# In XII Prophetas 12-7

Cyrillus, In XII Prophetas, Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΒΔΟΜΟΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/in-xii-prophetas/12-7

Εφην ἤδη καὶ ἐν τοῖς ἀνωτέρω βραχὺ, ὅτι κατῃτιᾶτο Θεὸς τοὺς ἐξ ᾿Ισραὴλ, ὡς οὐκ οἶδ’ ὅπως ἑλομένους τὸ ἀνθρωπίνοις μᾶλλον ὑπεζεῦχθαι ζυγοῖς, καὶ ἀνήνασθαι τὴν ὑπ’ αὐτῷ βασιλείαν τῷ Θεῷ, καίτοι βεβασιλευκότος τῶν ἀρχαιοτέρων, διὰ Προφητῶν ἁγίων. ἔφη γὰρ, ὅτι “ καὶ ἐν Προφήτῃ “ἀνήγαγε κύριος τὸν ᾿Ισραὴλ ἐξ Αἰγύπτου, καὶ ἐν Προ- “φήτῃ διεφυλάχθη.’ ὑμεῖς δὲ, φησὶ, τὸ ὑπὸ Θεῷ πράττειν παρωθούμενοι, καταβεβοήκατε τοῦ μακαρίου Σαμουὴλ λέγοντες “Ἰδοῦ σὺ γεγήρακας, καὶ οἱ υἱοί σου οὐ πορεύονται “ἐν τῇ ὁδῷ σου· καὶ νῦν καταστῆσον ἐφ’ ἡμᾶς βασιλέα “δικάζειν ἡμᾶς, καθὰ καὶ τὰ λοιπὰ ἔθνη.’’ οὐκοῦν ἐπειδήπερ εὖ βεβουλεῦσθαι δοκεῖς, ἀναστήσας ἐπὶ σαυτῷ βασιλέα, καθὰ καὶ τὰ λοιπὰ ἔθνη, σώζεσθαί τε παρ’ αὐτοῦ προσεδόκησας, ποῦ νῦν ἄρα ἐστίν ; ἰδοὺ καιρὸς ἐπιδείξεως, πολεμείτω σου τὸν πόλεμον, ὁπλιζέσθω λαμπρῶς, σωζέτω τὰς πόλεις, προασπιζέτω τῶν ὑπὸ χεῖρα, κατασοβείτω τῶν δι’ ἐναντίας, ἐλαυνέτω νεανικῶς τοὺς καταδῃοῦν ἐθέλοντας οἴκους τε καὶ πόλεις.

---

Cyril of Alexandria, In XII Prophetas, ed. Philip Edward Pusey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg001.local001/.
