Ancient Greek
Page 470
Cyrillus Theol., Homiliarum incertarum fragmenta 470
Not analysed yet
XIII. Τούτους προανετύπου μὲν ὁ νόμος, προεκήρυξαν δὲ καὶ προφῆται. γέγραπται γοῦν ἐν Μωσαϊκῷ βιβλίῳ "Καὶ λή"ψεσθε σεμίδαλιν καὶ ποιήσετε αὐτὴν δώδεκα ἄρτους καὶ "ἐπιθήσετε αὐτοὺς δύο θέματα ἐπὶ τὴν τράπεζαν τὴν καθα"ρὰν ἔναντι Κυρίου καὶ ἐπιθήσετε ἐπὶ τὸ θέμα λίβανον καὶ "ἅλας καὶ ἔσονται εἰς ἄρτους εἰς ἀνάμνησιν προκείμενα τῷ "Κυρίῳ." ἄρτος μὲν γὰρ ὁ ἐξ οὐρανοῦ κατελθὼν καὶ ζωὴν διδοὺς τῷ κόσμῳ, τίς ἂν ἕτερος εἴη παρὰ τὸν τῶν ὅλων Σωτῆρα Χριστόν; κατὰ μίμησιν δὲ τὴν πρὸς αὐτὸν, ἄρτοι κέκληνται καὶ οἱ μακάριοι μαθηταί· μέτοχοι γὰρ γεγονότες τοῦ τρέφοντος ἡμᾶς εἰς ζωὴν αἰώνιον, τρέφουσι καὶ αὐτοὶ διὰ τῶν ἰδίων συγγραμμάτων τοὺς πεινῶντας καὶ διψῶντας τὴν δικαιοσύνην. ὥσπερ δὲ φῶς ὑπάρχων τὸ ἀληθινὸν ὁ Σωτὴρ, φῶς ὠνόμασε καὶ τοὺς μαθητάς· "Ὑμεῖς γάρ ἐστε τὸ φῶς "τοῦ κόσμου·" οὕτως καὶ αὐτὸς ὢν ὁ ἄρτος τῆς ζωῆς ἐχαρίσατο τοῖς ἑαυτοῦ μαθηταῖς τὸ ἐν τάξει νοεῖσθαι τῶν ἄρτων. καί μοι βλέπε τοῦ νόμου τὸ εὐτεχνές· ἐπιθήσετε γάρ φησιν ἐπὶ τοὺς ἄρτους λίβανον καὶ ἅλας· καὶ ὁ μὲν λίβανος εὐωδίας ἐστὶ σύμβολον· οἱ δὲ ἅλες, συνέσεως καὶ φρενῶν. ἐνυπῆρχον δὲ ἄκρως ἀμφότερα τοῖς ἁγίοις ἀποστόλοις. εὐ-