Ancient Greek
Edition urn:cts:greekLit:tlg4090.tlg149.local001
Cyrillus Theol., Homilia habita in ecclesia Cyrini (fragmentum) 001
Not analysed yet
Τοῦ αὐτοῦ ἐξ ὁμιλίας ῥηθείσης ἐν τῇ Κυρίνου ἐκκλησίᾳ, τρισκαιδεκάτῃ τοῦ φαμενὼθ μηνὸς κατ' Αἰγυπτίους, ἐν ᾗ τὸ τοῦ Ἠσαΐου ῥητὸν ἑρμηνεύει τὸ φάσκον· «Κατέπιεν ὁ θάνατος ἰσχύσας καὶ πάλιν ἀφεῖλεν ὁ θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου». Ὁ μὲν γὰρ τῶν ὅλων θεός, ἅτε δὴ ζωὴ καὶ ζωοποιὸς ὑπάρχων, ἄφθαρτον ἐπὶ γῆς ζῷον ἠθέλησεν εἶναι τὸν ἄνθρωπον, εἰ <καὶ> φύσεώς ἐστι φθαρτῆς. Ὁ δέ, ἐπείπερ ἦν πονηρὸς καὶ βάσκανος, ἐπεβούλευσε τῷ γένει, ἀντετάττετο τῇ βουλήσει τοῦ δημιουργοῦ, κατεκόμισε πανούργως εἰς παρακοήν, εἰδὼς ὅτι πεσεῖται δι' αὐτῆς εἰς θάνατον.