Ancient Greek · ~15 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 11.1
Not analysed yet
Kαὶ ταυτὶ μὲν ἔφην ὡς ἐοικότα τε καὶ πρέποντα τοῖς τοτηνικάδε παροτρύνουσιν ἐφ’ ἑαυτοῖς τὸν τῶν ὅλων Δεσπότην. ἐφαρμόσαι δ’ ἄν τις οὐδὲν ἧττον αὐτὰ καὶ τοῖς εἰς αὐτὸν δεδυσσεβηκόσι τὸν Ἐμμανουὴλ, κατὰ τὸν τῆς ἐνανθρωπήσεως χρόνον. αὐτοὶ γάρ εἰσιν “οἱ ἐκτρίβοντες εἰς τὸ “πρωῒ πένητα, πένητα, ”τουτέστιν, οἱ ἀποσπουδάζοντες μὲν ἐννόμως ἑλέσθαι βιοῦν, ἐφ’ ἑτέρῳ δὲ οὐδενὶ προιόντες που τάχα, ἢ τὸ καταφθεῖραι τὸ δίκαιον, καὶ δι’ οὐδενὸς ποιεῖσθαι τολμᾶν τὸ ταῖς θείαις ἐντολαῖς εὖ μάλα διωρισμένον καὶ πλεονεκτεῖν ἀσχέτως οὓς ἂν ἕλοιντο τῶν ἀσθενεστέρων. αὐτοὶ δ’ ἂν εἶεν οἱ “λέγοντες Πότε διελεύσεται ὁ μὴν, καὶ “ἐμπολήσαιμεν· καὶ τὰ σάββατα καὶ ἀνοίξομεν θησαυροὺς “τοῦ ποιῆσαι μικρὸν μέτρον καὶ τοῦ μεγαλῦναι στάθμιον “καὶ ποιῆσαι ζυγὸν ἄδικον.” ὅτι γὰρ ἐρασιχρήματοί τε καὶ αἰσχροκερδεῖς ἦσαν ἄγαν οἱ γραμματεῖς τε καὶ οἱ Φαρισαῖοι, κατὰ πολλοὺς ἂν εἰδείημεν τρόπους, τοῖς εὐαγγελικοῖς συγγράμμασι τὸν νοῦν ἐπερείδοντες. ἀμείνους μὲν γὰρ ὁρᾶσθαι λημμάτων αἰσχρῶν, καὶ φιλοκερδίας ἁπάσης ἀπηλλάχθαι φιλεῖν τῆς κατὰ Θεὸν ἐπιεικείας τοὺς ἐραστὰς συνεβούλευεν ὁ Χριστὸς, προὔτρεπε δὲ καὶ ἐπὶ τὸ ἔτι μεῖζον ἰέναι, καὶ τοῖς δεομένοις ἐπαρκεῖν καὶ διανέμειν τὰ ὄντα. ἀλλὰ τί φησὶν ὁ Εὐαγγελιστής; “Ἤκουον δὲ ταῦτα καὶ οἱ γραμματεῖς καὶ “οἱ Φαρισαῖοι φιλάργυροι ὄντες, καὶ ἐξεμυκτήριζον αὐτόν.” οὐκοῦν καὶ περὶ αὐτῶν εἰκότως ἃν λέγοιτο “Ὀμνύνει κύριος “καθ’ ὑπερηφανίας Ἰακὼβ εἰ ἐπιλησθήσεται εἰς νῖκος τὰ “ἔργα ὑμῶν.” ὑπεροψία γὰρ ἀληθῶς, τὸ καὶ θείων αὐτοὺς ἀλογῆσαι νόμων, καὶ τὸ ἔτι τούτου φορτικώτερον, καὶ αὐτῷ λοιπὸν ἐμπαροινῆσαι τῷ Χριστῷ. ταύτῃτοι λοιπὸν οὐδὲ εἰς λήθην αὐτῶν ἀποδημήσει τὰ πλημμελήματα· συντέλεια δὲ ὥσπερ ἐπαναβέβηκεν ἐπ’ αὐτοὺς, καὶ ὡς πλημμυρῶν ποταμὸς ὁ Ῥωμαίων πόλεμος. ἐπειδὴ δὲ σταυρῷ παρέδοσαν τὸν τῶν ὅλων Δεσπότην, ἔδυ μὲν ὁ ἥλιος ἐπ’ αὐτοὺς, συνεσκότασε δὲ καὶ τὸ φῶς. γέγονε γὰρ σκότος ἀπὸ ὥρας ἕκτης ἕως “ὥρας ἐννάτης.” καὶ τοῦτο τοῖς Ἰουδαίοις τὸ σημεῖον ἦν ἐναργὲς τοῦ κατασκοτισθῆναι νοητῶς τὰς