# In XII Prophetas 10-12

Cyrillus, In XII Prophetas, Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/10-12

Οὐκοῦν ὄψονται σκότος, φησὶ, κἂν εἰ μεσημβρίζοι τυχὸν ὁ ἥλιος. οἱ δὲ δὴ πάλαι λαμπρῶς ἑορτάζοντες, χορδαῖς τε καὶ λύραις καὶ τοῖς τῶν ᾀσμάτων λιγυρωτέροις ἀεὶ προσχρώμενοι, τῶν μὲν τοιούτων ἀφέξονται σπουδασμάτων, κατοιμώξουσι δὲ μᾶλλον, καὶ μελέτην ποιήσονται τας εἰς θρῆνον ᾠδας, καὶ τὸ τῶν πενθούντων ἀναλήψονται σχῆμα, σάκκον τέ φημι καὶ φαλάκρωμα. ἀτιμπτοιὸν δὲ σφόδρα καταψιλοῦσθαι τὴν κεφαλήν. καὶ γοῦν ὁ θεσπέσιος Ἰὼβ ἀπεκείρατο τὴν κόμην τῶν τέκνων ἀπολωλότων. ποιήσομαι δέ φησι τὸν Ἰακὼβ ὡς πένθος ἀγαπητου, τουτεστιν, οὕτως ἐπ’ αὐτῷ στυγνάσουσιν οἱ ἰδόντες αὐτὸν, ὡσανεὶ καὶ μητὴρ ἣ πατὴρ ἐφ’ ἑνὶ καὶ ἀγαπητῷ κειμένῳ τέκνῳ· καὶ τοὺς μετ’ αὐτοῦ δὲ εἰς ἡμέραν ὀδύνης, τουτέστιν, οἱ ἐκ γειτόνων Ἰούδας καὶ Βενιαμὶν, οἱ ὁμοῦ τῷ Ἐφραῒμ εἰδώλοις λελατρευκοτες, καὶ μετ’ αὐτοῦ γεγονότες κατὰ τοῦτον δηλονότι τὸν τρόπον, ὡς ἠμέραν ἔχοντες ὀδύνης, καὶ ὡς ἐν ὠδῖσι γεγονότες εὐρεθήσονται· ἐν ὠδῖσι δέ φημι ταῖς ἐκ δειμάτων καὶ λύπης καὶ πόνων. καταδῃώσας γὰρ τὴν Σαμάρειαν ὁ Σεναχηρεὶμ, πάσας εἷλεν αὐτῶν τὰς πόλεις. εἶτα πέμπει Ῥαψάκην ἐκ Λάχεις εἰς Ἱερουσαλὴμ, ὃς ἐπηπείλησε τὰ δεινὰ τοῖς ἐν τῷ τείχει. συνέθραυσε δὲ οὕτως εἰς ἀκηδίαν τοὺς ἐν τοῖς Ἱεροσολύμοις, ὡς αὐτίκα δὴ μάλα τοῖς ἐν Σαμαρείᾳ συνδιόλλυσθαι προσδοκᾶν. τότε δὴ τότε βαρυθυμήσας ἄγαν καὶ ὁ βασιλεὺς Ἐζεκίας, πέμπει τινὰ πρὸς τὸν προφήτην Ἡσαῒαν λέγων “Ἡμέρα θλίψεως καὶ ὀνειδισμοῦ καὶ ἐλεγμοῦ καὶ “ὀργῆς ἡ σήμερον ἡμέρα, ὅτι ἥκει ἡ ὠδῖν’ τῇ τικτούσῃ, “ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν.” οὐκοῦν ἡμέραν ὀδύνης τοὺς ὡς ἐξ ὠδῖνος πόνους καὶ βαρυθυμίας φησί. γεγόνασι τοίνυν ἐν ἡμερᾳ ὀδύνης, ἀπολέσθαι προσδοκήσαντες οἱ ἐν τοῖς Ἱεροσολύμοις, οἱ μετὰ τοῦ Ἐφραῒμ γεγονότες κατά γε φημὶ τὸν τῆς εἰδωλολατρείας τρόπον.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
