Ancient Greek · ~15 min
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ. Περὶ τοῦ Νῶε καὶ τῆς κιβωτοῦ., Περὶ τοῦ Ἀβραὰμ καὶ τοῦ Μελχισεδέκ.
Cyrillus Theol., Glaphyra in Pentateuchum 8.1
Not analysed yet
η. Ὅτι δὲ οὐδ’ ἂν εἶναι νοοῖτο δύναμις ἁγία καὶ λειτουργικὴ, καθὰ φρονεῖν ἔδοξέ τισι, φέρε δὴ λέγωμεν, τὰ ἐξ εἰκότων συλλέγοντες λογισμῶν εἰς τὴν τῆς ἀληθείας ἀπόδειξιν. Ἐκείνοις μὲν γὰρ, τοιόσδε τις καὶ σοφὸς, καθάπερ οὖν οἴονται κατὰ σφᾶς αὐτοὺς, συντέθηται λόγος. Ἐπειδὴ γὰρ, φησὶ, γέγραπται περὶ τοῦ Μελχισεδὲκ, ὡς ἀπάτωρ τε ἦν, καὶ ἀμήτωρ, καὶ μὴν καὶ ἀγενεαλόγητος· εὐλόγηκε δὲ καίτοι τοσοῦτον ὅντα τὸν Ἀβραάμ· Εὐλογεῖται δὲ τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος καὶ μείζονος, ἁπάσης ἀντιλογίας δίχα· μὴ νοείσθω, καθ’ ἡμᾶς, ἀλλ’ ἔστω τὴν φύσιν ἄγγελος, ἤγουν, τῶν ἄνω δυνάμεων καὶ λειτουργικῶν μία τις σεπτὴ καὶ δεδοξασμένη. Ἐγὼ δὲ, ἀγαπητοὶ, τεθαύμακα λίαν, εἰ τρόπος αὐτοὺς εὐλαβείας τῆς εἰς τὸν θεσπέσιον Ἀβραὰμ, τῆς τοῦ χρησίμου καὶ πρέποντος ἀπεκόμισε θήρας, καὶ τῶν ἀναγκαίων εἰς ἀληθείας εὕρεσιν ἀπεβουκόλισε λογισμῶν. Εἰς ὁμοίωσιν γὰρ δὴ καὶ τύπον τοῦ Ἐμμανουὴλ παραδεικνύντες ἡμῖν τὸν Μελχισεδὲκ, οὐκ εἰς τὴν τῶν πραγμάτων ποιότητα βλέπουσιν, ἢ τὸν τῆς ἱερωσύνης δοκιμάζουσι τρόπον· βασανίζουσι δὲ μᾶλλον τῶν εἰς τοῦτο παρενηνεγμένων τὰς φύσεις. Τί γὰρ ἂν γένοιτο τὸ λυποῦν, φαίη τις ἂν εἰκότως αὐτοῖς, εὐλογεῖσθαι τὸν Ἀβραὰμ, ὡς ἐξ ἀνθρώπου τυχὸν τοῦ Μελχισεδὲκ, κἂν εἰ μὴ νοοῖτο κρείττων αὐτοῦ; Οὐ γὰρ αἱ φύσεις ἐν τούτοις, ἀλλ’ ὁ τῶν δρωμένων δοκιμάζεται νοῦς, καὶ τῆς ἀληθείας οἱ λόγοι, τῶν ἐν σκιαῖς αἰνιγμάτων ἀμείνους προαναφαίνονται. Ὅτι γάρ ἐστι τῶν λίαν ἀτοποτάτων, οὐχὶ τὰ ἐκ τῶν σημαινομένων ἀντιπαρεξάγειν τοῖς ἐν σκιαῖς, ἐπ’ αὐτὰς δὲ μᾶλλον ἰέναι τὰς φύσεις τῶν εἰς μέσον ἐνηνεγμένων, εἴσῃ τοι κἀντεῦθεν. Ἀπόλεκτος ἦν Ἀαρὼν, προεστηκὼς καὶ ἡγούμενος τῆς ἁγίας σκηνῆς, ταῖς ἀνωτάτω τιμαῖς ἐν ἱερωσύνῃ κατεστεμμένος. Πῶς οὖν ἡγιάζετο; ἢ κριὸς ἐσφάζετο, καὶ τῷ αἵματι κατεχρίετο τὸ ἄκρον τοῦ ὠτὸς τοῦ δεξιοῦ, καὶ μὴν καὶ χειρὸς καὶ ποδός· ἐτελειοῦτο δὲ οὔτω, πρὸς