τῶν σταυρωσάν- τῶν ψυχάς. “Πάρωσις γὰρ ἀπὸ μέρους γέγονε τῷ Ἰσραήλ· καὶ ὡς ὁ θεσπέσιος γράφει Παῦλος “Ἄχρι σήμερον ἡνίκα “ἀναγινώσκηται Μωυσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν “κεῖται.” ἐπηρᾶτο δὲ αὐτοῖς καὶ ὁ μακάριος Δαυεὶδ, ἐκ φιλοθεΐας οὕτω λέγων “Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ “μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον.’ ὅτι δὲ καὶ τεθρηνήκασι μετατιθέντες ὥσπερ τὰς ἑορτὰς εἰς κατήφειαν, σαφὲς ἃν γένοιτο καὶ αὐτοῦ λέγοντος τοῦ Χριστοῦ ταῖς κλαιούσαις ἐπ’ αὐτῷ γυναιξὶν ἀποφερομένῳ λοιπὸν ἐπὶ τὸν σταυμόν “Θυγατέρες Ἱερουσαλὴμ, μὴ κλαίετε ἐπ’ ἐμὲ, “κλαίετε δὲ ἐφ’ ὑμᾶς καὶ ἐπὶ τὰ τέκνα ὑμῶν.’ τεθρηνήκασι γὰρ τῇ τε πόλει καὶ αὐτῷ τῷ θείῳ συνδιολλύμεναι ναῷ, καὶ καταπιμπράντων τὰ πάντα Ῥωμαίων. θήσομαι τοίνυν φησὶν αὐτόν· δῆλον δὲ ὅτι τὸν Ἐμμανουήλ· ὡς πένθος ἀγαπητοῦ καὶ τοὺς μετ’ αὐτοῦ ὡς ἡμεραν ὀδύνης. σταυρωθέντα γὰρ τὸν Ἰησοῦν ἐπένθησαν οἱ πεπιστευκότες, γύναια δὲ κατοιμώζοντα μακρόθεν εἱστήκει, Μαριά τε ἡ Μαγδαληνὴ καὶ Μαρία πάλιν ἢ Ἰακώβου καί τινες δὲ ἕτεραι σὺν αὐταῖς· καὶ αὐτὴ δὲ ἡ κτίσις τὸν ἑαυτῆς ἐπένθει Δεσπότην. ὁ μὲν γὰρ ἥλιος ἐσκοτίζετο, διερρήγνυντο δὲ καὶ πέτραι, καὶ αὐτὸς δὲ ὁ ναὸς τὸ τῶν πενθούντων ἐπλήρωσε σχῆμα, περιρρηγνυμένου τοῦ καταπετάσματος “ἀπὸ ἄνωθεν ἕως κάτω. καί τι τοιοῦτον ὑπεσήμαινεν ἡμῖν ὁ Θεὸς διὰ φωνῆς Ἡσαῒου λέγων “Καὶ “ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ θήσω σάκκον τὸ περι- “βόλαιον αὐτοῦ.” γέγονε τοίνυν τὸ ἐπ’ αὐτῷ πένθος ὡς ἀγαπητοῦ. τέθεινται δὲ καὶ οἱ μετ” αὐτοῦ, τουτέστιν οἱ μαθηταὶ, εἰς ἡμέραν ὀδύνης. ὅτι γὰρ καὶ αὐτοὶ τεθρηνήκασι, πῶς ἐστιν ἀμφιβάλλειν; ἐν ὀδύναις γὰρ οὖσιν ἀπήγγελον αἱ γυναῖκες τὴν ἀνάστασιν τοῦ Χριστοῦ· τότε δὴ τότε καὶ ἀνανεύσαντες μόλις, ἔτρεχον ἐπὶ τὸ μνημεῖον. καὶ τάχα που πρὸς ταυτασὶ τὰς τὴν ἀνάστασιν εὐαγγελιζομένας γυναῖκας ὁ προφήτης φησὶν Ἡσαΐας ἐν πνεύματι “Γυναῖκες ἐρχό- “μεναι ἀπὸ θέας, δεῦτε· οὐ γὰρ λαός ἐστι σύνεσιν ἔχων·” ὁ τῶν Ἰουδαίων δηλονότι· “διὰ τοῦτο οὐ μὴ οἰκτειρήσῃ αὐ- “τοῖς ὁ ποιήσας αὐτοὺς, καὶ ὁ πλάσας αὐτοὺς οὐ μὴ “ἐλεήσῃ” φησίν.