Ancient Greek
Page 466
Cyrillus Theol., Homiliarum incertarum fragmenta 466
Not analysed yet
ἀσθενείας ἀνθρωπίνης πεπλημμεληκότας· δικαιῶν δὲ μᾶλλον τῇ πίστει καὶ ἐγκλημάτων ἀνιεὶς καὶ ἁγίους ἀποφαίνων καὶ τῆς ἑαυτοῦ φύσεως κοινωνοὺς, οὕτω τε συνάπτων δι' ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί· ἐλεήμων γὰρ ἀρχιερεὺς εἰς ἡμᾶς γέγονεν ὁ Χριστὸς, οὐκέτι ταῖς νομικαῖς ἀποτομίαις κρατεῖν ἐπιτρέπων, ἀνιεὶς δὲ μᾶλλον τῶν ἀρχαίων αἰτιαμάτων τοὺς ἠσθενηκότας· πιστὸς δὲ, ὅτι μόνιμος καὶ διηνεκὴς, καὶ ἀξιόχρεως εἰς πίστιν τῶν ἐπηγγελμένων, καὶ ἀπαράβατον ἔχων τὴν ἱερωσύνην· ἐλεήμων τοίνυν καὶ πιστὸς, τουτέστιν ἀεὶ μένων γέγονεν ἱερεὺς ὅτε σπέρματος Ἁβραὰμ ἐπελάβετο, Θεὸς ὢν ὁ Λόγος, καὶ ἐν μορφῇ καὶ ἰσότητι τοῦ Πατρός· τί τοίνυν συκοφαντοῦσι τὴν ἀλήθειαν; τί παραιτοῦνται τὸν Υἱὸν τοῦ εἶναι ὅ ἐστι, διὰ τὴν εἰς ἡμᾶς ἀγάπην; X. Ἀλλὰ γὰρ οἱ χριστομάχοι τὰ ἐκ πανουργίας εὑρήματα πανταχόθεν ἑαυτοῖς συλλέγοντες εἰς ἐπικουρίαν, καὶ αὐτὰς τὰς θείας συκοφαντοῦσι γραφάς· καὶ δὴ φασὶ τὸν μακάριον Παῦλον, ἀπόστολον καὶ ἀρχιερέα καλέσαι τὸν Ἰησοῦν· ἀποστολὴ δὲ, φασὶ, καὶ ἱερωσύνη λειτουργίας εἰσὶ τρόποι· καὶ γοῦν ἀπεστάλησαν μὲν οἱ μαθηταὶ, ἱεράτευσε δὲ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ· καὶ εἴπερ ἐν τούτοις ἐστί φασι τὸ τοῦ Υἱοῦ μέτρον, πῶς ὁμοούσιος εἶναι δύναται τῷ Θεῷ καὶ Πατρί; ὢ πολλῆς δυστροπίας· ἀποπροσποιοῦνται τὸ εἰδέναι τὴν ἀλήθειαν, καὶ σκοπὸς αὐτοῖς μηδὲν ὑγιὲς φρονεῖν ἢ λέγειν· ὁμολογοῦντες γὰρ μεθ' ἡμῶν, ὅτι καίπερ ὑπάρχων ἐν μορφῇ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, κεκένωκεν ἑαυτὸν ἑκὼν, οὐκ ἐπαινοῦσι τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον, ἀκούοντες δὲ τοῦ ἀποστόλου λέγοντος "Ἀρχιερέα καὶ "ἀπόστολον Ἰησοῦν·" οὐκ εἰσδέχονται κατὰ νοῦν ὅτι γεγο-