# Homiliarum incertarum fragmenta 467

Cyrillus, Homiliarum incertarum fragmenta, Page 467. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/homiliarum-incertarum-fragmenta/467

νὼς καθ' ἡμᾶς ὁ Μονογενὴς, ὠνόμασται τότε καὶ Ἰησοῦς διὰ τῆς τοῦ ἀγγέλου φωνῆς· τότε κεχρημάτικε καὶ ἀπόστολος καὶ ἀρχιερεύς. οὐκοῦν ἢ ἀρνείσθωσαν ἐναργῶς ὅτι γέγονε σὰρξ ὁ Λόγος, τουτέστιν ἄνθρωπος, ἐμψυχωμένον τε καὶ ἔννουν σῶμα λαβὼν, καὶ τότε πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα περιαγέτωσαν εἰς τὸν οἰκεῖον σκοπόν· ἢ εἰ φοβοῦνται τὸ ἀρνεῖσθαι τὸ μυστήριον, θαυμαζέτωσαν μεθ' ἡμῶν τὸν δι' ἡμᾶς ἐν τοῖς καθ' ἡμᾶς γεγονότα, μεμενηκότα δὲ καὶ οὕτω Θεόν· τότε γὰρ τὸ τῆς κενώσεως πολυπραγμονοῦντες μέτρον, τὸν αὐτὸν εὑρήσουσι καὶ ἀπόστολον ἀνθρωπίνως, καὶ κηρυσσόμενον θεϊκῶς παρὰ τῶν ἀπεσταλμένων· τίνα γὰρ ἐκήρυττον τοῖς ἔθνεσιν οἱ μακάριοι μαθηταὶ, καὶ τοῦτο ὡς Θεὸν ἀληθινόν; ἆρ' οὐχὶ τὸν κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν; οὐκ ἀπόστολον διὰ τὸ ἀνθρώπινον; οὐκ αὐτὸν ὄντα Θεὸν, ὅτι Λόγος ἦν τοῦ Πατρός; πῶς αὐτὸν ἀρχιερέα γεγονότα θεωρήσομεν; ἆρα κατὰ τὸν Ἀαρών; ἆρα κατὰ τὸν Μωσέως νόμον, τοὺς ἐξ ἀγέλης ἀμνοὺς καταθύοντα τῷ Θεῷ; ἆρα τρυγόνας προσάγοντα καὶ περιστερὰς καὶ σεμίδαλιν ἐλαιοβραχῆ; καίτοι τῶν τοιούτων οὐδὲν πέπραχεν ὁ Ἐμμανουήλ· ἱερατεύει γὰρ ὑπὲρ νόμον· αὐτὸς ἦν τὸ θῦμα, ὁ ἀμνὸς ὁ ἀληθινὸς, ὁ αὐτὸς ὁ ἄμωμός τε καὶ ἄκακος ἀρχιερεὺς, οὐχ ὑπὲρ ἰδίων πλημμελημάτων ἱερουργῶν, κρείσσων γὰρ ἦν ἁμαρτίας ὡς Θεὸς, ἀλλ' ἵνα λύσῃ τὴν ἁμαρτίαν τοῦ κόσμου· γέγονε τοίνυν αὐτὸς τῆς ἰδίας προσφορᾶς ἱερουργός· οὐ γὰρ ἔδει κοινὸν ἄνθρωπον τὴν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς θυσίαν προσενεγκεῖν. Ἄλλως δὲ τί φησιν ὁ μακάριος Παῦλος, δοκιμάσωμεν ἀκριβέστερον "Κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα "τῆς ὁμολογίας ἡμῶν, τουτέστι τὸ ῥῆμα τῆς πίστεως ὃ "κηρύσσομεν·" τί τοίνυν ἱερουργεῖ ἑαυτῷ καὶ τῷ Πατρί;

---

Cyrillus Theol., Homiliarum incertarum fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg012.local001/.
