# Homiliarum incertarum fragmenta 463

Cyrillus, Homiliarum incertarum fragmenta, Page 463. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/homiliarum-incertarum-fragmenta/463

VII. Ὁ πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγὼν οὐκ ἂν ὀλισθήσειε τοῦ εἶναι κατὰ ἀλήθειαν Υἱός· οὐ γὰρ ἠμέλησε τοῦ εἶναι ὅ ἐστιν, ὅπερ οὐκ ἦν γεγονὼς, μένει δὲ Κύριος ἐν τῇ τοῦ δούλου μορφῇ. VIII. Νοοῖτο δ' ἂν πρὸς ἡμῶν ὁ παραπλησίως ἡμῖν μετεσχηκὼς αἵματος καὶ σαρκὸς, ὡς ἕτερος ὢν παρ' ἡμᾶς κατὰ φύσιν· οὐ γάρ τοι φαίη τις ἂν ἀνθρώπῳ πρέπειν τὸ ἀνθρωπότητος μετασχεῖν· ὃ γάρ ἐστι κατὰ φύσιν, πῶς ἄν τις νοοῖτο λαβὼν ὡς ἕτερον ὤν τι παρ' ὅπερ ἐστί; τί δέ ἐστι "Παραπλησίως "μετέσχε τῶν αὐτῶν," ἢ ἐκεῖνό που πάντως, ὅτι γέγονε καθ' ἡμᾶς ἐν αἵματι καὶ σαρκὶ, σῶμα λαβὼν ἐκ τῆς ἁγίας παρθένου, οὐκ ἄψυχον, καθάπερ ἔδοξέ τισι τῶν αἱρετικῶν, ἐψυχωμένον δὲ ψυχῇ λογικῇ· καὶ οὕτω προῆλθεν ἄνθρωπος ἐκ γυναικὸς, οὐκ ὀλιγωρήσας τοῦ εἶναι Θεὸς, ἀλλὰ καὶ ἐν προσλήψει σαρκὸς, μεμενηκὼς ὅπερ ἦν ἀεί; ἐπειδὴ δὲ βαθὺς ὁ λόγος, πρόσεχε διεγηγερμένῳ νοῒ πῶς ἡμεῖς κεκοινωνήκαμεν αἵματος καὶ σαρκός· ἑτεροφυὴς μὲν γὰρ ἡ ψυχὴ πρὸς αἷμα καὶ σάρκα, ἀλλ' εἰς ἄνθρωπον ἕνα δι' ἀμφοῖν συντεθείμεθα, ταῖς τοῦ πλάσαντος ἡμᾶς εὐτεχνίαις, εἰς ἄφραστόν τινα συνδεδραμηκότων ἑνότητα τῶν ἀλλήλοις ἐναντίων κατὰ τὴν φύσιν. βούλει καθά φησιν Ἡσαΐας, μετρήσωμεν "τῇ χειρὶ "τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν "δρακί;" βούλει τὰ ὑπὲρ ἡμᾶς ἴδωμεν ἐκ τῶν καθ' ἡμᾶς; οὐκοῦν παραθέντες εἰς παράδειγμα βραχὺ τὸν ἐκ ψυχῆς καὶ σώματος ἄνθρωπον, ἀναπηδήσωμεν εἰς ἐννοίας τὰς ἐπὶ Χριστῷ· ἕνωσιν ἀληθῆ γενέσθαι φαμὲν προσλαβόντος τοῦ

---

Cyrillus Theol., Homiliarum incertarum fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg012.local001/.
