἐναργές; Οὐκοῦν ἢ τὸ Πνεῦμα δώσομεν ἀεὶ μορφούμενον, καὶ ὡς ἐν ἑκάστῳ τῶν ὠνομασμένων, ἵνα τιμήσῃ τὸν Υἱὸν, ἤγουν ἔσται λοιπὸν ἀληθὴς ὁ λόγος, ὡς ὀλίγα τοῦ πρέποντος καταφωρᾶται πεφροντικός· ἐφῆκε γὰρ δὴ τῶν ἀρχαιοτέρων τισὶν εἰς τύπον καὶ ὁμοίωσιν πλάττεσθαι τοῦ Υἱοῦ· ἄπαγε τῆς τῶν λογισμῶν ἀτοπίας. Οὐκοῦν ἄνθρωπος ὁ Μελχισεδὲκ, οὐχὶ τὸ Πνεῦμα τὸ ἅγιον.

---

Cyrillus Alexandrinus, Glaphyra in Pentateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg097.local001/.
