# Homiliarum incertarum fragmenta 468

Cyrillus, Homiliarum incertarum fragmenta, Page 468. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/homiliarum-incertarum-fragmenta/468

"Πιστεύομεν γὰρ εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, πάν"των ὁρατῶν τε καὶ ἀοράτων ποιητὴν καὶ εἰς ἕνα κύριον "Ἰησοῦν Χριστὸν τὸν αὐτοῦ Υἱόν." οὐκοῦν οἱ λέγοντες ὅτι γέγονεν ἱερεὺς, διά τε τοῦτο σκανδαλιζόμενοι, διδασκέτωσαν ἡμᾶς ποῖος ἱερεὺς ἑαυτῷ ποιεῖται τὴν ἱερουργίαν, ἑαυτῷ προσφέρει τὴν θυσίαν; ποῖος ἱερεὺς ἐν ἴσῃ τάξει καὶ ἐν δόξῃ φαίνεται τῷ παρ' αὐτοῦ δεχομένῳ τὴν λειτουργίαν; ἀλλὰ καίτοι γεγονὼς ἀρχιερεὺς ὁ Υἱὸς διὰ τὸ ἀνθρώπινον, ἑαυτῷ προσκεκόμικε, καὶ δι' ἑαυτοῦ τῷ Πατρὶ τὴν ὁμολογίαν ἡμῶν, καὶ ἐν τοῖς τῆς θεότητος ὁρᾶται θρόνοις· καὶ πιστώσεται γράφων ὁ Παῦλος "Κεφάλαιον δὲ ἐπὶ τοῖς εἰρημένοις, "τοιοῦτον ἔχομεν ἀρχιερέα ὃς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου "τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν ἁγίων λειτουργὸς, "καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ "ἄνθρωπος." οὐκοῦν ἱερατεύει μὲν ἀνθρωπίνως ὅτι γέγονεν ἄνθρωπος, συνεδρεύει δὲ θεϊκῶς ὅτι μεμένηκε Λόγος. XI. Θεὸν μέντοι ζῶντά φησι τὸν Χριστὸν, οὗ πάντη τε καὶ πάντως ἀφίστανται τῶν τῆς ἀληθείας δογμάτων ἀποπηδῶντές τινες· ἀλλὰ τί φησιν ὁ αὐτοῦ μαθητής; "Ὡς οὖν "παρελάβετε τὸν Χριστὸν Ἰησοῦν Κύριον, ἐν αὐτῷ περιπα"τεῖτε." παρελάβομεν δὲ ζῶντα Θεὸν καὶ Κύριον ἀληθῶς τὸν Χριστόν.

---

Cyrillus Theol., Homiliarum incertarum fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg012.local001/.
