# In XII Prophetas 12-3

Cyrillus, In XII Prophetas, Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/12-3

Ἡμερότητος μὲν ἀπάσης καὶ πηγὴ καὶ γένεσις, καὶ αὐτόχρημα τὸ ἀγαθὸν ἡ θεία τέ ἐστι καὶ ἀπόῤῥητος φύσις· πλὴν b οὐκ εἰσάπαν τῶν πλημμελούντων ἀνέχεται· τοῖς δὲ ἀχαλίνως εἰς τοῦτο ἰοῦσι τὰς αὐτοῖς πρεπούσας ἐπιφέρει δίκας. ἀφικέσθαι δὴ οὖν εἰς τοῦτο φαυλότητος διισχυρίζεται τὸν Ἰσραὴλ, ὡς οὐκέτι μὲν οἰστὴν γενέσθαι τὴν ἀπόνοιαν, ἰσάριθμον δὲ ὥσπερ αὐτοῖς ὁρᾶσθαι τὴν ἁμαρτίαν. αὐτοὶ μὲν γὰρ ἦσαν “ ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ὡς ἡ ἄμμος ἡ “ παρὰ τὸ χεῖλος τῆς θαλάσσης,” κατὰ τὸ γεγραμμένον· οὐδὲν δὲ τοῦ πλήθους ἀποδεῖν ἔφη τὰ πλημμελήματα. τοῦτο οἶμαί ἐστι τὸ Κατὰ τὸ πλῆθος αὐτῶν οὕτως ἥμαρτόν μοι. ἐπειδὴ δὲ εἰς τοῦτο κατώλισθον ἀθλιότητός τε καὶ δυσβουλίας, καὶ Θεῷ προσκρούοντες οὐ διαλελοίπασι, τὴν δόζαν αὐτῶν εἰς ἀτιμίαν θήσομαι, τουτέστιν, ἐφ᾿ ᾧ μεγάλα φρονεῖν ἐγνώκασιν, ἐπ᾿ αὐτῷ δὴ τούτῳ καταισχυνθήσονται. πῶς ἢ τίνα τρόπον; αὐχημάτων γὰρ ἀποπεσοῦνται τῶν ἐπὶ πλήθει πολλῷ, δαπανῶντος τοῦ πολέμου σὺν τοῖς μαχίμοις ὁμοῦ καὶ τὴν ἄλλην ἄπασαν ἡλικίαν· κένανδροι γὰρ ἀπομενοῦσιν οἶκοί τε καὶ πόλεις. καὶ ἐπ᾿ αὐτῷ δὴ τούτῳ τὴν Ἰουδαίαν ὁ προφήτης Ἱερεμίας ἐθρήνει λέγων “Πῶς ἐκά- “ θισε μόνη ἡ πόλις ἡ πεπληθυσμένη λαῶν; ἄρχουσα ἐν “ χώραις, ἐγενήθη εἰς φόρον.”

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
