# In XII Prophetas 10-7

Cyrillus, In XII Prophetas, Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΒΔΟΜΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/10-7

’Έ/πειδη γὰρ της εὐθυμίας το πλάτος γεγονεν αυτοϊς. ὀλέθρου πρόξενον καὶ ἀποστασίας ἀφορμὴ, ταύτητοι λοιπὸν αἱ θλίψεις ἐπάγονται, καὶ ἀναλόγως τοῖς ἀρρωστήμασι. τὰ γάρ τοι πολὺ νενοσηκότα τῶν σωμάτων καὶ σεσηπότα λοιπὸν, εἴξειεν οὐδαμῶς ἠπίοις μὲν ἔτι φαρμάκοις, δέοιτό δ ἃν μᾶλλον καὶ σιδήρου καὶ πυρός. οὐκοῦν ἐπειδήπερ τὸ τῆς θείας ἡμερότητος μέγεθος ὤνησεν ὀλίγα τοὺς ἐξ Ἰσ- ραὴλ, ἵνα μὴ λέγοιμι παντελῶς οὐδὲν, θηριοπρεπὴς αὐτοῖς ἀγριότης ἐπάγεται. ἑαυτὸν δὲ παρεικάζει τοῖς ὅτι μάλιστα τῶν θηρίων δεινοτάτοις καὶ βοροῖς, καὶ πολὺ λίαν ἔχουσι τὸ εἰς ὠμότητα βλέπον. οὐχ ὅτι πάντως ἡ θεία τ ε καὶ ἀπόρρητος φύσις γεν́οιτ ἃν ἐν τοιαύταις ὀργαῖς, ἀλλ’ ἐκεῖνό που τάχα διδάσκει πάλιν, ὅτι κεχρήσονται μὲν οἱ Ἀσσύριοι ταῖς οὕτως ἀκράτοις ὀργαῖς, ἀπάνθρωποί τε καὶ ἀτεράμονες, καὶ τί γὰρ οὐχὶ τῶν τοιούτων, γεγονότες ἁλώσονται· δόξειε δ’ ἂν εἶναι Θεοῦ τὸ πραττόμενον, ἐπεί τοι γενέσθαι συγκε- χώρηκεν αὐτὸς, τοῖς οὕτως ἀγρίως ἡμαρτηκόσι τὴν αὐτοῖς πρέπουσαν ὀργὴν ἐπαφείς. εὑρήσω τοίνυν αὐτοὺς ὡς πάνθηρ καὶ ὡς πάρδαλις· ἀποκομισθήσονται γὰρ εἰς τὴν ᾿Ασσυρίων. ἀπαντήσομαι δὲ αὐτοῖς καὶ ὡς ἄρκτος ἀπορουμενη, τουτέστιν, ἡ πεινῶσα τυχὸν, ἤγουν ἀλύουσα σφόδρα, τῶν σκύμνων ἐξῃρημένων· τότε γὰρ μάλιστά φασι τῆς ἐμφύτου μανίας εἰς ἄκρον ἔρχεσθαι τὸ θηρίον. καὶ διαῤῥήξω συγκλεισμὸν καρδίας. συγκλεισμὸν ἐν τούτοις τὴν ἀσφάλειαν λέγει. ἀσφάλεια δὲ καρδίας τὸ θάρσος, ὅπερ ἂν ἔχοι τις κατ’ ἐχθρῶν· οὗ δὴ καὶ διερρωγότος, τὰ ἐκ τῆς δειλίας εἰσκρίνεται πάθη, ὡς καὶ ἀμαχεὶ τοῖς ἐχθροῖς χαρίσασθαι τὸ νικᾶν. ὅμοιον οὖν ὡς εἰ λέγοι τυχόν Εἰς ἐσχάτην αὐτοὺς κατοίσω δειλίαν, καίτοι τῶν δι’ ἐναντίας πεινῶντί τε καὶ ἠτεκνωμένῳ παρεικασθέντων θηρίῳ, φημὶ δὴ τῇ ἄρκτῳ. ὅτι δὲ καὶ τοῖς τῆς αἰχμαλωσίας ἐναλόντες δεσμοῖς, καὶ εἰς τὴν τῶν Ἀσσυρίων ἀπενηνεγμένοι χώραν, οὐδεμίαν ἕξουσιν ἀπόνευσιν τῶν κακῶν, ἕψονται δὲ ὥσπερ αὐτοῖς κἀκεῖσε τὰ μοχθηρὰ, παρέδειξεν εἰπών Καὶ καταφάγονται αὐτοὺς ἐκεῖ σκύμνοι δρυμοῦ, θηρία ἀγροῦ διασπάσει αὐτούς. τὰ γὰρ τῶν Ἀσσυρίων ἀτίθασα γένη, σκύμνοις τοῖς ἐν δρυμοῖς καὶ θηρίοις παρεικάζει, πολὺ νενευκότα πρὸς τὸ ἀνήμερον.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
