# In XII Prophetas 11-16

Cyrillus, In XII Prophetas, Commentary micah, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/11-16

Δείκνυσιν ὅτι πάντη τε καὶ πάντως ψευδοεπεῖν ἀναγκαῖον τοὺς καταπλαστὸν ἔχοντας τὴν τῆς προφητείας δόξαν. πῶς γὰρ ἃν ἀληθεύσειεν ὁ μὴ ἐν Θεῷ λαλῶν ὅς ἐστιν ἀλήθεια; περὶ μὲν γὰρ τοῦ Κάϊν ἔφη που Χριστός “ Ἐκεῖνος ἀνθρω- “ ποκτόνος ἦν ἀπ’ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, “ ὅτι ψεύστης ἐστὶ καθὼς καὶ ὁ πατὴρ αὐτοῦ·’’ πατέρα διδοὺς αὐτῷ τὸν καὶ τὸ ψεῦδός ἐξευρηκότα, τουτέστι, τὸν σατανᾶν. ὅτι δὲ ἀνάγκη τοὺς ἐκ διαβολικοῦ λαλοῦντας πνεύματος τὰ ἐκείνου λέγοντας ψεύδεσθαι, πῶς ἔστιν ἀμφιβάλλειν; οἱ γεμὴν διὰ Θεοῦ, πάντη τε καὶ πάντως ἀριστοεποῦσί τε καὶ ἀληθεύουσιν· ἔχουσι γὰρ ἐν ἑαυτοῖς τὴν ἀλήθειαν. οὐκοῦν πῶς ἂν γένοιτο, φησὶν, οὐ διεψευσμένος μένος παρά τισι τῆς προφητείας ὁ λόγος, εἰ μὴ ἐμπλήσαιμι, διὰ τοῦ ἐμοῦ Πνεύματος, δυνάμεως τινας καὶ δικαιοσύνης, ἤτοι κρίματος, ὥστε καὶ ἀδεῶς καὶ τεθαρρηκότως κατεξανίστασθαι τῶν ἡμαρτηκότων, καὶ διελέγχειν αὐτούς; δεῖ γὰρ οἶμαι τοῖς λαλοῦσι τὰ παρὰ Θεοῦ, πλείστης τε ὅσης καὶ ἀγαθῆς εὐτολμίας. ἐλέγχουσι γὰρ ἔσθ’ ὅτε δήμους τε ὅλους, καὶ μέντοι καὶ βασιλεῖς, καὶ τοὺς ὄντας ἐν ὑπεροχαῖς, οἳ δὴ μάλιστα τοῖς ἐπανορθοῦν ἐθέλουσιν ἐπιτρίζουσι, καὶ οὐκ οἰστὸν ποιοῦνται τὸν τῶν ὠφελούντων λόγον. κεκμήκασι γὰρ οἱ μακάριοι προφῆται, μᾶλλον δὲ κεκινδυνεύκασι, καὶ ἀνῄρηνται πολυτρόπως ταῖς τῶν παιδαγωγουμένων ἀνοσίοις ὀργαῖς κατὰ καιροὺς περιπίπτοντες. ἐμαστίζοντο δὲ καὶ οἱ θεσπέσιοι μαθηταί. πλήρεις γὰρ ὄντες δυνάμεως καὶ κρίματος καὶ δικαιοσύνης προσεκόμιζον τῷ Θεῷ διὰ πίστεως τῆς εἰς Χριτῆς στὸν τὰς τῶν Ἰουδαίων ἀγέλας. ἀλλ’ ἔχαιρον αἰκιζόμενοι, καὶ τρυφῶντες τῶν συνεδρίων ἐξῄεσαν, ὑπὲρ τοῦ ὀνόματος ἀτιμασθέντες. ᾔδεσαν γὰρ ὅτι συμπεπονθότες χριστῷ καὶ συμβασιλεύσουσιν αὐτῶ.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