ἱερουργίαν; ἀλλ’, ὦ βέλτιστοι, φαίην ἂν αὐτοῖς, εἰ ταῖς φύσεσι τῶν ἁγιαζόντων καὶ τῶν ἁγιαζομένων προσκεῖσθαι καλόν· καὶ οὐχὶ δὴ μᾶλλον ὡς ἐκ τύπου καὶ σκιᾶς ἐπ’ αὐτὸ τῆς ἀληθείας ἰέναι τὸ κάλλος, πῶς ἔτι τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται; Τί τὸ ἄμεινον ἐν τούτοις, φραζόντων ἐκεῖνοι. Ἆρα καὶ κριοῦ κατόπιν τὸν Ἀαρὼν θήσομεν; ἐν ἀλόγῳ ζώῳ τελειοῦται τὸ λογικόν. Αἵματι προβάτων τὸν ἀπόλεκτον εἰς ἱερωσύνην ἡγιᾶσθαι φήσομεν, καὶ σποδὸς δαμάλεως ῥαντίζουσα, τοὺς κεκοινωμένους ἀγιάζει, πρὸς τὴν τῆς σαρκὸς καθαρότητα· τί οὖν ἄρα τὸ χρῆμα; τί τῶν νοημάτων τὸ βάθος; Τύποι καὶ εἰκόνες τὰ δρώμενα, καὶ ἵν’ οὕτως εἴπωμεν, ἁγιασμοῦ προανάδειξις ἦν τοῦ κατὰ Χριστόν. Ὁ δὲ τύπος ἐν πράγμασιν, οὐκ ἐν τῇ τῶν ἁγιαζόντων, ἤγουν τῶν ἁγιαζομένων καταφωρᾶται φύσει. Ἐπεὶ, καθάπερ ἔφην ἀρτίως, τὸ κρεῖττον ὑπὸ τοῦ ἐλάττονος εὐλογεῖται, εἴπερ ἐστὶν ἐν ἀμείνοσιν ἡ ἀνθρώπου φύσις δαμάλεως καὶ κριοῦ. Μὴ τοίνυν ἐρυθριάτωσαν, κἂν εἰ πολὺ κρείττων ὑπάρχων ὁ Ἀβραὰμ τοῦ Μελχισεδὲκ, εὐλογεῖσθαι λέγηται παρ’ αὐτοῦ. Ὁ γὰρ τύπος ἦν ὁ νικῶν, καὶ οὐχὶ δὴ μᾶλλον ἡ τοῦ εὐλογοῦντος φύσις. Θαυμάζω δὲ ὅτι καὶ εἰς ὁμοίωσιν καὶ τύπον διαμορφοῦντες αὐτὸν τοῦ Υἱοῦ, ἀμήτορά τε εἶναι καὶ ἀπάτορά φασιν ὡς ἄγγελον, καίτοι τρόπον τινὰ καὶ ἀμφιθαλοῦς ὄντος Χριστοῦ. Γέγονε γὰρ αὐτῷ μήτηρ μὲν ἐπὶ γῆς, ἡ ἁγία Παρθένος. Ἦν δὲ καὶ ἔστιν ἐν οὐρανῷ Πατὴρ, ὁ Θεός. Δεῖν δὲ οἶμαι τὰς εἰκόνας γράφεσθαι, πρὸς τὰ ἀρχέτυπα. Ἐπειδὴ δὲ, Μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς ἔχειν τέλος τὸν Μελχισεδὲκ ὁ θεσπέσιος ἔφη Παῦλος, ταύτῃτοι καὶ δύναμιν λογικὴν καὶ ἱερουργὸν ὑπάρχειν αὐτὸν, διατείνονταί τε καὶ λέγουσιν· οὐκ ἐννοοῦντες, ὅτι παρατρέχει τι τῶν ἀναγκαίων αὐτούς. Οὐδὲν γὰρ τῶν τελούντων ἐν γενητοῖς, ἄναρχον ἔσται κατὰ τὸν χρόνον. Ἀλλ’ εἴτιπερ ὅλως παρῆκται πρὸς ὕπαρξιν, τοῦτο καὶ ἀρχὴν ἔχει ζωῆς καὶ ἡμερῶν. Τίς οὖν ἄρα τῷ μακαρίῳ Παύλῳ γέγονε σκοπὸς τοῦ λόγου; ἢ πῶς εἰς τύπον καὶ ὁμοίωσιν τοῦ Χριστοῦ παρέδειξε τὸν Μελχισεδέκ; Τῶν ἐξ εἰκαιότητος οὖν ἐννοιῶν τὸν νοῦν ἀποστήσαντες, φέρε δὴ φέρε διασκεψώμεθα, καὶ ὡς ἔνι λέγωμεν.