# Homiliarum incertarum fragmenta 471

Cyrillus, Homiliarum incertarum fragmenta, Page 471. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/homiliarum-incertarum-fragmenta/471

ώδης γὰρ ἦν ὁ βίος αὐτοῖς· καὶ γοῦν ἔφασκον ὅτι "Χριστοῦ "εὐωδία ἐσμὲν τῷ Θεῷ," ἦσαν δὲ πρὸς τούτῳ καὶ πανσύνετοι· διὸ καὶ ἤκουον "Ὑμεῖς ἐστε τὸ ἅλας τῆς γῆς." ἀκούω δὲ καὶ τοῦ προφήτου Δαυεὶδ ψάλλοντός τε καὶ λέγοντος περὶ αὐτῶν "Ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες Ἰούδα "ἡγεμόνες αὐτῶν, ἄρχοντες Ζαβουλὼν, ἄρχοντες Νεφθα"λείμ." σχεδὸν γὰρ ἐξ ἁπάσης φυλῆς τῆς ἐξ Ἰσραὴλ ἀπόλεκτοι γεγόνασιν οἱ μακάριοι μαθηταὶ καὶ φωστῆρες ἦσαν οἰκουμενικοὶ λόγον ζωῆς ἐπίσχοντες· καὶ τό γε παράδοξον· εὐγλωττίαν μὲν γὰρ ἔχουσι λαμπρὰν οἱ τῶν ἑλλήνων σοφοὶ καὶ εὐστομοῦσιν ἄγαν· οἱ δέ γε τοῦ Σωτῆρος ἡμῶν μαθηταὶ, ἄνθρωποι γεγόνασι χειροτέχναι καὶ θαλασσουργοὶ καὶ ἰχθυοθῆραι, οὐ κόμπον ἔχοντες λόγων, οὐ λέξεων εὐπορίαν δεδοκιμασμένων· ἀλλ' ἰδιῶται μὲν τῷ λόγῳ, πλούσιοι δὲ τῇ γνώσει. καὶ σεσίγηται μὲν τὰ ἑλλήνων γράμματα καὶ ἡ τῶν λέξεων εὐκομπία, κατακρατεῖ δὲ τῆς ὑπ' οὐρανὸν τῶν εὐαγγελικῶν κηρυγμάτων ἡ δύναμις. τούτων διαμέμνηται Θεὸς καὶ διὰ φωνῆς Ἱερεμίου λέγων περὶ τοῦ πάντων ἐχθροῦ, φημὶ δὴ τοῦ σατανᾶ "Οὐαὶ ὁ πληθύνων αὐτῷ τὰ οὐκ ὄντα "αὐτοῦ καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς, ὅτι ἐξαί"φνης ἀναστήσονται οἱ δάκνοντες αὐτὸν καὶ ἐκνήψουσιν οἱ "ἐπίβουλοί σου καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς." ἅπαντας μὲν τοὺς ἐπὶ γῆς ἀνθρώπους οὐκ ὄντας αὐτοῦ συνήγαγεν ὁ σατανᾶς καὶ ἰδίους ἀπέφηνε προσκυνητὰς καταβαρύνων αὐτοῦ τὸν κλοιόν· ἀλλ' ἐξένηψαν οἱ διαρπάζοντες αὐτοῦ τὰ σκεύη· ἐθήρευσε γὰρ τῆς ἀποστολικῆς μυσταγωγίας τὸ δίκτυον ἅπαντας τοὺς πεπλανημένους καὶ προσεκόμισαν τῷ Θεῷ τὴν ὑπ' οὐρανόν.

---

Cyrillus Theol., Homiliarum incertarum fragmenta. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg012.local001/.
