# Glaphyra in Pentateuchum 9

Cyrillus, Glaphyra in Pentateuchum, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΓΕΝΕΣΙΝ, ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΒΙΒΛΙΟΝ Δ., Ἔτι περὶ τοῦ πατριάρχου Ἰακώβ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/glaphyra-in-pentateuchum/9

θ. Τέτοκε τοίνυν ἡ Λεία πρώτη τέσσαρας, εἶτα μεταξὺ γεγόνασιν ἐκ δυοῖν θεραπαίναιν Βάλλας τε καὶ Ζελφᾶς, ἕτεροι τέσσαρες. Ἐπειδὴ δὲ τοὺς ἐν ἀγροῖς εὑρημένους παρὰ Ῥουβεὶμ μανδραγόρας διενείμαντο πρὸς ἀλλήλας Λεία τε καὶ Ῥαχὴλ, ἄμφω γεγόνασι μητέρες· καὶ τίκτει μὲν Λεία πρὸς ἐκείνοις τοῖς τέσσαρσι τὸν Ἰσάχαρ, ὅ ἐστι μισθός· εἶτα τὸν Ζαβουλὼν, ὃ σημαίνει πάλιν ἑρμηνευόμενον εὐλογία τε καὶ εὐοδία. Τέτοκε δὲ καὶ Ῥαχὴλ τὸν Ἰωσὴφ, ὅ ἐστι προσθήκη Θεοῦ. Καὶ μετ’ αὐτὸν ἐν τέλει τὸν Βενονὶ, ὅ ἐστι υἱὸς ὀδύνης. Πρώτη μὲν γὰρ ἐτέκνωσε τῷ Θεῷ τὴν τῶν Ἰουδαίων πληθὺν ἡ ἐν χρόνῳ πρεσβυτέρα, τουτέστιν, ἡ Συναγωγή. Ὅτι δὲ τοὺς ἐξ αὐτῆς γεγονότας, υἱοὺς ἐκάλει Θεὸς, συνήσεις εὖ μάλα, πρὸς Μωσέα μὲν λέγοντος· Υἱὸς πρωτότοκός μου Ἰσραήλ. Διά γε φωνῆς Ἠσαΐου· Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ· ὅτι Κύριος ἐλάλησεν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν. Πλὴν ὅτι γεγέννηνται μὲν ἐξ ἐλευθέρων διὰ τοὺς πατέρας, οἷς οὐκ ἐπέῤῥιπτε τὸν ἐκ νόμου ζυγόν· τὴν γάρ τοι τῶν πατέρων ἐλευθερίαν καὶ αὐτὸς ἡμῖν ὁ θεσπέσιος Παῦλος παρέδειξε, λέγων· Ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ. Τὸ, ἐγὼ, τῇ ῥίζῃ τοῦ γένους ἀνατιθεὶς, καὶ ταῖς τῶν πατέρων ἀνάπτων κεφαλαῖς. Ὅτι δὲ ἔμελλον, κἂν εἰ γεγόνασιν ἐξ ἐλευθέρων, τὸν τῆς κατὰ νόμον δουλείας ὑποδραμεῖσθαι ζυγὸν, παραδείξειεν ἂν ἡμῖν αἰνιγματωδῶς ἡ γειτονεύουσα καὶ παρεζευγμένη γένεσις τῶν τεσσάρων, οἳ καὶ γεγόνασιν ἐκ θεραπαινῶν. Ἀλλ’ ἔστι τι καὶ ἐν αὐτοῖς μυστήριον. Οἱ μὲν γὰρ ἐκ Βάλλας, Δάν τε καὶ Νεφθαλεὶμ, ἐπεγράφοντο τῇ Ῥαχήλ· οἱ δέ γε τῆς Ζελφᾶς, Γὰδ καὶ Ἀσὴρ, ἐπεγράφοντο τῇ Λείᾳ, καὶ τῶν ἐκ Βάλλας ἦσαν ὀψιγενέστεροι. Ἀλλ’, οἶμαί που, πάντως ἐπαπορήσειεν ἄν τις, καὶ μάλα εἰκότως, πῶς ἂν οἱ ἐκ δούλης, φημὶ τῆς Βάλλας, ἐπιγράφοιντο τῇ Ῥαχήλ· καίτοι τῆς ἐξ ἐθνῶν Ἐκκλησίας ἀποπληροῦσι τὸν τύπον. Τί οὖν πρὸς τοῦτό φαμεν; Ὅτι γεγόνασιν ἐν ἀρχαῖς οἱ μακάριοι προφῆται καταριθμούμενοι μὲν ἐν τέκνοις τῆς δουλευούσης Ἰερουσαλὴμ, υἱοὶ δὲ τρόπον τινὰ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας. Ἐφρόνουν γὰρ τὰ αὐτῆς, ἀναδειχθήσεσθαι λέγοντες, καὶ ἀναλάμψειν κατὰ καιροὺς τὸ Χριστοῦ μυστήριον, καὶ διὰ μυρίων ὅσων σχημάτων προανατυποῦντες αὐτὸ, μονονουχὶ δὲ καὶ εἰς ὄψιν ἄγοντες τοῖς ἀρχαιοτέροις. Οἱ δὲ μετ’ ἐκείνους ἔτι πάλιν εἰς δουλείαν γεγεννημένοι, Χριστὸν οὐ προσήκαντο, τῆς ἐλευθερίας τὸν χορηγόν· ὅτι δὲ ἀμείνους οἱ πρῶτοι τῶν μετ’ αὐτοὺς, ἀταλαίπωρον ἰδεῖν, Θεοῦ λέγοντος διὰ φωνῆς Ἠσαΐου· Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιὼν πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί; Συνίης ὅπως πλήρης μὲν κρίσεως, τουτέστιν, ὀρθότητος, καὶ δικαίων κατάλυμα λέγει γενέσθαι τὴν Ἱερουσαλὴμ, ἤτοι τὴν Σιὼν, ἐκμεμεστῶσθαι δὲ φονευτῶν ἐν ὑστέροις.

---

Cyrillus Alexandrinus, Glaphyra in Pentateuchum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg097.local001/.
