# In XII Prophetas 11-4

Cyrillus, In XII Prophetas, Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/11-4

Ἐπιμένει δὲ ὁ λόγος τῆ τροπῇ. θέα γὰρ ὅπως καθάπερ ἐπὶ λέοντος, ἤγουν ἑτέρου θηρίου φασὶ τὸ Αὐτὸς ἥρπασε καὶ ἰάσεται ἡμᾶς. ἐπειδὴ γὰρ ἔφασκε, “Καὶ ἐγὼ “ ἔσομαι ὡς πάνθηρ τῷ Ἐφρΐμ, καὶ ὡς λεών τῷ οἴκῳ “Ἰούδα, καὶ ἐγὼ ἁρπῶμαι καὶ πορεύσομαι καὶ λήψομαι, “καὶ οὐκ ἔσται ὁ ἐξαιρούμενος,” τετηρήκασι τῆς μεταφορᾶς τὸ σχῆμα, καί φασιν, ὅτι θεραπεύσει πάντως ὁ ἀρπάσας. ὥσπερ γὰρ λελύπηκεν ἡ ὀργὴ, κατευφραίνει που πάντως τοὺς πεπονθότας καὶ τὰ ἐκ τῆς ἡμερότητος ἀγαθά. ὁμοῦ δὲ κἀκεῖνο συνήσομεν, ὅτι Θεοῦ κακοῦντός τινας, ὀνήσειεν ἂν οὐδείς. δέοιτο δ᾿ ἂν τὰ τῶν πεπονθότων αὐτοῦ τε καὶ μόνου πρὸς ἐπανόρθωσιν.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
