# In XII Prophetas 11-3

Cyrillus, In XII Prophetas, Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/11-3

Ἔστι μὲν οὖν ὁ λόγος ὡς πρὸς τὴν τῶν Ἰουδαίων ἀμετροεπῆ τε καὶ ἀνοςίαν πληθύν. μητέρα γε μὴν αὐτῆς ὀνομάζει τὴν Συναγωγὴν, καθάπερ ἀμέλει καὶ τῶν ἐν Χριστῷ δεδικαιωμένων τὴν Ἐκκληςίαν. ἀφεγγείᾳ τοίνυν καὶ σκότῳ παρεικάζει δικαίως τὴν τῶν Ἰουδαίων Συναγωγήν. τοιγάρτοι καὶ ὁ σοφώτατος Παῦλος ἑαυτοῦ τε πέρι, καὶ τῶν ἐν πίστει λελαμπρυσμένων εὖ μάλα φηςίν, “Οὐκ ἐσμὲν νυκτὸς οὐδὲ “σκότους, ἀλλ᾿ υἱοὶ φωτὸς καὶ ἡμέρας.” ἔοικε δέ φησι καὶ ὁ λαὸς ὁ ἐμὸς τοῖς οὐκ ἔχουσι γνῶσιν, καίτοι τὴν διὰ νόμου πεπλουτηκὼς ποδηγίαν. κέκληται γὰρ πρὸς ἐπίγνωσιν τοῦ κατὰ ἀλλήθειαν ὄντος Θεοῦ, πεπληροφόρηται διὰ θαυμάτων, ἐλλέλοιπε δὲ παντελῶς οὐδὲν τῶν ὅσα φωτίζειν οἷά τε τοὺς ἐσκοτισμένους, καὶ ἀξιάγαστον τοῖς εὐμαθεστέροις ἐνιέναι γνῶσιν οὐκ ἀνικάνως ἔχει. ἐπειδὴ δὲ ἀπώσω φηςὶ τὴν ἐπίγνωσιν, τουτέστι Χριστὸν, δἰ οὗ καὶ ἐν ᾧ προσιτός τε ἅμα καὶ γνωστὸς ὁ Πατὴρ, ἐξωσθήσῃ λοιπὸν τοῦ εἶναι ἱερὸς, καὶ τοῦ προςάγειν θυςίας, ὡς βέβηλος. καὶ ἐπειδὴ τῶν θείων εἰς λήθην κατώλισθες νόμων, μήτε τὰ Μωυςέως νοήσας πνευματικῶς, μήτε μὴν τοῖς διὰ Χριστοῦ παιδεύμασιν ἰσχνόν τε καὶ εὐφυᾶ τὸν νοῦν ἐνιεὶς, εἰς λήθην κἀγὼ τῶν σῶν οἱονεί πως ὑπενεχθήσομαι τεκνων, τουτέστιν, οὐκέτι μεμνήσομαι, διά γε τοῦ καὶ φειδοῦς καὶ φροντίδος ἀξιοῦν· ὧν γὰρ ἀξιοῖ μεμνῆσθαι Θεὸς, τούτοις τὴν ἰδίαν ἀπονέμει φιλανθρωπίαν. ἑπελάθετο δὲ καὶ ἑτέρως τοῦ θείου νόμου, καὶ ἀπώσατο τὴν ἐπίγνωσιν εἰδωλολατρήσας ὁ Ἰσραήλ. Κατὰ τὸ πλῆθος αὐτῶν οὕτως ἥμαρτόν μοι· τὴν δόξαν αὐτῶν εἰς ἀτιμίαν θήσομαι.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
