# Homiliarum incertarum fragmenta 464

Cyrillus, Homiliarum incertarum fragmenta, Page 464. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/homiliarum-incertarum-fragmenta/464

Λόγου τὸ ἀνθρώπινον· ἴδιον γὰρ ἐποιήσατο τὸ σῶμα τὸ ἐκ τῆς ἁγίας παρθένου, ἴδιον δὲ ὡσανεὶ λέγοιτο τυχὸν καὶ ἡμῶν ἑκάστου τὸ αὐτοῦ· καὶ τοῦτο οἶμαι δηλοῦν τὸ γενέσθαι σάρκα αὐτὸν, οὐ κατὰ τροπὴν ἢ μετάστασιν· ἄτρεπτος γὰρ ἡ θεία φύσις· ἀλλ' ὅτι τῇ θείᾳ γραφῇ σύνηθές πως ἀεὶ καὶ ὅλον ἔσθ' ὅτε τὸν ἄνθρωπον, τὸν ἐκ ψυχῆς δὴ λέγω καὶ σώματος, καὶ ὡς ἀπὸ μόνης καταδηλοῦν τῆς σαρκὸς, οἷόν ἐστι τό "Ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα." ἕνα τοίνυν ὁμολογοῦμεν Υἱὸν, γεννηθέντα μὲν θεϊκῶς ἐκ Πατρὸς, καθὸ νοεῖται καὶ ἔστι Λόγος, ἀποτεχθέντα δὲ τὸν αὐτὸν ἐκ γυναικὸς κατὰ σάρκα· νοηθήσεται γὰρ οὕτω, κεκοινωνηκὼς αἵματος καὶ σαρκὸς παραπλησίως ἡμῖν, ἵνα διὰ τοῦ οἰκείου θανάτου καταργήσῃ τὸν διάβολον, οὗ "φθόνῳ θάνα"τος εἰς τὸν κόσμον εἰσῆλθε·" ῥίζα γὰρ ὥσπερ ζωῆς ὁ Χριστοῦ γέγονε θάνατος, καὶ φθορᾶς ἀναίρεσις, καὶ ἁμαρτίας ἀποτροπὴ καὶ πέρας ὀργῆς· γεγόναμεν ἐπάρατοι, καὶ ὑπὸ θανάτου δίκην ἐν Ἀδὰμ, ἀλλὰ κεχρημάτικεν ὁ Λόγος, ὁ μὴ εἰδὼς ἁμαρτίαν, υἱὸς Ἀδὰμ, καὶ λέλυται δι' αὐτοῦ τῆς τοῦ πρώτου παραβάσεως τὰ ἐγκλήματα· ὤφθη γὰρ ἡ ἀνθρώπου φύσις ἐν Χριστῷ ὑγιῶς ἔχουσα τὸ ἀπλημμελὲς, τοῦτο σέσωκε τοὺς ἐπὶ γῆς. IX. Οὐκ αὐτῇ μέντοι τῇ τοῦ Λόγου φύσει, τό Ἀρχιερέα κεκλῆσθαι καὶ τὰ τοιάδε τῶν ὀνομάτων, ἀλλὰ τῇ μετὰ σαρκὸς οἰκονομίᾳ καὶ μέτροις τοῖς καθ' ἡμᾶς. καὶ φέρε πρῶτον ἐκεῖνο ζητήσωμεν, τίς ἦν ὁ δυνάμενος μὲν καὶ ἐξουσίαν ἔχων ἐπιλαβέσθαι ἀγγέλων, εἰ τοῦτο χρήσιμον ἦν, οὐκ ἐπιλαβόμενος δὲ μᾶλλον ἐκείνων, "ἀλλὰ σπέρματος Ἁβραάμ;" εἰ μὲν οὖν

---

Cyrillus Theol., Homiliarum incertarum fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg012.local001/.
